Scholia in Matthaeum

 αὐτοῦ δίδωσιν ἀγαθά. Τοῖς δὲ ἄγαν πονηροῖς, διὰ τὸ ἀνεν δότως ἁμαρτάνειν τρόπον τινὰ φύσις αὐτοῖς ἡ κακία γίνεται· οἷός ἐστιν ὁ Σατανᾶς καὶ οἱ δαίμονε

 πεπρακὼς αὐτοῦ τὰ ὑπάρχοντα· κακία δὲ ταῦτ' ἦν, τῷ μηκέτι ζῇν τούτοις, νεκρωθῆναι δὲ τῷ κόσμῳ παντὶ καὶ θελήμασι τοῦ αὐτοῦ. Οἵ γε μὴν περὶ μαργαριτῶν

 αὐτεξούσιον, ἀλλὰ τὸ προ γνωστικὸν τοῦ πάντως ἐσομένου δηλοῖ. ∆ιὸ καὶ τὸ οὐαὶ αὐτοῖς ἐπιφωνεῖ, ὡς ἑκουσίως πταίουσι. Κό λασιν δὲ λέγει τοὺς ἀσέμνους ζ

 ὅτι ἐκφύειν φύλλα, ἢ κυπρίζειν, ἢ ὀμφακίζειν, ἢ τρυγᾶσθαι· οἷον οἱ τῆς νη πιότητος, ἢ τῆς συμπληρώσεως τοῦ λόγου, ἢ οἱ τῆς ἐν ἀρετῇ προκοπῆς, ἢ ἀρχῆς·

 ἐξέλθωμεν, τὸν νυμ φίον ἀπαντῆσαι οὐ δυνάμεθα. Λαμπάδα τῆς παρ θενίας ὁ τῆς γνώσεως φωτισμός· ἔλαιον δὲ εἰς τὰς λαμπάδας ἡ ἐν ἐπιγνώσει σπουδὴ, καὶ τῶ

 μόνον εἶδε τὸ ἐνύπνιον, ἀλλὰ καὶ πολλὰ ἔπαθε, καὶ ἐν νυκτὶ πρὸς τὸ φοβερώτερον γίνεσθαι. Ἄλλως τε δὲ Προνοίας ἔργον τὸ ὄναρ, οὐ λεγόμενον μὲν τί ἦν, δ

 

