ὑποδέχεσθαι καὶ συνδειπνήσας αὐτῷ τέλος συλλαμβάνει καὶ δεσμώτην ἀποδείξας ἐκπέμπει τοῦτον πρὸς τὸν στρατοπεδάρχην, ὁμήρους λαβὼν ὥστε ἀποδοθῆναί οἱ τὰ συμφωνηθέντα χρήματα. Ἡσθεὶς οὖν ὁ στρατοπεδάρχης ἐπὶ τῷ γεγονότι, ἐπεὶ χρημάτων ἠπόρει, ἐν ἀμηχανίᾳ ἦν ὅ τι καὶ δράσειε· καὶ εὐθὺς ἐκκλησίαν συνήθροιζε καὶ τοὺς περὶ τὴν πόλιν δυναμένους ἐκάλει πρὸς βουλὴν καὶ πάντων συνελθόντων ἤρξατο τῶν πρὸς αὐτοὺς λόγων ἐντεῦθεν· "Ἄνδρες ὁπόσοι παρ' ἐμοῦ ξυνελέγητε σήμερον ἐς τὸ βουλευτήριον, ἀκούσατε τῶν πρὸς ὑμᾶς λόγων. Ἴστε ὅπως ὁ βάρβαρος τὰς τοῦ Ἀρμενιακοῦ διέθετο πόλεις ἁπάσας καὶ ὁπόσα χρήματα ἀφ' ὑμῶν εἰσεπράξετο, ὅσας τε κωμοπόλεις ἐπόρθησε καὶ σώματα ἀνθρώπων κακῶς διέθετο, ποιναῖς ὑποβάλλων ἀφορήτοις ἐξ ἀφορμῆς βραχυτάτης. Ἐπεὶ οὖν ἧκε καιρὸς ἀπαλλάττων ἡμᾶς τῆς ἐκ τούτου κακώσεως, δέον ἐστὶν ἡμᾶς μὴ προέσθαι τοῦτον μηδὲ τὸν καπνὸν φεύγοντας εἰς κάμινον ἐμπεσεῖν· ἐπεὶ γὰρ νεύσει Θεοῦ καὶ σπουδῇ ἡμετέρᾳ ὁρᾶτε νῦν δεσμώτην τὸν βάρβαρον, ὁ δὲ τοῦτον ζωγρήσας ἀπαιτεῖ τὴν τιμήν, αὐτοὶ δὲ χρημάτων ἀποροῦμεν, δέον ἐστὶν ἕκαστον συνεισενεγκεῖν τὰ πρὸς δύναμιν. Εἰ μὴ γὰρ πόρρω βασιλέως ἦν ἢ και ρὸν ἀναμονῆς ἀπῄτει ὁ βάρβαρος, ἔσπευσα ἂν ἐκεῖθεν κομισθῆναι τὰ τῆς τιμῆς· ἐπεὶ δ' ὡς ὁρᾶτε, οὐδέν ἐστι τούτων δυνατὸν γενέσθαι, τὸ δὲ Τούρκων πλῆθος μεγάλως τὴν χώραν λυμαίνεται, μένοντος τοῦ ἀμυρᾶ διὰ τὴν τιμήν, δέον ἐστίν, ὡς ἔφην, πάντας ὑμᾶς συνεισενεγκεῖν, πρὸς τοὺς ἄρχοντας δέ μοι ὁ λόγος, καὶ λήψεσθε πάντα ἐκ βασιλέως ὁπόσα παράσχητε". 2.23 Τούτων ἐκεῖνοι ἀκούσαντες ἐπεχείρουν ταράττειν τὸ πλῆθος καὶ θόρυβος καὶ κραυγὴ ἦν μεγίστη, τῶν μὲν ἀσήμως βοώντων, τῶν δὲ βουλομένων σῴζεσθαι τὸν Οὐρσέλιον· ἐπεβόων γὰρ μηδέν τι δεινὸν παθεῖν πρὸς αὐτοῦ καὶ ἐπειρῶντο ἁρπάζειν τοῦτον ἐκ τῆς οἰκίας καὶ ἀπολύειν ἐλεύθερον. Καὶ τάχα ἂν ἕτερος ὢν ἐταράχθη δῆμον ὁρῶν τοσοῦτον μαινόμενον καὶ θορυβουμένην πόλιν μεγίστην, ὁ δὲ γενναῖος νεανίας, ὁ στρατοπεδάρχης ἐκεῖνός