θεράποντας μεθ' ἑτέρου τινὸς τῶν αὐτοῦ θεραπόντων ἔνθα τὸν Κοντοστέφανον ἔσεσθαι ἔλεγον ἀπῄει καὶ θεασάμενος αὐτὸν πόρρωθεν φωνοῦντα, περικαλύπτων τὴν κεφαλήν, ὑπεκρίθη μὴ ὁρᾶν αὐ τόν, δοκιμάζοντος οἷον· ἐκείνου δὲ τὸν Παλαιολόγον γνωρίσαντος καὶ μᾶλλον αὐτὸν ἀνακαλουμένου, ἐπεὶ τοὺς Τούρκους πλησιάζοντας ἐθεάσατο, δεῖν ἔγνω μὴ ἐπὶ πλέον τὴν σκηνὴν ὑποκρίνεσθαι καὶ πλησιάζων αὐτῷ ἑτέρωθι βλέπων ἐφώνει· "Ποῖος τὸν Κοντοστέφανον ἐθεάσατο"; Ὁ δὲ ἐπὶ πλέον ἐφώνει τοῦτον ἀνακαλούμενος. Ἀπελθὼν οὖν εἰς αὐτὸν καὶ κελεύσας ἐποχηθῆναι εἰς ὃν αὐτῷ ἐκόμισεν ἵππον ὑπέστρεψε σὺν αὐτῷ. Καταλαβόντες δὲ ἔνθα ὁ Παλαιολόγος τὸν εὐνοῦχον κατέλιπε παραδοὺς τοῖς ἰδίοις οἰκέταις, συμπαραλαβόντες αὐτὸν κατήλθοσαν ἅμα εἰς Ἑλενούπολιν κἀκεῖθεν εἰς τὴν πόλιν εἰσῄεσαν μετὰ τοῦ καταλειφθέντος στρατεύματος. 4.40 Ὁ δὲ δολιώτατος εὐνοῦχος ἁπάντων ἐπιλαθόμενος καὶ ὥσπερ τὰ αἴσχιστα παθὼν παρὰ τοῦ Παλαιολόγου κατ' αὐτοῦ καὶ τοῦ Κουρτίκη πρὸς τὸν βασιλέα εὐθὺς ἔγραφεν· ἐν δὲ τῷ εἰσέρχεσθαι εἰς τὴν μεγαλόπολιν τοιαῦτα ὁ Κουρτίκης πρὸς τὸν Παλαιολόγον ἔλεγεν· "Ὀψόμεθα πάντως ὅσα κακὰ ὁ ἐκτομίας οὗτος πρὸς ἡμᾶς ἐνδείξεται". Φθασάντων οὖν πρὸς τὰς πύλας τοῦ παλατίου, προεισελθὼν ὁ εὐνοῦχος προσεψιθύρισε τῷ πυλωρῷ ὥστε ἀποκλεῖσαι τούτοις τὴν εἴσοδον· ὁ δ' εὐθὺς τὸ προσταττόμενον ἐπλήρου καὶ ὠθήσας τὸν Παλαιολόγον ἀποκλείει τὴν εἴσοδον. Ἔκτοτε γοῦν ἀνθ' ὧν ἐπεπόνθει ἀγαθῶν οὐκ ἐνεδίδου κατ' αὐτοῦ τυρεύων καὶ παντοίως τὴν αὐτοῦ ἀπώλειαν μελετῶν.