ὑπερνικῶμεν.» εἰκὸς δ' ὅτι «ἐντυγχάνει» μόνον περὶ τῶν οὐ τηλικούτων μὲν, ὡς ὑπερνικᾶν, οὐ τοιούτων δὲ πάλιν, ὥστε νικᾶσθαι, ἀλλὰ νικώντων. 2.4 ἐχόμενον δὲ τοῦ τί δὲ δεῖ προσεύξασθαι «καθὸ δεῖ οὐκ οἴδα μεν, ἀλλὰ τὸ πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ θεῷ» τὸ «προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ <δὲ> καὶ τῷ νοΐ.» οὐδὲ γὰρ δύναται ἡμῶν ὁ νοῦς προσεύξασθαι, ἐὰν μὴ πρὸ αὐτοῦ τὸ πνεῦμα προσεύξηται οἱονεὶ ἐν ὑπηκόῳ αὐτοῦ, ὥσπερ οὐδὲ ψᾶλαι καὶ εὐρύθμως καὶ ἐμμελῶς καὶ ἐμμέτρως. καὶ συμφώνως ὑμνῆσαι τὸν πατέρα ἐν Χριστῷ, ἐὰν μὴ «τὸ πνεῦμα» τὸ «πάντα» ἐρευνῶν, «καὶ τὰ βάθη τοῦ θεοῦ,» πρότερον αἰνέσῃ καὶ ὑμνήσῃ τοῦτον, οὗ «τὰ βάθη» ἠρεύνηκε καὶ, ὡς ἐξίσχυσε, κατείληφεν. ἐγὼ δὲ οἴομαι συναισθόμενόν τινα τῶν τοῦ Ἰησοῦ μα θητῶν τῆς ἀνθρωπίνης ἀσθενείας, ἀπολειπομένης τοῦ ὃν τρόπον εὔχεσθαι δεῖ, καὶ μάλιστα τοῦτ' ἐγνωκότα, ὅτε ἐπιστημόνων καὶ με γάλων λόγων ἤκουεν ἀπαγγελλομένων ὑπὸ τοῦ σωτῆρος ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ, παυσαμένῳ τοῦ προσεύχεσθαι τῷ κυρίῳ εἰρηκέ ναι· «κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδί δαξε τοὺς μαθητὰς αὐτοῦ.» ὅλος δὲ ὁ εἱρμὸς τοῦ ῥητοῦ οὕτως ἔχει· «καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον ἐν τόπῳ τινὶ, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· κύριε, δί δαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξε προσεύχεσθαι τοὺς μαθητὰς αὐτοῦ» ......................................... ........................................................... ................................... ἆρα γὰρ ἄνθρωπος, ἐντε θραμμένος τῇ νομικῇ κατηχήσει καὶ τῇ ἀκροάσει τῶν προφητικῶν λόγων τῶν τε συναγωγῶν μὴ ἀπολειπόμενος, οὐκ ἠπίστατο ὁπωσ δήποτε εὔχεσθαι, μέχρις οὗ ἴδῃ τὸν κύριον εὐχόμενον «ἐν τόπῳ τινί;» ἀλλὰ τοῦτο ἄτοπον φάσκειν· ηὔχετο μὲν γὰρ κατὰ τὰ Ἰου δαίων ἔθη, ἑώρα δὲ μείζονος ἐπιστήμης ἑαυτὸν δεόμενον εἰς τὸν περὶ τῆς εὐχῆς τόπον. τί δὲ καὶ ὁ «Ἰωάννης ἐδίδασκε τοὺς μαθη τὰς» περὶ τῆς εὐχῆς, ἀπὸ Ἱεροσολύμων καὶ πάσης τῆς Ἰουδαίας καὶ τῆς περιχώρου ἐρχομένους βαπτίζεσθαι πρὸς αὐτὸν, εἰ μή τινα κατὰ τὸ «περισσότερον» εἶναι «προφήτου» ἔβλεπε περὶ τῆς εὐχῆς, ἅπερ εἰκὸς ὅτι οὐ πᾶσι τοῖς βαπτιζομένοις ἀλλὰ τοῖς πρὸς τὸ βαπτίζεσθαι μαθητευομένοις ἐν ἀποῤῥήτῳ παρεδίδου; 2.5 αἱ τοιαῦται δὲ εὐχαὶ αἱ ὄντως πνευματικαὶ, προσευχομένου ἐν τῇ καρδίᾳ τῶν ἁγίων τοῦ πνεύματος, ἀνεγράφησαν, πεπληρωμέναι ἀποῤ ῥήτων καὶ θαυμασίων δογμάτων· ἐν μὲν γὰρ τῇ πρώτῃ τῶν Βασι λειῶν ἐκ μέρους ἡ τῆς Ἄννης (ὅλη γὰρ, «ὅτε ἐπλήθυνε προσευχο μένη ἐνώπιον κυρίου,» λαλοῦσα «ἐν τῇ καρδίᾳ αὐτῆς,» οὐκ † ἐχάρη γραφῇ), ἐν δὲ ψαλμοῖς ὁ ἑκκαιδέκατος ψαλμὸς «προσευχὴ τοῦ ∆αυῒδ» ἐπιγέγραπται, καὶ ὁ ἔνατος καὶ ὀγδοηκοστὸς «προσευχὴ τῷ Μωϋσεῖ, ἀνθρώπῳ τοῦ θεοῦ,» καὶ ὁ πρῶτος καὶ ἑκατοστὸς «προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον κυρίου ἐκχέῃ τὴν δέησιν αὐ τοῦ»· αἵτινες προσευχαὶ, ἐπεὶ ἀληθῶς ἦσαν προσευχαὶ γινόμεναι πνεύματι λεγόμεναί τε, καὶ τῶν δογμάτων τῆς τοῦ θεοῦ σοφίας πε πλήρωνται, ὥστε εἰπεῖν ἄν τινα περὶ τῶν ἐν αὐταῖς ἐπαγγελλομέ νων· «τίς σοφὸς, καὶ συνήσει ταύτας; καὶ συνετὸς, καὶ ἐπιγνώσεται αὐτάς;» 2.6 ἐπεὶ τοίνυν τηλικοῦτόν ἐστι τὸ περὶ τῆς εὐχῆς διαλαβεῖν, ὡς δεῖσθαι τοῦ καὶ εἰς τοῦτο φωτίζοντος πατρὸς καὶ αὐτοῦ τοῦ πρωτοτόκου λόγου διδάσκοντος τοῦ τε πνεύματος ἐνεργοῦντος εἰς τὸ νοεῖν καὶ λέγειν ἀξίως τοῦ τηλικούτου προβλήματος, εὐξάμενος ὡς ἄνθρωπος (οὐ γάρ που ἐμαυτῷ δίδωμι χωρεῖν τὴν προσευχὴν) τοῦ πνεύματος πρὸ τοῦ λόγου τυχεῖν τῆς εὐχῆς ἀξιῶ, ἵνα λόγος πληρέστατος καὶ πνευματικὸς ἡμῖν δωρηθῇ, καὶ αἱ ἐν τοῖς εὐαγγε λίοις ἀναγεγραμμέναι σαφηνισθῶσιν εὐχαί. ἀρκτέον οὖν ἤδη τοῦ περὶ τῆς εὐχῆς λόγου. 3.1 Πρῶτον δὴ τὸ ὄνομα τῆς εὐχῆς ὅσον ἐπὶ παρατηρήσει τῇ ἐμῇ εὑρίσκω κείμενον, ἡνίκα ὁ Ἰακὼβ, φυγὰς γενόμενος τῆς ὀρ γῆς «τοῦ ἀδελφοῦ» ἑαυτοῦ Ἠσαῦ, ἀπῄει «εἰς τὴν Μεσοποταμίαν» κατὰ τὰς ὑποθήκας Ἰσαὰκ καὶ Ῥεβέκκας. οὕτω δὲ ἔχει ἡ λέξις· «καὶ ηὔξατο Ἰακὼβ εὐχὴν, λέγων· ἐὰν ᾖ κύριος ὁ