1

 2

 3

 4

 5

 6

5

239 Ὅτι Κάδμος ὁ τοῦ Ἀγήνορος υἱὸς, ἐκ τῆς ἐξορίας ἀνακαλέσατο Τιρεσίαν τὸν φιλόσοφον καὶ θηρολέτην, περὶ οὗ φησι Σοφοκλῆς, ὅτι τὴν Παλλάδα εἶδε λουομένην ὁ Τηρεσίας, καὶ γυνὴ ἐγένετο· φησὶ δὲ ὅτι τὴν σοφίαν τοῦ Θεοῦ ἐζήτησε γνῶναι, καὶ οὐκ ἠδυνήθη· οὕτως δὲ ὁ Σοφοκλῆς ἐρέθετο ἐν τοῖς συγγράμμασιν αὐτοῦ ταῦτα. "ὡς ἕνα τῆς ἀληθείας εἶναι· εἶ ἔστι Θεὸς ὃς οὐρανὸν ἔτευξε καὶ γαῖαν μακρὰν, πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίας· θνητοὶ δὲ πολλοὶ καρδίαν πεπλανημένοι, ἱδρυσάμεθα πεμμάτων παραψυχὰς, θεῶν ἀγάλματα ἐκ λίθων καὶ ξύλων χρυσοτεύκτων ἐλεφαντίνων τύπων, θυσίας τε τούτοις καὶ κοινὰς πανηγύρεις τεύχοντες, εὐσεβεῖν νομίζομεν." μοναρχίαν γὰρ ἐδόκει δοξάζειν Σοφοκλῆς. Ἐν δὲ τοῖς χρόνοις τοῦ υἱοῦ αὐτοῦ Φοίνικος ἦν Ἡρακλῆς ὁ φιλόσοφος Σύρος, ὅστις ἐφεῦρε τὴν κογχύλην. διερχόμενος γὰρ περὶ τὸ παράλιον μέρος τῆς πόλεως Τύρου, εἶδεν κύνα ποιμένος ἐσθίοντα τὴν λεγομένην κογχύλην, καὶ τὸν ποιμένα λαβόντα πόκον ἐρίου ἀπὸ τῶν προβάτων, νομίζοντα αἱμάττειν τὸν κύνα τὸ καταφερόμενον αἷμα ἐκ τοῦ στόματος αὐτοῦ τοῦ κυνὸς, κατέβαψε τὸν πόκον. ὁ δὲ Ἡρακλῆς προσεσχηκὼς μὴ εἶναι αὐτῷ αἶμα, ἀλλὰ βάμματος παραξένου ἀρετὴν, ἐθαύμασε, καὶ ἄρας ἐκ τοῦ ποιμένος τὸν πόκον, καὶ γνοὺς ὅτι ἐκ τῆς κογχύλης ἐστὶ τὸ καταρέον αἷμα, ὡς μέγα τί δῶρον προσήγαγε τῷ βασιλεῖ τῆς Τύρου Φοίνικι, ὅστις θαυμάσας, ἐκέλευσε ἐξ αὐτοῦ τοῦ βάματος τῆς κογχύλης βαφῆναι ἔριον, καὶ γενέσθαι αὐτὸ περιβόλαιον βα**** θυσίαν καὶ ἑορτὴν αὐτοῖς ἐπετέλουν, λέγοντες εἰς τὰς τῶν μακάρων νήσους εἶναι τὰς ψυχὰς αὐτῶν καὶ μὴ κρίνεσθαι. Ἦν γὰρ Θάρρας ὁ πατὴρ Ἀβραὰμ, καὶ τῶν ἄλλων ὑλῶν, καὶ ποιῶν θεοὺς καὶ πιπράσκων, πλάνην ἀγαλμάτων καὶ εἰδωλολατρείας εἰσάγων τοῖς ἀνθρώποις διὰ τῶν εἰ...σμάτων τῶν προγόνων αὐτῶν· μάλιστα τῶν εὑρισκόντων τὰ συγγράμματα καὶ τὰς τέχνας, οἷς καὶ συνέτρεχε σπουδαίως οἱ Αἰγύπτιοι, καὶ οἱ Βαβυλώνιοι, καὶ οἱ Φρύγες, καὶ οἱ ἐκ τῆς Ἑλλάδος. ταύτης γὰρ τῆς θρησκείας ὑπῆρχον ἀγαλματοποιοὶ, καὶ μυστηρίων ἐξη 240 γηταὶ καὶ τελεταὶ, ὑφ' ὧν μάλιστα εἰς Ἕλληνας ἤχθη ἡ τοιαύτη θρησκεία, καὶ ἀπό τινος Ἕλληνος ὀνόματι, υἱοῦ καὶ αὐτοῦ Πίκου, τοῦ καὶ ∆ιὸς, μυστικά τινα ποιοῦντος. ὅστις Ἕλλην ἐδίδαξε τοὺς ἐν Ἑλλάδι οἰκοῦντας, ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ υἱοῦ Νῶε· οὕστινας μεμφόμενος ὁ Χερρονήσιος Πλούταρχος τῇ παλαιᾷ φιλοσοφίᾳ, παρ' Ἕλλησι καὶ βαρβάροις ἐπαινουμένῃ ἐξέθετο, ὡς πλάνην ἀγαλμάτων τινὲς εἰσάγουσιν, αὐτὸς δέ φησι τοὺς κατ' οὐρανὸν φωστῆρας θεοποιεῖν ἔδοξεν, ἥλιον καὶ σελήνην, παρεισάγων ὡς τρέφοντας καὶ αὔξοντας πάντα τῇ τρίτῃ μερικῇ κινήσει τῶν πέντε πλανητῶν, καὶ τῆς λοιπῆς ἀστροθεσίας. καὶ τὰ κατὰ γένεσιν καὶ ἀέρα διοικοῦντας. Ἀβραὰμ δὲ ἐπιγνοὺς τὴν ὄντος θεογνωσίαν, καὶ λογισάμενος ὅτι τὰ ἀγάλματα ἃ ἐποίει ὁ πατὴρ αὐτοῦ, ἀνθρώπων τεθνηκότων εἰσὶ, καὶ οὐκ ἐχρῆν αὐτοὺς τιμᾶσθαι, ὡς μὴ γενομένους θεοὺς ἐν τῷ οὐρανῷ, ἀλλὰ γῆν καὶ κόνιν, καὶ κατεγίνωσκε τοῦ ἰδίου πατρὸς Θάρρα, λέγων, "τί πλανᾷς τοὺς ἀνθρώπους διὰ κέρδος, οὐ γάρ ἐστιν ἄλλος θεὸς, εἰ μὴ ὁ ἐν τοῖς οὐρανοῖς, ὁ δημιουργήσας τὰ ὁρώμενα ταῦτα πάντα;" καὶ ἀνεχώρησεν εἰς τὴν Μεσοποταμίαν.

