Scholia in Matthaeum

 αὐτοῦ δίδωσιν ἀγαθά. Τοῖς δὲ ἄγαν πονηροῖς, διὰ τὸ ἀνεν δότως ἁμαρτάνειν τρόπον τινὰ φύσις αὐτοῖς ἡ κακία γίνεται· οἷός ἐστιν ὁ Σατανᾶς καὶ οἱ δαίμονε

 πεπρακὼς αὐτοῦ τὰ ὑπάρχοντα· κακία δὲ ταῦτ' ἦν, τῷ μηκέτι ζῇν τούτοις, νεκρωθῆναι δὲ τῷ κόσμῳ παντὶ καὶ θελήμασι τοῦ αὐτοῦ. Οἵ γε μὴν περὶ μαργαριτῶν

 αὐτεξούσιον, ἀλλὰ τὸ προ γνωστικὸν τοῦ πάντως ἐσομένου δηλοῖ. ∆ιὸ καὶ τὸ οὐαὶ αὐτοῖς ἐπιφωνεῖ, ὡς ἑκουσίως πταίουσι. Κό λασιν δὲ λέγει τοὺς ἀσέμνους ζ

 ὅτι ἐκφύειν φύλλα, ἢ κυπρίζειν, ἢ ὀμφακίζειν, ἢ τρυγᾶσθαι· οἷον οἱ τῆς νη πιότητος, ἢ τῆς συμπληρώσεως τοῦ λόγου, ἢ οἱ τῆς ἐν ἀρετῇ προκοπῆς, ἢ ἀρχῆς·

 ἐξέλθωμεν, τὸν νυμ φίον ἀπαντῆσαι οὐ δυνάμεθα. Λαμπάδα τῆς παρ θενίας ὁ τῆς γνώσεως φωτισμός· ἔλαιον δὲ εἰς τὰς λαμπάδας ἡ ἐν ἐπιγνώσει σπουδὴ, καὶ τῶ

 μόνον εἶδε τὸ ἐνύπνιον, ἀλλὰ καὶ πολλὰ ἔπαθε, καὶ ἐν νυκτὶ πρὸς τὸ φοβερώτερον γίνεσθαι. Ἄλλως τε δὲ Προνοίας ἔργον τὸ ὄναρ, οὐ λεγόμενον μὲν τί ἦν, δ

 