μόνον εἶδε τὸ ἐνύπνιον, ἀλλὰ καὶ πολλὰ ἔπαθε, καὶ ἐν νυκτὶ πρὸς τὸ φοβερώτερον γίνεσθαι. Ἄλλως τε δὲ Προνοίας ἔργον τὸ ὄναρ, οὐ λεγόμενον μὲν τί ἦν, δεικνύον δὲ, ὅτι οὐχ ἵνα μὴ πάθῃ ὁ Ἰησοῦς ἐδείχθη, ἀλλ' ἵνα σωθῇ ἡ γυνή. Μακαρία δὲ ἡ τοιαῦτα ἀπέχουσα ἐν ὀνείροις τὸ παθεῖν, ἵνα μὴ ὑπερπάθῃ. Εἰ δὲ σύμβολόν ἐστιν αὕτη τῆς ποτε ὑπὸ Πιλάτου κυριευομένης Ἐκκλησίας, καὶ οὐκέτι οὔσης αὐτῷ ὑποχειρίου διὰ τὴν εἰς Χριστὸν πίστιν ....... γὰρ, ἀλλόφυλος γὰρ ἡ γυνή. Στίχ. μεʹ. Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. Περὶ ταύτης τῆς ἐκλείψεως καὶ ὁ προφήτης Ζαχαρίας εἰπών· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, φησὶν, οὐκ ἔσται φῶς. Καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν. Καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ. Καὶ οὐχ ἡμέρα, καὶ οὐ νύξ· καὶ πρὸς ἑσπέραν ἔσται φῶς. Εἰπὼν δὲ τὸ σκότος τὸ ἐσκοτίσθαι τοὺς βάλλοντας χεῖρας τῷ φωτί. Ὡς γὰρ Αἰγυπτίοις σκότος, καὶ τοῖς υἱοῖς Ἰσραὴλ φῶς· οὕτως καὶ νῦν τῇ μὲν Ἐκκλησίᾳ φῶς, τοῖς δὲ Ἰουδαίοις σκότος τριῶν ἡμερῶν, φωτὸς πατρικοῦ, ἀπαυγάσματος Χριστοῦ, ἐκλάμψεως ἁγίου Πνεύματος. Καὶ ἐπεὶ ἐν τῇ ἕκτῃ ἡμέρᾳ γεγένηται ὁ ἄνθρωπος, εἰκὸς δὲ αὐτὸν ἐν τῇ ἕκτῃ ὥρᾳ ἐσφάλθαι· τάχα διὰ τοῦτο ὁ ὑπὲρ σωτηρίας ἀνθρώπων πάσχων ὥρᾳ ἕκτῃ ἐκρεμάσθη. Τοῦτό ἐστι τὸ σημεῖον, ὅπερ ἔμπροσθεν αἰτοῦσιν ὑπέσχετο δώσειν, λέγων· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπι 17.309 ζητεῖ, καὶ ἑξῆς· καὶ, Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι. Καὶ γὰρ πολλῷ θαυμαστότερον ἐπὶ τοῦ σταυροῦ προσηλουμένου ταῦτα γενέσθαι ἢ ἐπὶ γῆς βαδίζοντος. Οὐ ταύτῃ δὲ μόνον τὸ παράδοξον ἦν, ἀλλ' ὅτι καὶ ἐκ τοῦ οὐρανοῦ γέγονεν ὅπερ ἐζήτουν, καὶ ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ὅπερ οὐδὲ πρότερον συνέβη, ἀλλ' ἐν Αἰγύπτῳ μόνον, ὅτε καὶ τὸ Πάσχα ἐτελεῖτο· καὶ γὰρ ἐκεῖνα τύπος ἦν τούτων. Ἵνα γὰρ μὴ εἴπωσιν ἔκλειψιν εἶναι τὸ γεγενημένον, διὰ τοῦτο τῇ ιδʹ γίνεται, ὅτε ἔκλειψιν συμβῆναι ἀμήχανον. Ἐν μέσῃ δὲ ἡμέρᾳ, ἵνα πάντες οἱ τὴν γῆν οἰκοῦντες μάθωσιν, ὅτι πανταχοῦ τῆς οἰκουμένης ἡμέρα ἦν. Καὶ Φλέγων δέ τις παρ' Ἕλλησι φιλόσοφος μέμνηται τούτου τοῦ σκότους, ὡς παραδόξως γεγενημένου ἐν τῇ ιδʹ τῆς σελήνης· ὅτε οὐ πέφυκεν ἔκλειψις γίνεσθαι, ὅτε πολὺ ἀπέχει τὸ τοῦ ἡλίου διάστημα, ὅσον ἀπ' ἀρχῆς τοῦ οὐρανοῦ ἕως τέλους. Τότε γὰρ γίνονται ἐκλείψεις, ὅταν πλησιάσωσιν ἀλλήλοις οἱ δύο οὗτοι φωστῆρες. Γίνεται γὰρ ἔκλειψις ἡλίου συνοδικῶς ὑποδραμούσης αὐτὸν σελήνης, οὐ πανσελήνῳ, ὅτε διάμετρός ἐστι τῇ σελήνῃ. Τοῦτο δὲ γέγονεν, ὡς πενθούσης τῆς κτίσεως ἐπὶ τῷ γεγονότι, καὶ διὰ τοῦτο δηλούσης, ὅτι, τῆς παροινίας ταύτης πραχθείσης ἐξ Ἰουδαίων, ἐσκοτίσθη αὐτῶν ὁ νοῦς, καὶ ἀπέστη ἀπ' αὐτῶν ὁ νοητὸς ἥλιος. Εἴτε γὰρ αὐτὸν ἐνόμιζον τοῦτο πεποιηκέναι, ἔδει πιστεῦσαι καὶ φοβηθῆναι· εἴτε οὐκ αὐτὸν, ἀλλὰ τὸν Πατέρα, καὶ ἐκ τούτου ἔδει κατανυγῆναι. Ὀργιζομένου γὰρ ἦν τὸ σκότος ἐκεῖνο, καὶ δεῖγμα τοῦ μέλ- λοντος λαβεῖν τοὺς θεομάχους τε καὶ μιαιφόνους. ∆ιὰ τοῦτο γὰρ μετὰ πάντων τῆς παροινίας τοῦτο γίνεται, ὅτε κόρος ἔλαβε τῶν σκωμμάτων, καὶ πάντων ἐφθέγξαντο ὅσα ἠθέλησαν. ΚΕΦ. ΚΗʹ. Στίχ. ιηʹ. Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Τὸ, Ἐδόθη μοι πᾶσα ἐξουσία, καὶ ἑξῆς, εἰς τὴν ἐνανθρώπησιν νόει. Εἰ δὲ καὶ εἰς τὴν θεότητα ...... θεωρεῖν, καὶ οὕτω λήψῃ τὸ Ἐδόθη μοι ἐξουσία, ἀντὶ τοῦ Ἐχωρήθη. Ἐδόθη, ἠνέχθη μοι, περὶ τοῦ αὐτεξουσίου ἐπιστεύθην. Χώραν ἔσχεν ἡ ζωὴ πρῶτον μὲν ἐν τοῖς ἄνω, εἶτα νῦν καὶ ἐν τοῖς κάτω· οὓς θαῤῥοῦντες βαπτίσατε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Εἷς ὁ σώζων, μία ἡ σωτηρία. Εἷς ὁ ζῶν Πατὴρ, ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα. Εἷς ἐστιν οὐ συναλοιφῇ τῶν τριῶν, ἀλλ' οὐσίᾳ μιᾷ· τρεῖς δὲ ὑποστάσεις τέλειαι ἐν πᾶσι, καὶ κατάλληλοι. Κατὰ φύσιν ἐγέννησεν ὁ Πατήρ· διόπερ ὁμοούσιος ἐγεννήθη. Οὐ σῶμα ὁ Θεός· διὰ τοῦτο οὐκ ἀσταρεῦσιν ἢ κίνησιν, ἤ τι τῶν τοιούτων, ἃ ἐν τοῖς σώμασι θεωρεῖται, ὁ Θεὸς ὁ ἀσώματος ἐγέννησεν. Ἐνυπόστατος ἡ γέννησις· ἀπετέχθη ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὁ Υἱός.