φημι, ἤδη μέν τι δείσας τὸ σύνολον κατασιγάζειν ἤρξατο τῇ χειρὶ τὸν θόρυβον· ὀψὲ δὲ καὶ μόλις γενομένης ἡσυχίας, λόγων ἤρχετο πρὸς τὸ πλῆθος τοιούτων· "Θαυμάζειν ἔπεισί μοι, ἄνδρες Ἀμασειανοί, ὅπως ῥᾳδίως οὕτως ἐξαπατᾶσθε ὑπὸ τῶν κατασοφιζομένων ὑμᾶς καὶ τὴν σφῶν μὲν αὐτῶν ὠφέλειαν ὠνουμένων τῷ ὑμετέρῳ αἵματι, μεγίστης δὲ βλάβης ὑμῖν προξένων γινομένων. Ποία γὰρ ὑμῖν ὄνησις ἐγένετο τῆς τυραννίδος συνισταμένης ὅτι μὴ σφαγαὶ καὶ αἰχμαλωσίαι καὶ πηρώσεις καὶ ἀκρωτηριασμοὶ μελῶν; Ἀλλ' ὑμεῖς μὲν οὕτω κακῶς ἐπάσχετε, οἱ δὲ νῦν ὑμᾶς πρὸς θυμὸν καὶ θόρυβον ἀνεγείροντες διετήρουν μὲν ἀσινῆ τὰ οἰκεῖα τὸν βάρβαρον θεραπεύοντες, ἀπελάμβανον δὲ καὶ τῶν ἐκ βασιλέως δωρεῶν, ὅτι μὴ σφᾶς τε καὶ τὴν πόλιν ἐνεχείρισαν τῷ βαρβάρῳ· ὑμῶν δὲ οὐδὲ ἕνα λόγον ἐποιήσαντο πώποτε. ∆ιά τοι τοῦτο καὶ αὖθις βούλονται τὴν τυραννίδα συνίστασθαι, ἵνα τῷ τυράννῳ μὲν χρηστὰς ὑποσαίνοντες ἐλπίδας ἀσινῆ τὰ οἰκεῖα διατηρῶσιν, ἐκ βασιλέως δὲ ἀπαιτῶσιν αὖθις τιμάς τε καὶ δωρεάς. Ἢν δέ τι καὶ νεωτερισθείη, αὐτοὶ μὲν πόρρωθεν ἑαυτοὺς τοῦ δράματος ἐξαγαγεῖν πειράσονται, τὸν δὲ βασιλέως ὅλως θυμὸν ἐξάψωσι καθ' ὑμῶν. Ἀλλ' εἴ τί μοι πείθεσθε, τοὺς μὲν ὑμᾶς πρὸς θόρυβον διεγείραντας ἔρρειν ἐάσατε, ἀπίτω δὲ ἕκαστος εἰς τὴν οἰκίαν αὐτοῦ καὶ τὰ λεχθέντα σκοπείτω καὶ εἴσεσθε ὁποῖος ὑμῖν βου λεύεται τὰ ξυμφέροντα". Τούτων ἀκοῦσαν τῶν ῥημάτων τὸ πλῆθος ἐπῄνει τὰ λεχθέντα καὶ ἅπαντες ὑπεχώρουν. 2.24 Ὁ δὲ στρατοπεδάρχης δείσας μὴ καὶ αὖθις οἱ δυνατοὶ τὸ πλῆθος διεγείρωσι καὶ τὸν Οὐρσέλιον διαρπάσωσι, βουλὴν βουλεύεται πάνυ μὲν συνετήν, πάνυ δὲ καὶ φιλάνθρωπον. Τίς δ' ἡ βουλή; Προσκαλεῖται τὸν δήμιον· ἀνάπτεται πῦρ· ἐκπυροῦται σίδηρος· ῥίπτεται κατὰ γῆς ὁ Οὐρσέλιος· φωνεῖν καὶ στένειν γοερὸν παραγγέλλεται ὡς δῆθεν τῶν ὀμμάτων στερούμενος. Ὁ δὲ πείθεται καὶ τὴν οἰκίαν ἐπλήρου φωνῶν τε καὶ στεναγμῶν· εἶτα τοῖς τούτου βλεφάροις ἐπιτίθεται φάρμακον ἀκεσώδυνον καὶ ἐπὶ τῷ φαρμάκῳ κάλυμμα· ἕωθεν δὲ πρὸς τὸ