1

 2

 3

 4

 5

 6

3

Πῖκος τῆς δύσεως ὁ καὶ Ζεὺς, ἤτοι τῆς Ἰταλίας, ἔτη ξβ. Τῆς δὲ Ἀσσυρίας μετὰ τὸν Βῆλον ἐβασίλευσε Νῖνος ὁ ἄλλος υἱὸς Κρόνου, ὅστις καὶ τὴν ἑαυτοῦ μητέρα Ῥαίαν, τὴν καὶ Σεμίραμιν, ἔλαβε γυναῖκα, ἐξ οὗ μόνοις τοῖς Πέρσαις γαμεῖν τὰς ἑαυτῶν μητέρας καὶ ἀδελφὰς, διὰ τὸ καὶ Πῖκον λαβεῖν τὴν ἀδελφὴν ἑαυτοῦ Ἥραν. ὁ δὲ Νῖνος ἐπικρατὴς γενόμενος, κτίζει τὴν Νινευῒ πόλιν Ἀσσυρίων, πρῶτος βασιλεύσας ἐν αὐτῇ, ἔχων τὴν ἑαυτοῦ μητέρα γυναῖκα. Ἐξ αὐτοῦ οὖν τοῦ γένους ἐγεννήθη ὁϊοζορᾶς ἀστρονόμος Περσῶν περιβόητος· ὅστις μέλλων τελευτᾷν, ηὔξατο ὑπὸ πυρὸς ἀναλωθῆναι οὐρανίου, εἰπὼν τοῖς Πέρσαις, "ὅτι ἐὰν καύσῃ με τὸ πῦρ, ἐκ τῶν κεκαυμένων μου ὀστέων φυλάξατε, καὶ οὐ μὴ ἐκλείψῃ ἡ βασιλεία ἀφ' ὑμῶν." Καὶ εὐξάμενος τὸν Ὠρίονα, ὑπὸ πυρὸς ἀνῃρέθη, καὶ φυλάττουσι τὸ λείψανον αὐτοῦ οἱ Πέρσαι τεφρωθὲν ἕως τῆς νῦν.