πεπρακὼς αὐτοῦ τὰ ὑπάρχοντα· κακία δὲ ταῦτ' ἦν, τῷ μηκέτι ζῇν τούτοις, νεκρωθῆναι δὲ τῷ κόσμῳ παντὶ καὶ θελήμασι τοῦ αὐτοῦ. Οἵ γε μὴν περὶ μαργαριτῶν γράψαντες, φασὶν ἓξ εἶναι τὰς τούτων διαφορὰς, ὧν κρείττους οἱ κατ' Ἰνδίαν ἐν κόγχαις γενόμενοι ἐκ δρόσου τῆς οὐρανίας. Οἱ ἥττους γοῦν μαργαρῖταί εἰσιν αἱ τοῦ νόμου καὶ τῶν προφητῶν, καὶ τῆς ἄλλης Γραφῆς ζητήσεις, ἃ ὁ ἐμπόνως ζητῶν, ἐμπορίας ἀποδιδόμενος, τὸν κρείττω τούτων ἁπάντων μαργαρίτην Χριστὸν ζητεῖ, πάντα ταῦτα καὶ παρόντα καλὰ ζημίας ἡγούμενος καὶ σκύ βαλα πρὸς τὴν γνῶσιν τοῦ Χριστοῦ. Ἔτι σαγήνη ἐστὶν ἡ ἐκ τῶν παλαιῶν τῆς Γρα φῆς λόγων πλοκὴ, ἣν ἀτελῆ δοκοῦσαν ὁ Χριστὸς ἐλθὼν τετελείωκεν. Αὕτη. εἰς τὴν τοῦδε τοῦ βίου ἐμβαλλομένη θάλασσαν, οὐ φύσεων συνάγει διαφό ρων, ἀλλὰ γνωμῶν αὐτεξουσίων καὶ προαιρέσεων· ὡς εἶναι τὸ ἐκ παντὸς γένους συναγόμενον, ἐπαινε τοὺς καὶ ψεκτοὺς ἐν ταῖς πρὸς τὰ εἴδη τῶν ἀρετῶν, ἢ τῶν κακιῶν ἐπιῤῥεπείαις. ∆ύναται δὲ πρὸς τούτοις τὸ ἐκ παντὸς γένους συναγόμενον δηλοῦν τὴν ἀπὸ παντὸς γένους κλῆσιν. Οὐκ ἂν δὲ τὴν σαγήνην ἑλκύ σωσιν ἐπὶ τὸν αἰγιαλὸν, ἤτοι τὰ ἔξω τοῦδε τοῦ βίου πράγματα, οἱ ἄγγελοι, μὴ πληρωθεῖσαν τῷ πληρώ ματι τῶν ἐθνῶν· πλησθεῖσαν δὲ ἀναβιβάζουσι, καὶ ἕκαστον τῶν ὑπὸ τὴν σαγήνην καλῶν, εἰς τὸ οἰκεῖον τάγμα ἀποκαταστήσονται κατὰ τὰ ὀνομαζόμενα ἐν ταῦθα αὐτῶν ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω βαλοῦσι. Τὸ δὲ ἔξω ἡ κάμινός ἐστι τοῦ πυρὸς, καθώς φησιν ὁ Σωτὴρ ἐν τοῖς ἑξῆς· οἱ μὲν γὰρ φαῦλοι τῶν ἰχθύων ἔξω ῥιπτοῦνται, οἱ δὲ τῶν ἀνθρώπων εἰς τὴν κάμι νον τοῦ πυρός. Στ. μζʹ. Πάλιν· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρα νῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν. Σαγήνης πλοκὴ νοητὴ ἡ ἐκ ποικίλων νοημάτων παλαιὰ καὶ καινὴ Γραφή· Θάλασσα, ὁ κυματούμε νος τῶν ἀνθρώπων βίος. Τὸ πᾶν γένος τὸ ποικίλον 17.297 τῶν ἐν ἀνθρώποις προαιρέσεων, ἡ παντοίων ἐθνῶν κλῆσις. Ἐργάται σαγήνης, ὁ Κύριος καὶ οἱ προσελ θόντες ἄγγελοι διακονεῖν αὐτῷ. Ἀγγεῖα αἱ διάφοροι μοναί. Οὐκ ἀνάγεται δὲ ἡ σαγήνη, ἕως οὗ τὸ πλή ρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Ἢ οὕτως· Σαγήνη ἐστὶν ἡ ἀποστολικὴ διδασκαλία, ἡ ἀδιακρίτως συλλαμβανο μένη Ἰουδαίους καὶ Ἕλληνας, βαρβάρους, Σκύθας, δούλους, ἐλευθέρους, πονηροὺς καὶ ἀγαθούς. Θάλασσα, ὁ τῶν ἀνθρώπων βίος. Αἰγιαλὸς, τὸ τέρμα τούτου. Ἐν δὲ τῇ συντελείᾳ, ὅτε ἀνασπᾶται ἡ σαγήνη, ἀφ ορίζονται ἀπὸ τῶν φαύλων οἱ ἀγαθοὶ, οἱ μὲν τιμώμε νοι, οἱ δὲ κολαζόμενοι. Οὐ γὰρ πάντων τῶν πιστῶν ὅμοιος ὁ τρόπος. Ἵνα δὲ μὴ νομίσῃ τις, ὅτι ἔξω μόνον βάλλονται οἱ ἄπιστοι καὶ πονηροὶ, ἐσήμανεν, ὅτι εἰς διηνεκῆ κόλασιν παραπέμπονται· Καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρὸς, καὶ τὰ ἑξῆς. ΚΕΦ. ΙΗʹ. Στίχ. εʹ. Καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. Παραινεῖ δέχεσθαι τοὺς πιστοὺς ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἓν παιδίον τοιοῦτον, ἢ ἓν τοιούτων τῶν πνευ ματικῶν καὶ μεμορφωμένων τὸν Χριστὸν, κατὰ τὸ ταπεινῶσαι τὸ ἑαυτοῦ πνεῦμα. Κατὰ δὲ τὸν Λουκᾶν, τὸ δεικνύμενον ὑπὸ τοῦ Σωτῆρος παιδίον δέχεσθαι δεῖ ἐν τῷ ὀνόματι αὐτοῦ, ἵνα ἐν αὐτῷ δέξηται τὸν Χριστὸν ὄντα καὶ ἐν τῷ Πνεύματι. Ἢ ἓν τοιοῦτον, ἐπεὶ ἕν εἰσι πάντες οἱ πνευματικοί. Προτρέπει δὲ ὁ λόγος καὶ τὸ δέχεσθαι τῶν ἁπλῶν καὶ πραέων τῇ καρδίᾳ ἐν τῷ λόγῳ Χριστοῦ. Ἀνακόπτων τὸ φιλόνικον τῶν μαθη τῶν (ἐπειδὴ ὅτε οἱ διδάσκαλοι μάχονται, σχίσματα γίνονται πολλῶν σκανδαλιζομένων, βουλομένων τῶν σκανδαλιζομένων ἐπισπᾶσθαι εἰς αὑτοὺς τοὺς ἀκροα τὰς), προλέγει τὴν μετ' αὐτῶν τιμωρίαν. Τοῦτο δὲ ἐπιτεταγμένως ἐλέχθη. Τουτέστιν κἂν εὐτελῆ ἄνθρω πον τῶν πιστῶν σκανδαλίσητε, βαρεῖα ἔσται καθ' ὑμῶν ἡ τιμωρία. Τὴν γὰρ ἀφόρητον τιμωρίαν διὰ τοῦ μύ λου καὶ καταποντισμοῦ σημαίνει, τὴν ἐσομένην μετὰ τῶν τοὺς τοιούτους ὑβριζόντων. Σκάνδαλον γὰρ ἐν ταῦθα τὴν ὕβριν καλεῖ. Ταῦτα δέ φημι, ἐπειδὴ οἱ μι κροὶ εὐσκανδάλιστοί εἰσιν, ἵνα μὴ καταφρονῶμεν αὐ τῶν. Ὁ γὰρ μέγας καὶ τέλειος ἐν ἀρετῇ παντὸς σκαν δάλου καταφρονεῖ. Ἐξ ὧν δὲ προλέγει καὶ θρηνεῖ τοὺς τοιούτους, δίδωσιν αὐτοῖς καιρὸν μετανοίας. Εἰπὼν δὲ, Ἀνάγκη, οὐκ ἀναιρεῖ τὸ