Εἰσὶ δὲ ἀπὸ Ἀδὰμ ἕως Ἀβραὰμ ἔτη γυκγ· ἐν δὲ τοῖς χρόνοιςἈβραὰμ ἦν καὶ ὁ Μελχισεδὲκ, ἀνὴρ θεοσεβὴς, καταγόμενος ἐκ τοῦ γένους τοῦ Σίδου υἱοῦ Αἰγύπτου βασιλέως τῆς Λιβύης χώρας, ἐξ οὗ καὶ Αἰγύπτιοι καλοῦνται· ὅστις Σῖδος ἐκ τῆς ἐπελθὼν παρέλαβε τὴν χώραν τῶν λεγομένων Χαναναίων, τὴν νῦν λεγομένην Παλαιστίνην· καὶ ὑποτάξας αὐτὴν, ὡς ᾤκησεν ἐν αὐτῇ, καὶ κτίζει πόλιν, ἣν ἐκάλεσε Σιδῶνα εἰς ἴδιον ὄνομα. καὶ λοιπὸν ἐκ τοῦ γένους τοῦ Σίδου υἱοῦ Αἰγύπτου βασιλέως τῆς Λιβύης χώρας κατήχθη Μελχισεδέκ· ὅστις Μελχισεδὲκ γενόμενος ἱερεὺς καὶ βασιλεὺς τῶν Χαναναίων, κτίζει πόλιν ἐν τῷ ὄρει Σιὼν λεγομένῳ, ἥν τινα ἐκάλεσε Σαλὴμ, ὅ ἐστιν ἑρμηνευόμενον πόλις εἰρήνης, καὶ ἐβασίλευσεν ἐν αὐτῇ ἔτη ριγ, καὶ τελευτᾷ δίκαιος καὶ παρθένος, καθὼς Ἰώσηπος ἐξέθετο. ἀπὸ οὖν τοῦ κατακλυσμοῦ