Μετὰ δὲ τὸν Νῖνον ἐβασίλευσε τῶν Ἀσσυρίων ὀνόματι Θύρας, ὅν τινα μετεκάλεσεν ὁ τούτου πατὴρ Ζάμης, ὁ τῆς Ἥρας ἀδελφὸς, εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος Ἄρεα. οὗτος ἐγένετο πικρὸς πολεμιστὴς, ὅστις ἐπῆλθε Καυκασίῳ τινὶ καὶ αὐτῷ δυνατῷ, ἐκ τῆς τοῦ Ἰάφεθ καταγόμενος, ἐπὶ τὰ ἀρκτῶα μέρη· ὅν τινα ἐφόνευσεν, καὶ παρέλαβε τὴν χώραν αὐτοῦ, καὶ ἐλθὼν ἐν τῇ Θράκῃ, ἐκεῖ τελευτήσας κεῖται. ᾧ τινι Ἄρειαν ἐστήλωσαν στήλην οἱ Αἰγύπτιοι, Ἀσσύριοι, καὶ ὡς Θεὸν προσεκύνουν, καὶ ἕως τοῦ νῦν καλοῦσι Βάαλ θεὸν, ὅ ἐστιν ἑρμηνευόμενον, Ἄρης πολέμου θεός. τούτου μνημονεύει καὶ ὁ προφήτης ∆ανιήλ. Μετὰ δὲ τὴν τελευτὴν Ἄρεος, ἐβασίλευσεν Ἀσσυρίων Ἐλά 236 μης, καὶ μετὰ Λάμην, Σαρδανάπαλος ὁ μέγας, ὅν τινα ἐφόνευσε Περσεὺς ὁ ∆ανάης, καὶ ἀφείλετο τὴν βασιλείαν ἀπὸ Ἀσσυρίων· καὶ βασιλεύσας αὐτῶν, εἰς τὸ ἴδιον ὄνομα ἐκάλεσαν αὐτοὺς Πέρσας. ὁ δὲ Περσεὺς ἦν υἱὸς Πίκου, τοῦ καὶ ∆ιὸς, καὶ ἐξ αὐτοῦ ἔμαθε μαγίας καὶ τελετὰς τοῦ μυσαροῦ σκύφους, ὅθεν καὶ κόρην παρθένον κρατήσας, ἔκοψεν αὐτῆς τὴν κεφαλὴν, καὶ τελέσας αὐτὴν, εἶχεν αὐτὴν εἰς ὄλεθρον παντὸς τοῦ ἀνθισταμένου αὐτῷ, ἣν ἐκάλει Γοργῶ, διὰ τὸ ὀξὺν ἐπάγειν θάνατον τοὺς ὁρῶντας αὐτήν. Ὁ δὲ ἀδελφὸς Νίνου, Πῖκος, ὁ καὶ Ζεὺς, ἐβασίλευσε τῆς Ἰταλίας, ἔτη ρκ κρατῶν τῆς δύσεως· ἔσχε δὲ υἱοὺς καὶ θυγατέρας πολλὰς ἀπὸ τῶν εὐπρεπεστάτων γυναικῶν. καὶ γὰρ καὶ μυστικὰς φαντασίας ποιῶν τινὰς, καὶ ὑπονοθεύων αὐτὰς, αἵτινες γυναῖκες καὶ ὡς θεὸν αὐτὸν εἶχον, φθειρόμεναι ὑπ' αὐτοῦ. ἔσχε δὲ ὁ αὐτὸς Πῖκος, ὁ καὶ Ζεὺς, υἱὸν ὀνόματι Φαῦνον, ὃν καὶ Ἑρμῆν ἐκάλεσεν, εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. μέλλων δὲ τελευτᾷν ὁ Ζεὺς, ἐκέλευσε τὸ λείψανον αὐτοῦ τεθῆναι ἐν τῇ Κρήτῃ νήσῳ, καὶ κτίσαντες αὐτῷ ναὸν οἱ αὐτοῦ παῖδες ἔθηκαν αὐτὸν ἐκεῖ, ὅπερ μνῆμά ἐστι μέχρι τῆς σήμερον, ᾧ καὶ ἐπιγέγραπται, "ἐνθάδε κατάκειται Πῖκος ὁ καὶ Ζεὺς, ὃν καὶ ∆ία καλοῦσι," περὶ οὗ συνεγράψατο ∆ιόδωρος ὁ σοφώτατος χρονογράφος. Μετὰ δὲ τὴν τελευτὴν Πίκου τοῦ καὶ ∆ιὸς, ἐβασίλευσε Φαῦνος ὁ υἱὸς αὐτοῦ, ὁ καὶ Ἑρμῆς, τῆς Ἰταλίας ἔτη λε. ἀνὴρ πανουργὸς καὶ μαθηματικὸς, ὅστις ἐξεῦρε τὸν μετάλλον τὸ χρυσοῦν ἐν τῇ δύσει πρῶτος, καὶ τὸ χωνεύειν, γνοὺς δὲ τὴν τῶν ἀδελφῶν αὐτοῦ κατ' αὐτοῦ ἐπιβουλὴν, ἦσαν γὰρ περὶ τοὺς ο, οὓς ἔσχεν ἐκ διαφόρων γυναικῶν ὁ πατὴρ αὐτοῦ Πίκος, ὁ καὶ Ζεὺς, ἀνεχώρησε, πολὺν χρυσοῦν ἐπιφερόμενος εἰς ὑπερβολὴν, καὶ ἀπῆλθεν εἰς Αἴγυπτον πρὸς τὴν φυλὴν τοῦ Χάμ· οἵ τινες μετὰ τιμῆς πολλῆς ἐδέξαντο αὐτὸν φορῶν στολὴν χρυσῆν, καὶ ὑπερηφανῶν ἅπαντας. ἦν γὰρ καὶ φυσιολόγος καὶ ἐφιλοσόφει παρὰ τοῖς Αἰγυπτίοις, λέγων αὐτοῖς καὶ μαντικά τινα, καὶ προσεκύνουν αὐτὸν λέγοντες θεὸν Ἑρμῆν, ὡς προλέγοντα αὐτοῖς τὰ μέλλοντα· παρεῖχε δὲ αὐτοῖς καὶ χρήματα, ὅν τινα καὶ πλουτοδότην ἐκάλουν. Τελευτήσαντος δὲ τοῦ βασιλέως τῶν Αἰγυπτίων Στρεμουντίνου, ὄντος ἐκ τοῦ γένος τοῦ Χὰμ, ἐποίησαν οἱ Αἰγύπτιοι τὸν Ἑρμῆν 237 βασιλέα, καὶ ἐβασίλευσεν αὐτῶν ἔτη λθ ἐν ὑπερηφανίᾳ πολλῇ. καὶ μετ' αὐτὸν ἐβασίλευσεν ὁ Ἥφαιστος, ὅστις ἦν πολεμιστὴς καὶ μαντικός. ἐκάλουν δὲ αὐτὸν Ἥφαιστον θεὸν, ὅστις ἐξελθὼν εἰς