1

 2

 3

 4

 5

 6

2

ἐπιστάμενοι, πρῶτοι ἐποίησαν πλοῖα. ἐγένετο δὲ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἔτη ἐν δὲ τῷ μέσῳ χρόνῳ μετὰ τὸν κατακλυσμὸν, συνεγράψατο τὴν ἀστρονομίαν Ἀρφαξὰθ εὑρηκὼς τὴν τοῦ Σὴθ υἱοῦ Ἀδὰμ καὶ τῶν αὐτοῦ τέκνων τὴν ὀνομασίαν τῶν ἀστέρων, ἐν λιθίνῃ πλακὶ γεγραμμένην. οἱ γὰρ ἔγγονοι τοῦ Σὴθ, θεοσεβεῖς ὄντες, καὶ προεγνωκότες τὴν μέλλουσαν ἔσεσθαι φθορὰν τῶν ἀνθρώπων, ἤτοι ἐναλλαγὴν, ποιήσαντες στήλας δύο, μίαν λιθίνην καὶ μίαν πλινθίνην, ἔγραψαν τοῖς τὰ ἐκ τοῦ Σὴθ τοῦ πάππου αὐτῶν ἐκτεθέντα πάντα οὐράνια· λογισάμενοι ὅτι εἰ μὲν δι' ὕδατος γένηται ἡ ἐναλλαγὴ, ἡ λιθίνη στήλη μενῇ καὶ τὰ ἐν αὐτῇ γεγραμμένα, εἰ δὲ διὰ πυρὸς, ἡ πλινθίνη, καὶ τὰ ἐν αὐτῇ γεγραμμένα τοῖς μετὰ ταῦτα ἀνθρώποις γινώσκεται· ἤ τι στήλη μετὰ τὸν κατακλυσμὸν εὑρέθη εἰς τὸ Σηριδὸς ὄρος, καὶ ἔστιν ἕως ἄρτι. καὶ λοιπὸν τὸ γένος τοῦ Ἀρφαξὰδ διέμεινεν ἕως τῆς πυργοποιΐας· ἔζησε δὴ Ἀρφαξὰδ ἔτη ρκε.

