3
θείου καὶ εὐσεβοῦς Λουκᾶ ἀναπόδισιν ἕως τοῦ Σὴθ καὶ τοῦ Ἀδὰμ καὶ τοῦ θεοῦ. Νῶε δὲ γενόμενος ἐτῶν φʹ ἐγέννησεν υἱοὺς τρεῖς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. μετὰ δὲ ἔτη ρʹ τοὺς ἑαυτοῦ τεχθῆναι υἱοὺς εἰσῆλθεν εἰς τὴν κιβωτόν, ὑπάρχων ἐτῶν χʹ, καὶ οὕτω γίνεται ὁ κατακλυσμός. καὶ ἐν τῷ ἑνὶ καὶ χʹ ἔτει τῆς ζωῆς αὐτοῦ ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ, καὶ μετὰ τὸν κατακλυσμὸν ἔζησεν ἔτη 10 τνʹ, καὶ ἀπέθανεν ζήσας τὰ πάντα ἔτη Ϡνʹ. ἐπειδὴ δέ ποτε ὁ κατακλυσμὸς ἐπαύσατο, ὁ μὲν φόβος ἐνεδίδου λοιπόν, ἐπετείνετο δὲ τὰ τῆς ἀθυμίας αὐτῷ σφόδρα, καὶ τὸ προφητικὸν ἔπασχεν, ὃ περὶ τῆς ἡμέρας κυρίου φησὶν Ἀμώς, «ὃν τρόπον ἐὰν ἐκφύγῃ ἄνθρωπος ἀπὸ προσώπου λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος καὶ εἰσέλθῃ εἰς τὴν οἰκίαν αὐτοῦ καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὄφις,» οὕτω συνέβαινε τότε. καὶ γὰρ τῆς κιβωτοῦ προκύψαντα καὶ τῆς δυσώδους καὶ στενοχωρουμένης εἰρκτῆς ἐκείνης ἀπαλλαγέντα χειμὼν ἕτερος διεδέχετο τοῦ προτέρου οὐχ ἥττων, τὴν ἀπορίαν καὶ ἀπώλειαν ἐννοήσας τοῦ γένους.
Σὴμ δὲ μετὰ δύο ἔτη τοῦ κατακλυσμοῦ, γενόμενος ρβʹ ἐτῶν, ἐγέννησε τὸν Ἀρφαξάδ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη φʹ, καὶ ἀπέθανε ζήσας τὸ πάντα ἔτη χβʹ. Ἀρφαξὰδ δὲ γενόμενος ρλεʹ ἐγέννησε τὸν Καϊνᾶν, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη υγʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη φληʹ. Καϊνᾶν δὲ γενόμενος ἐτῶν ρθʹ ἐγέννησε τὸν Σάλα, καὶ μετὰ 11 τοῦτο ἔζησεν ἔτη τλʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη τξζʹ. τὸν δὲ Σάλα ὁ πατὴρ αὐξηθέντα γράμματα ἐξεπαίδευσε· καὶ δή ποτε ὁ Σάλα πορευθεὶς ἀποικίαν κατασκέψασθαι, ἐλθὼν κατὰ γῆν Χαλδαίων γράμματα ἐπί τινων διακεχαραγμένα πετρῶν ἐντυχών· τὰ δ' ἦν ἄρα τῶν Ἐγρηγόρων παράδοσις· ταῦτα δὲ ἐγγραψάμενος ὁ Σάλα αὐτός τε ἐν αὐτοῖς ἐξημάρτανε καὶ τοῖς ἄλλοις τὴν αὐτὴν ἀτοπίαν ἐξεπαίδευσεν. ὁ δὲ Σάλα γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ἕβερ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη υʹ τρία, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη φλγʹ. Ἕβερ δὲ γενόμενος ρλδʹ ἐγέννησε τὸν Ἰεκτὰν καὶ τὸν Φάλεκ. ἐπὶ δὲ τοῦ Ἕβερ ἐννοοῦσιν οἱ ἄνθρωποι πύργον κατασκευάσαι οὐρανομήκη πρὸς ἀποφυγὴν τοῦ κατακλυσμοῦ, ὡς τοῦ θεοῦ ἐπιβουλεύοντος αὐτοῖς· ἦσαν γὰρ πάντες μιᾷ φωνῇ. Νεβρὼδ δὲ ὁ γίγας, Χουσαὶ τοῦ Αἰθίοπος υἱός, προσέτασσε καὶ εἰς βρῶσιν ἀγρεύων ἐχορήγει ζῶα. ὁ δὲ Ἕβερ, ὁ τοῦ Σάλα υἱός, ἐπείγειν ἐγκεχείριστο τὴν οἰκοδομὴν τοῦ πύργου καὶ τῆς Βαβυλῶνος, ὅ ἐστι σύγχυσις. τῶν δὲ πάντων ἐπὶ τὴν τοῦ πύργου καὶ τῆς πόλεως ὁρμησάντων οἰκοδομὴν ἀρχηγοὺς εἶχεν οβʹ, μόνος δὲ Ἕβερ οὐ συνέθετο τῇ τούτων ἀλογίστῳ ἐργασίᾳ· διὸ καὶ πάντων αἱ γλῶσσαι συνεχύθησαν, τῶν συντεθειμένων εἰς οβʹ γλώσσας διαιρεθέντων κατὰ τὸν ἀριθμὸν τῶν ἀρχόντων αὐτῶν· τούτῳ μόνῳ 12 τῷ Ἕβερ θεὸς οὐχ ὑστέρησε τὴν ἀρχαίαν φωνήν. ὅθεν οἱ ἀπομείναντες ἐν τῇ προτέρᾳ γλώσσῃ Ἑβραῒς αὐτὴν ἐπωνόμασαν κατὰ τὴν τοῦ κρατήσαντος αὐτὴν ἐπωνυμίαν Ἕβερ εἰς τὸ γένος τῶν Ἑβραίων, οἵτινες πατρωνυμικῶς καὶ φερωνύμως Ἑβραῖοι καλοῦνται. διὸ καὶ τῇ τῶν Ἑβραίων γλώσσῃ ἐχρῶντο οἱ ἀπὸ τοῦ Ἀδάμ, καὶ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ καὶ τὸν Νῶε καταγομένους καὶ τὸν δεύτερον Ἀδάμ, τὸν Χριστὸν λέγω, τῇ τῶν Ἑβραίων φωνῇ δῆλον κατὰ τὸν πρῶτον πάντων Ἀδὰμ χρώμενον, ὡς τὸ ἐφαθὰ καὶ ταλιθὰ κοῦμι καὶ λιμὰ σαβαχθανὶ καὶ τὰ ὅμοια. καὶ μέντοι καὶ πρὸς τούτοις καὶ τὰ τῶν παλαιῶν ὀνόματα ἐναργὲς τεκμήριον τοῦ ταύτην εἶναι φωνὴν τὴν πρὸ τῆς συγχύσεως, καὶ ταύτῃ τὸ ζητούμενον ἑρμηνεύεται, ἐφ' ὧν κατ' οὐδεμίαν ἔστι γλῶσσαν τὸ σημαινόμενον ἐπιλύσασθαι, οἷον τοῦ Ἀδὰμ καὶ τῶν λοιπῶν αἱ προσηγορίαι δι' ἑτέρας οὐδεμιᾶς ἑρμηνεύονται, εἰ μὴ διὰ τῆς Ἑβραϊκῆς καὶ μόνης. ταύτην γὰρ τὴν γλῶσσαν καὶ Συριακὴν λέγουσιν, ὡς ὁ πολυμαθὴς οὕτω μαρτυρεῖ Ὠριγένης, ἑρμηνεύων ἐκ τῆς Συριακῆς βίβλου καὶ ἑξῆς Συριακὴν εἰπὼν τὴν Ἑβραίων διάλεκτον, ἐπειδὴ γὰρ Συρίαν τὴν Ἰουδαίαν καὶ Σύρους οἱ παλαιοὶ τοὺς Παλαιστίνους ὠνόμαζον. ὁ μὲν οὖν πύργος οἰκοδομήθη ἐπὶ Ἑβὲρ ἐν ἔτεσι