Scholia in Matthaeum

 αὐτοῦ δίδωσιν ἀγαθά. Τοῖς δὲ ἄγαν πονηροῖς, διὰ τὸ ἀνεν δότως ἁμαρτάνειν τρόπον τινὰ φύσις αὐτοῖς ἡ κακία γίνεται· οἷός ἐστιν ὁ Σατανᾶς καὶ οἱ δαίμονε

 πεπρακὼς αὐτοῦ τὰ ὑπάρχοντα· κακία δὲ ταῦτ' ἦν, τῷ μηκέτι ζῇν τούτοις, νεκρωθῆναι δὲ τῷ κόσμῳ παντὶ καὶ θελήμασι τοῦ αὐτοῦ. Οἵ γε μὴν περὶ μαργαριτῶν

 αὐτεξούσιον, ἀλλὰ τὸ προ γνωστικὸν τοῦ πάντως ἐσομένου δηλοῖ. ∆ιὸ καὶ τὸ οὐαὶ αὐτοῖς ἐπιφωνεῖ, ὡς ἑκουσίως πταίουσι. Κό λασιν δὲ λέγει τοὺς ἀσέμνους ζ

 ὅτι ἐκφύειν φύλλα, ἢ κυπρίζειν, ἢ ὀμφακίζειν, ἢ τρυγᾶσθαι· οἷον οἱ τῆς νη πιότητος, ἢ τῆς συμπληρώσεως τοῦ λόγου, ἢ οἱ τῆς ἐν ἀρετῇ προκοπῆς, ἢ ἀρχῆς·

 ἐξέλθωμεν, τὸν νυμ φίον ἀπαντῆσαι οὐ δυνάμεθα. Λαμπάδα τῆς παρ θενίας ὁ τῆς γνώσεως φωτισμός· ἔλαιον δὲ εἰς τὰς λαμπάδας ἡ ἐν ἐπιγνώσει σπουδὴ, καὶ τῶ

 μόνον εἶδε τὸ ἐνύπνιον, ἀλλὰ καὶ πολλὰ ἔπαθε, καὶ ἐν νυκτὶ πρὸς τὸ φοβερώτερον γίνεσθαι. Ἄλλως τε δὲ Προνοίας ἔργον τὸ ὄναρ, οὐ λεγόμενον μὲν τί ἦν, δ

 

ἐξέλθωμεν, τὸν νυμ φίον ἀπαντῆσαι οὐ δυνάμεθα. Λαμπάδα τῆς παρ θενίας ὁ τῆς γνώσεως φωτισμός· ἔλαιον δὲ εἰς τὰς λαμπάδας ἡ ἐν ἐπιγνώσει σπουδὴ, καὶ τῶν ἐντολῶν ἐργασία. Αὕτη γὰρ τὸ ἐν ἡμῖν διαφυλάττει φῶς, 17.305 ἁπλοῦν τὸν ὀφθαλμὸν διατηροῦσα, ὥστε φωτίζεσθαι ὅλον ἡμῶν τὸ σῶμα, κατὰ τὸν τοῦ Κυρίου λόγον. Αἱ μὲν οὖν λαβοῦσαι τὴν ἐπιμελῆ σπουδὴν πρὸς τὴν τῶν ἐντολῶν ἐργασίαν φρόνιμοι· αἱ δὲ ἀμελεῖς μωραὶ, τὸν προσήκοντα καιρὸν ἀναλώσασαι εἰς τὴν τῶν μα ταίων σπουδήν. Τὸ δὲ, ἐκάθευδον, τὴν κοίμησιν τοῦ θανάτου λέγει· τὸ μεσονύκτιον δὲ, τὸ αἰφνί διον δηλοῖ καὶ τὸ ἀπροσδόκητον, ἅμα καὶ τὸ φοβερόν. Καὶ ταῖς μὲν ἐξαναστάσαις πάρεστιν ἃ ἐπόνεσαν· τὴν δὲ ῥᾳθυμίαν περὶ τὴν εὐσέβειαν μηδὲν ἐπιφε ρομένων ἄρχεται στυγνάζειν ἡ ψυχὴ, καὶ οἱονεὶ κατα σβέννυσθαι, καὶ εἰς παραφροσύνην χωρεῖν, ὥστε οἰη θῆναι αὐτὰς διὰ τῆς ἑτέρων ἀρετῆς. ∆ιὸ ἀποδοκιμά ζονται, λεγόντων ἐκείνων, Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν. Πωλοῦσι δὲ τὸ ἔλαιον οἱ διδάσκοντες μι σθοῦ προσεδρείᾳ, προσοχῆς, φιλομαθίας, φιλοπονίας. Ἢ πωλοῦντές εἰσι προφῆται, ἀπόστολοι, εὐαγγελι σταὶ, δι' ὧν τις μαθητευθεὶς τὴν ἀρετὴν ἐργάζεται. ΚΕΦ. ΚΖʹ. Στίχ. ιαʹ. Καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέ γων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὡς ἐπὶ δημοσίῳ ἐγκλήματι κατακριθέντα αὐτὸν ἐρωτᾷ Πιλάτος λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰου δαίων; Ζητεῖ μυκτηρίζων, ἢ ἀμφιβάλλων οὕτως ἐρωτᾷ. Ὁ δὲ Ἰησοῦς ἠρέμα, ὑπαινιττόμενος τὸ ναὶ, ὡς πάντων ἀνθρώπων βασιλεὺς, ἔφη τὸ, Σὺ λέγεις. Ἐπεὶ ὁ μὲν ἀρχιερεὺς δικαστικῶς ἠρώτα λέγων· Εἰπὲ ἡμῖν εἰ σὺ εἶ ὁ βασιλεὺς, Πιλάτος δὲ ἀποφαντικῶς. Ὅρα δὲ εἰ μὴ τὸ μὲν, Σὺ εἶπας, τῷ ἀρχιερεῖ λεγόμενον, τὸν δισταγμὸν αὐτοῦ λεληθότα ἐλέγχει· τὸ δὲ, Σὺ λέγεις, τῷ Πιλάτῳ, τὴν ἀπόφασιν αὐτοῦ κυροῖ. Ἦν γὰρ βασιλεὺς τοῦ Ἰσραὴλ, μήτε εἰπὼν ναὶ, ἵνα μὴ δῷ εὔλογον ἀφορμὴν τῷ Πιλάτῳ καταδικάζειν. ∆ιὰ τὸ ἀμετάτρεπτον αὐτῶν οὐδὲ αὐτοῖς ἀντιφθέγγεται. Καλῶς δὲ οὐδὲ τῷ Πιλάτῳ ἀπεκρίθη, ὅτι ἀμφιβάλλει εἰ χρὴ αὐτὸν πρὸς τὰς ἀδίκους κατηγορίας ἀπολογεῖσθαι, καὶ ὅτι διχογνωμῶν ἐστι περὶ αὐτῶν. ∆ῆλον γὰρ ἦν, ὅτι, εἰ ἀπελογήσατο καὶ παρέστησεν ἑαυτὸν οὐδενὶ ἔνοχον ἐγκλήματος, ἀπέλυσεν ἂν ὁ δικαστὴς αὐτὸν, λαβὼν ὁδὸν τοῦ χρηστὰ περὶ αὐτοῦ ἀποφήνασθαι. Ὅθεν καὶ ὁ ἡγεμὼν ἐθαύμαζεν αὐτὸν, πῶς, δυνάμενος εἰπεῖν πολλὰς ἀπολογίας, ἐσιώπα. ∆ιὸ καὶ ὡς θέλων αὐτὸν ἀπολῦσαι, εἰς τοῦτο αὐτὸν προετρέπετο· ὅτι γὰρ φθόνῳ παρεδόθη, καὶ Πιλάτῳ δῆλον ἦν. Οὐχ ἁπλῶς δὲ θαυμάζει, ἀλλὰ καὶ λίαν· τάχα μὲν διὰ τὸ ἄτρεπτον καὶ ἀτάραχον αὐτοῦ πρὸς θάνατον, καὶ ἐν τούτοις γαληνὸν τοῦ προσώπου· ἢ καὶ τὴν ὑπὲρ ἄνθρωπον αὐτοῦ μακροθυμίαν ἐθαύμαζεν. Εἰκὸς ἄρτι ὑποσπόνδων γενομένων Ῥωμαίοις Ἰουδαίων, τὸ κεχαρισμένον αὐτοῖς ᾤοντο ἐν τῇ ἑορτῇ συγχωρεῖσθαι. Καὶ Σαοὺλ δὲ, συγχωρήσας τῷ λαῷ τὸν Ἰωνάθαν, δηλοῖ πρὶν αὐτοῖς καὶ τοιοῦτον. Ὡς νο 17.308 μίζων δὲ, ὅτι τὸν ἀναίτιον, ἢ τὸν μυρίοις ἐγκλήμασιν ὑπαίτιον αἰτήσονται, εἶπε τοῦτο ὁ Πιλάτος, ὡς δικαίοις οὖσιν. Ἤδει γὰρ, ὅτι οὐδὲν σαφῆ ἔλεγχον εἶχον κατ' αὐτοῦ. Παλαιοῖς δὲ πάνυ ἀντιγράφοις ἐντυχὼν, εὗρον καὶ αὐτὸν τὸν Βαραββᾶν Ἰησοῦν λεγόμενον. Οὕτως γοῦν εἶχεν ἡ τοῦ Πιλάτου πεῦσις ἐκεῖ· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Ἰησοῦν τὸν Βαραββᾶν, ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; Ὡς γὰρ ἔοικε, πατρωνυμία ἦν τοῦ λῃστοῦ ὁ Βαραββᾶς, ὅπερ ἑρμηνεύεται διδασκάλου υἱός. Συντιθέμενον οὖν τὸ τοῦ Βαραμβᾶν ὄνομα σημαίνει υἱὸς τοῦ διδασκάλου ἡμῶν. Καὶ τίνος ἄρα διδασκάλου υἱὸν χρὴ νομίζειν τὸν ἐπίσημον λῃστὴν, ἢ τοῦ ἀνδρὸς αἱμάτων, τοῦ ἐξ ἀρχῆς ἀνθρωποκτόνου, ὃν καὶ μέχρι τῆς δεῦρο μᾶλλον αἱροῦνται οἱ μαθόντες παρ' αὐτοῦ ἀνθρωποκτονεῖν, ἢ τὸν ζωοποιοῦντα τοὺς ἀνθρώπους, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν; Κρινόμενος ὑπὸ τοῦ Πιλάτου, ἐχρημάτιζε τῇ τούτου γυναικὶ, ἵνα τῇ μὲν σιωπῇ τὴν ἀνδρείαν καταπλαγῇ, τῷ δὲ χρηματισμῷ γνῷ, ὅτι οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν κρίνει. ∆ιὰ δὲ τοῦτο αὐτὸς οὐκ εἶδεν ἢ ἵνα μὴ σιωπήσῃ τῷ ὄναρ, ἢ ὅτι οὐκ ἐπιστεύετο, ἢ ὅτι ἀνάξιος ἦν, ἢ ἵνα ἀκούσας ἃ ὑπέμεινεν ἡ γυνὴ, συμπαθήσῃ. Οὐ γὰρ