Γίνονται οὖν ἀπὸ Ἀδὰμ ἕως τῆς πυργοποιΐας ἔτη βϠκβ· καὶ λοιπὸν οἱ τὸν πύργον οἰκοδομοῦντες ἦσαν ἔθνη ο, οἳ καὶ εἰς γλώσσας διεμερίσθησαν ἐπὶ προσώπου πάσης τῆς γῆς· ὁ δὲ Χοῦς ὁ Αἰθίοψ ἐκ τῆς φυλῆς τοῦ Σὴμ ἐγέννησε τὸν Νεβρὼδ τὸν 234 γίγαντα, τὸν τὴν Βαβυλῶνα κτίσαντα, ὃν λέγουσιν οἱ Πέρσαι, ἀποθεωθέντα καὶ γενόμενον ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ. τοῦτον καλοῦσιν Ὠρίονα· αὐτὸς γὰρ πρῶτος κατέδειξε τὸ κυνηγεῖν, καὶ ἐχορήγει αὐτοῖς τὰ θηρία εἰς βρῶσιν, ὅθεν καὶ ἐπρώτευσεν. Ἐν δὲ τοῖς ἀνωτέρω χρόνοις ἐκ τοῦ γένους τοῦ Ἀρφαξὰδ ἀνεφύει τίς Ἰνδὸς σοφὸς ἀνὴρ ἀστρονόμος, ὀνόματι Γανδουβάριος, ὅστις συνεγράψατο πρῶτος ἀστρονομίαν Ἰνδοῖς· ἐκ δὲ τῆς αὐτῆς φυλῆς τοῦ Σὴμ, τῆς κρατησάσης τὴν Ἀσσυρίαν καὶ τὴν Περσῖδα, καὶ τὰ μέρη τῆς ἀνατολῆς, ἀνεφάνη ἄνθρωπος γίγας τὸ γένος, ὀνόματι Κρόνος, ἐπικληθεὶς ὑπὸ τοῦ ἰδίου πατρὸς ∆όμνος, εἰς τὴν ἐπωνυμίαν τοῦ πλανήτου ἀστέρος Κρόνου. ἐγένετο δὲ δυνατὸς, ὅστις πρῶτος κατέδειξε τὸ βασιλεύειν καὶ ἄρχειν καὶ κρατεῖν τῶν πολλῶν ἀνθρώπων. καὶ ἐβασίλευσεν αὐτὸς τῶν Ἀσσυρίων ἔτη πολλὰ, καὶ ὑπέταξε πᾶσαν τὴν γῆν Περσῖδος· ἦν δὲ φοβερὸς πρὸς πάντας, εἶχε δὲ γυναῖκα τὴν Σεμίραμιν, τὴν καὶ Ῥαίαν καλουμένην παρὰ Ἀσσυρίοις, διὰ τὸ εἶναι αὐτὴν ἀλαζόνα καὶ ὑπερήφανον. ἦν δὲ καὶ αὐτὴ ἐκ τῆς φυλῆς τοῦ Σὴμ υἱοῦ Νῶε. Ἔσχε δὲ υἱὸν ὁ Κρόνος Πῖκον, ὅστις ἐκλήθη ὑπὸ τοῦ ἰδίου πατρὸς Ζεὺς, εἰς ὄνομα καὶ αὐτὸς τῆς ἐπωνυμίας τοῦ πλανήτου ἀστέρος. ἔσχε δὲ καὶ ἄλλον υἱὸν ὁ αὐτὸς Κρόνος, ὀνόματι Νῖνον, καὶ θυγατέρα ὀνόματι Ἥραν. ἔλαβε δὲ Πῖκος, ὁ καὶ Ζεὺς, γυναῖκα, τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν Ἥραν, ἐξ ἧς ἔσχεν υἱὸν ὀνόματι Σένβελον. ὁ δὲ προπάτωρ Κρόνος, ἐάσας τὸν ἑαυτοῦ υἱὸν Πῖκον ἐν τῇ Ἀσσυρίᾳ, καὶ τὴν ἑαυτοῦ γυναῖκα Ῥαίαν, τὴν καὶ Σεμίραμιν, μετὰ τοῦ υἱοῦ αὐτοῦ Πίκου βασιλεύειν τῶν Ἀσσυρίων, αὐτὸς λαβὼν βοήθειαν ἀνθρώπων γενναίων, κατῆλθεν εἰς δύσιν μὴ κρατουμένην παρά τινος, καὶ ἐβασίλευσε τῶν δυτικῶν μερῶν, ἀφανὴς γενόμενος ἐκ τῆς Ἀσσυρίας, καὶ ἐβασίλευσε τῶν δυτικῶν ἔτη πολλά. Ἔσχε δὲ καὶ ἐκεῖ γυναῖκα ὀνόματι Φυλλάραν, ἐξ ἧς ἔσχεν υἱὸν ὀνόματι Ἀφρὸν, ᾧ τινι δέδωκε τὴν πρὸς Λιβύην γῆν βασιλεύειν. ὁ δὲ Ἀφρὸς ἔλαβε τὴν Ἀστυμόνην, καὶ ἐγέννησε θυγατέρα, ἣν ἐκάλεσεν Ἀφροδίτην, εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. ἔσχε δὲ ὁ Κρόνος ἐκ τῆς Φυλλάρας καὶ ἄλλον υἱὸν, τὸν λεγόμενον Χείρωνα φιλόσοφον. ὁ δὲ Πῖκος καὶ Ζεὺς βασιλεύσας τῶν 235 Ἀσσυρίων ἔτη λ, ἐάσας καὶ αὐτὸς τὴν ἑαυτοῦ μητέρα Ῥαίαν, τὴν καὶ Σεμίραμιν, καὶ τὴν ἑαυτοῦ ἀδελφήν τε καὶ γυναῖκα Ἥραν, καὶ ποιήσας τὸν ἑαυτοῦ υἱὸν Βῆλον βασιλέα τῶν Ἀσσυρίων, κατῆλθε πρὸς τὸν ἴδιον πατέρα Κρόνον. Ὁ δὲ Βῆλος ἐβασίλευσε τῶν Ἀσσυρίων ἔτη β, καὶ ἐτελεύτησεν· ὅν τινα οἱ Πέρσαι ἀπεθέωσαν.

Ὁ δὲ Κρόνος ἐλθόντα τὸν ἑαυτοῦ υἱὸν Πῖκον πρὸς ἑαυτὸν εἰς τὴν δύσιν, παρεχώρησεν αὐτῷ τὴν βασιλείαν τῆς δύσεως. ἦν γὰρ ἀδυνατήσας, καὶ ἐβασίλευσε