1

 2

 3

 4

3

Καὶ τοῖς διψῶσι τὸν τεχθέντα ἰδεῖν, ἀστέρα πέμπει συνέκδημον καὶ δεικνύει τὸ ποθούμενον βρέφος. Καὶ Ματθαῖος μὲν μάγων μνημονεύει ἐξ ἀνατολῶν ἐλθόντων· Λουκᾶς δὲ ἀγγέλου· λέγει γάρ· Καὶ ποιμένες ἦσαν ἀγραυλοῦντες, καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. Καὶ ἄγγελος Κυρίου ὤφθη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτοὺς, καὶ ἐφοβήθησαν φόβον μέγαν. Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ἡμῖν σήμερον Χριστὸς Κύριος ἐν πόλει ∆αυΐδ. Καὶ ἐγένετο ἐξαίφνης σὺν τῷ ἀγγέλῳ πλῆθος οὐρανίου στρατιᾶς, 61.766 αἰνούντων τὸν Θεὸν καὶ λεγόντων· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Χριστὸς ἐγεννήθη, τὰ ἐπίγεια τοῖς οὐρανίοις συνάπτεται, ἄγγελοι σὺν ἀνθρώποις χορεύουσι, ποιμένες ἀγραυλοῦσι, καὶ μάγοι προσκυνοῦσιν, οὐρανὸς λαμπαδουχεῖται, καὶ ἡ γῆ τὸν καρπὸν αὐτῆς λαμπρὸν ἐπὶ φάτνης βαστάζει. Καὶ ἐπληρώθη τότε τὸ ἐπὶ τῇ γῇ γεγραμμένον, τὸ, Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν· Ἀλήθεια γὰρ Χριστὸς ὁ λέγων· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια. Ἐκ τῆς γῆς, τουτέστιν, ἐκ τῆς παρθένου ἀνέτειλε κατὰ σάρκα. Ζητῶ δὲ πόθεν οἱ μάγοι περὶ τοῦ ἀστέρος διδαχθέντες, αὐτῷ ἐχρῶντο ὁδηγῷ πρὸς τὴν τοῦ ζητουμένου παιδίου ἀνεύρεσιν.

Οὐ γὰρ, ὥς τινες ἐφαντάσθησαν, πλάνον εἶναι τὸν ἀστέρα λέγοντες, καὶ τοὺς μάγους μὴ ἀληθὲς παιδίον ἐπιζητεῖν. Πῶς γὰρ, εἰ πλάνος ἦν ὁ ἀστὴρ, τὴν ἀλήθειαν Χριστὸν ἀνεδείκνυεν; ἕως γὰρ ἐκείνου φθάσας, ἔστη τοῦ δρόμου. Πῶς δὲ καὶ οἱ μάγοι, εἰ οὐκ ἀληθείᾳ ἀπήρχοντο, τοιαύτας αὐτῷ προσφορὰς ἐκ τῶν οἰκείων ἐκόμιζον πόνων, μηνυούσας τὴν αὐτοῦ θεότητα καὶ ἀνθρωπότητα, καὶ τὸ προφητικὸν πληρούσας, τὸ, Ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας; Οὐδ' αὖ πάλιν, ὡς οἱ μυθολόγοι φασὶν εἶναι ἀστέρα καθ' ἕκαστον τῶν γεννωμένων ἀνθρώπων ἀνατέλλοντα· οἵτινες οὐδὲ τὴν παρ' Ἕλλησι μυθευομένην ἀστρολογίαν ἴσασιν. Ἀλλ' ἄρα καὶ αὐτοὺς οἱ τοιοῦτοι Χριστιανοὺς εἶναι νομίζουσι· πρὸς οὓς ἐροῦμεν· Ὦ φιλόσοφοι, εἰ τοῦτο ἦν, ὃ ὑμεῖς λέγετε, εἴπατε ἡμῖν, πῶς τοῦ Ἀδὰμ καὶ τῆς Εὔας δύο μόνων ὄντων ἀνθρώπων, ὁ οὐρανὸς τῶν αὐτῶν ἐπεπλήρωτο ἀστέρων; καὶ κατακλυσμοῦ γεγονότος, καὶ πάντων τῶν ἀνθρώπων ὕδατι θανόντων, οἱ αὐτοὶ ἦσαν ἀστέρες μὴ πεσόντες, καὶ τῆς αὐτῆς τῶν ἄστρων χορείας τυγχανούσης, μόνος ἦν Νῶε μετὰ τῶν τριῶν υἱῶν καὶ τῶν γυναικῶν; Ἀλλὰ δεῖ προσέχειν ταῖς Γραφαῖς, καὶ νοεῖν τὰ μυστήρια. Βαλαὰμ γάρ τις ἦν προφήτης, ὃν μετακαλεσάμενος ὁ βασιλεὺς τῶν Μωαβιτῶν ἐπὶ τὸ τὸν Ἰσραὴλ ἐξιόντα ἐκ γῆς Αἰγύπτου καταράσασθαι· ἐπειδὴ οὓς ἂν ηὐλόγησεν, ηὐλόγηνται, καὶ οὓς ἂν κατηράσατο κατήραντο· γενόμενος ἐγγὺς τῆς στρατοπεδείας τοῦ Ἰσραὴλ, καὶ ἀνελθὼν ἐπὶ τὴν ἀκρώρειαν τοῦ ὄρους, θεωρήσας τὸν Ἰσραὴλ παρεμβεβληκότα, ἀναλαβὼν αὐτοῦ τὴν παραβολὴν, καὶ προφητεύσας εἶπεν· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ· καὶ συντρίψει τοὺς ἀρχηγοὺς Μωὰβ, καὶ προνομεύσει τοὺς υἱοὺς Ἀμμών. Οὗτοι οὖν οἱ μάγοι ἐκ τοῦ γένους τοῦ Βαλαὰμ τοῦ προφήτου ὁρμώμενοι, κατακολουθήσαντες αὐτοῦ ταῖς βίβλοις καὶ ταῖς προφητείαις, καὶ νοήσαντες ὅτι, ὅτε ἀνατελεῖ ἄστρον, τότε ἀναστήσεται καὶ ὁ ἄνθρωπος, δηλονότι ὁ Βασιλεὺς τῶν Ἰουδαίων, ὅστις οὐ μόνον τοὺς ἀρχηγοὺς Μωὰβ συντρίψει, ἀλλὰ καὶ πάσας τοῦ διαβόλου τὰς βασιλείας λεπτυνεῖ καὶ λικμήσει κατὰ τὸν ∆ανιὴλ, παρετήρουν τὸν καιρόν· καὶ θεωρήσαντες τὸν ἀστέρα ξένον παρὰ τοὺς ἄλλους ἀνατείλαντα, ἔγνωσαν αὐτὸν εἶναι τὸν πάλαι προφητευθέντα, καὶ κατακολουθήσαντες, εὑρηκότες τε τὸν τεχθέντα, ἐχάρησαν, τῶν πάλιν προφητευθέντων εὑρηκότες τὴν ἔκβασιν.

Σὺ δέ μοι νόει, ἀκροατὰ, τοὺς μάγους εἶναι τύπους τῶν ἐκ τῆς ἀσεβείας τῆς πλάνης ἐπιστρεψάντων ἐθνῶν, οὐ τελείῳ φωτὶ ὁδηγουμένους, ἀλλ', ὅσον ἀπαυγάσματι φωτὸς διὰ Ἰωάννου, ὡς δι' ἀστέρος, πρὸς τὸν ἐν σαρκὶ τεχθέντα