ἀντεισῆκται κληρονομίαν, ἅμα δὲ καὶ ἑαυτῷ τὸ ἀσφαλὲς περιποιούμενος, ἵνα μή τι δεινῶν πάθῃ ὁποῖα πολλὰ κατ' αὐτοῦ προβεβούλευτο, τῆς μεγαλοπόλεως ἀπάρας εἰς Ἀδριανούπολιν ἄπεισι· καὶ τὸ ἐκεῖσε στρα τιωτικὸν ἄθροισμα εὑρὼν τῇ μὲν τοῦ Βοτανειάτου βασιλείᾳ ὡς τὰ πολλὰ ἀπεχθανόμενον, αὐτῷ δὲ προστιθέμενον καὶ εἰς βασιλέα τοῦτον αἱρούμενον, ἅτε καὶ ὑπ' αὐτῷ στρατάρχῃ πολλὰς ἀνδραγαθίας διαπραξάμενον, καὶ ὁμοῦ καὶ ἄκοντα τοῦτον πρὸς ἀνάρρησιν βιαζόμενον, δέχεται τὴν τούτων βουλὴν καὶ ἀνακαλεῖται τὴν κληρονομίαν τοῦ θείου αὐτοῦ ἐφ' ᾗ δεδικαίωτο. Καὶ δῆθεν μὲν εἰς ἑαυτὸν περιάγει τὰ σκῆπτρα, πλὴν οὐχ ὥστε τὸν πορφυρογέννητον ἀποστερῆσαι τούτων ἱκανῆς ἤδη καὶ ἀξιόχρεω γενόμενον καταστάσεως. Πῶς γάρ, ὃς καὶ πρότερον οὐκ ἀνῆκε πάντα κάλων κινῶν ὥστε τῷ ἀδελφοῦ θρόνῳ τοῦτον ἐγκαθιδρῦσαι; ∆ιὰ τοῦτο γὰρ εὐθὺς τὴν ἰδίαν θυγατέρα τῷ πορφυρογεννήτῳ φέρων συνάπτει καὶ συμβασιλεύειν αὐτῷ καὶ συνοικονομεῖν τὰ τῆς βασιλείας ἐπευδοκεῖ καὶ μὴν καὶ τῆς συνήθους εὐφημίας καὶ ἀναρρήσεως αὐτῷ κοινωνεῖ καὶ τῆς ἐν γράμμασιν ἐρυθρᾶς ὑποσημασίας, προμνηστευόμενος ἐντεῦθεν αὐτῷ τὰ σκῆπτρα καὶ σκοπῶν τέλεον, καιροῦ καλοῦντος, ἀναγαγεῖν αὐτὸν εἰς τὸν τῆς βασιλείας θρόνον, ὁπηνίκα καὶ τὴν τοῦ πολλοῦ πλήθους δυνηθείη περὶ αὐτὸν ἀγαθὴν ῥοπὴν ἐπισπάσασθαι καὶ τὴν προτέραν μῆνιν περιελεῖν. Καὶ τάχ' ἂν εἰς ἔργον ἐκβέβηκε τὸ οἰκονομούμενον, εἰ μὴ βαρεῖα νόσος πρότερον τῷ πορφυρογεννήτῳ εἰσφρήσασα, μὴ συγχωροῦσα τούτῳ τῆς τοιαύτης ἐπιβῆναι ἀρχῆς, μετ' οὐ πολὺ τῶν ἐνταῦθα προήρπασεν. p.9 Ἀλλὰ καὶ ὁπηνίκα ὁ Κομνηνὸς Ἀλέξιος βασιλεὺς ἄρτι γεγονὼς ἐπέβαινε τῆς μεγαλοπόλεως, οὐδὲ τὸν Βοτανειάτην εὕρισκεν ἐπὶ τὸ πρᾶγμα αὐτῷ ἀντιπίπτοντα καὶ ἀντιπαραταττόμενον, ἀλλὰ καὶ οὗτος τῷ δικαίῳ ὑπεξιστάμενος ὅπερ ἐκ συγγενείας εἰς τὴν βασιλείαν τῷ Κομνηνῷ προσαρμόττον ἦν, ἀφιλονείκως τὴν ἀρχὴν ἀποτίθεται, οὐχ ὅπλα αἴρειν ὑπὲρ αὐτῆς ἐθέλων καὶ ἀντιπολεμεῖν, ὅπου τὸ συνειδὸς ἀφ' ἑστίας εἶχεν αὐτὸν καταπολεμοῦν καὶ ἀμφοτέρωθεν πλῆττον, ἔκ τε τῆς περὶ τὴν βασιλείαν ἀλλοτριότητος ἑαυτοῦ καὶ τῆς τοῦ Κομνηνοῦ Ἀλεξίου περὶ ταύτην γνησιότητος. Οὕτω γὰρ καὶ ὁ Κομνηνὸς καὶ οὐχ ἕτερον τρόπον τὴν βασίλειον ἀνακαλεῖται ἀρχήν, δικαίῳ τε δηλαδὴ τῆς πρὸς τὸ Κομνηνικὸν γένος ἐξ αἵματος γνησιότητος καὶ τῆς πρὸς τὸ ∆ουκικὸν ἐξ ἀγχιστείας ἐγγύτητος· ἐκ ∆ουκῶν γὰρ ἁρμοσάμενος τοῦ βίου τὴν κοινωνόν, εἰς μίαν συμφωνίαν ἄμφω τὰ γένη συνῆψε καὶ εἰς ἓν φυτὸν συνεδένδρωσεν, ἅμα δὲ ἐπὶ τῷ ἀρχαιότητι διαφέρειν αἰδεσιμώτερον, ὥς φασι. ∆ιὰ τοῦτο καὶ πάντες τήν τε Κομνηνικὴν ἀρχαιογονίαν καὶ ∆ουκικὴν αἰδούμενοι καὶ τὸν ἐντεῦθεν ἐπὶ τὴν βασιλείαν μᾶλλον ἑτέρου τινὸς δικαιούμενον, τὸν Κομνηνὸν δηλονότι Ἀλέξιον, ἀσμένως ὑπ' ἐκείνου βασιλεύεσθαι εἵλοντο. Εἰ γάρ τις ἀνὰ ῥοῦν ὥσπερ ἀναδραμεῖν βούλοιτο, εὑρήσει τὸ τῶν ∆ουκῶν γένος ὥσπερ ἐκ πρώτης ἀναβλύσαν τῆς τοῦ μεγάλου Κωνσταντίνου φυλῆς, καθότι καὶ ὁ πρῶτος ∆ούκας ἐκεῖνος, εἷς ὢν τῶν μετὰ τοῦ μεγάλου Κωνσταντίνου τῆς πρεσβυτέρας Ῥώμης ἀπαναστάντων καὶ πρὸς τὴν νεωτέραν μετοι κησάντων, καθ' αἷμα τῷ μεγάλῳ Κωνσταντίνῳ καὶ γνησιώτατα προσωκείωτο· ἐκείνου τε γὰρ ἐξάδελφος ἦν καὶ τὴν τοῦ δουκὸς Κωνσταντινουπόλεως ἀξίαν παρ' αὐτοῦ ἐγκεχείριστο, κἀντεῦθεν καὶ πάντες ἐξ αὐτοῦ κατωνομάσθησαν οἱ ∆ουκώνυμοι. p.10 Οὕτως οὖν ὁ βασιλεὺς Ἀλέξιος τὴν βασιλείαν ἀνακαλεσάμενος καὶ ὑπ' αὐτῆς τιμηθείς, οὐχ ἧττον δὲ καὶ ταύτην τιμήσας, οἷς ἄρα πολλοῖς καὶ μεγάλοις ἔργοις εἰργάσατο τροπαίων πληρώσας ἑῴαν λῆξιν καὶ ἑσπερίαν, καθὼς αὐτὰ δηλοῦσι τὰ πράγματα, πρὸς αὐτῇ τῆς ζωῆς ἐκδημίᾳ παραπέμπει τὰ σκῆπτρα πρὸς τὸν οἰκεῖον υἱὸν Ἰωάννην, ὡς ἐξ ἀμφοῖν δίκαιον πρὸς τὸ κρατεῖν προτιμώμενον, ἀπό τε τῆς Κομνηνικῆς φυλῆς δηλονότι οὕτω πρὸς τὴν βασιλείαν κληρωθείσης ὡς προδιείληπται καὶ ἀπὸ τοῦ ∆ουκικοῦ βασιλείου ῥιζώματος, οὗ καὶ ἡ τούτου μήτηρ ἐξέφυ καρπὸς εὐγενής. Καὶ τίς γὰρ μετὰ τὸν