ὁμονοίας φυγήν, οἱ πλεῖστοι τῶν εὐζώνων καὶ γλιχομένων αὐτῆς φυγάδες τῆς χώρας κατέστημεν, ἀκινδύνως καὶ ἀπραγμόνως οἰκεῖν τὴν θρεψαμένην οὐ δυνάμενοι διὰ τὴν σχέσιν τῆς ἀληθείας, εἴ πως ὑμᾶς εὑρόντες, τὰς ὀλίγας ταύτας ἡμέρας τὰς λειπομένας τῷ βίῳ κατὰ τὸ Εὐαγγέλιον ζήσωμεν. 7 {Ο ∆ΙΑΚ.} Ὡς ἔοικε, θαυμάσιε πάτερ, ὑπὸ τῆς προνοίας ἡμῖν ἀπεστάλης· συνᾴδουσαν γὰρ εὑρίσκω ταῖς ἡμετέραις ἀνίαις τὴν σὴν ἀλγηδόνα. οἶμαι γάρ σε τῆς συνόδου εἶναι Ἰωάννου τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως. {Ο ΕΠΙΣΚ.} Οὕτως ἔχει ὡς εἴρηκας. {Ο ∆ΙΑΚ.} Παρακέκλησο τοίνυν, ἐπὶ Θεοῦ μάρτυρος, μετὰ πάσης ἀληθείας ἡμῖν διηγήσασθαι περὶ ὧν κατὰ μέρος μαθεῖν ἐπειγό μεθα· ὡς εἰδὼς τοῦτο, ὅτι εἴ τι παρὰ τὴν ἀλήθειαν ἡμῖν ἀπαγ γείλῃς, ἕξεις μὲν τὸν Θεὸν δικαστὴν καὶ κριτήν, ἐλεγχθήσῃ δὲ καὶ παρ' ἡμῶν ἑτέρως μαθόντων. οὐ γὰρ εἷς ἢ δύο ἢ τρεῖς ἢ δέκα ἢ οἱ τυχόντες ἡμῖν ἀφηγήσαντο περὶ τῶν ἐν Κωνσταντινουπόλει συμβάντων, ἀλλὰ καὶ πλείους, καὶ τούτων οἱ μὲν ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ τοῦ τάγματος τῶν μοναχῶν. καὶ εἰ βούλει συντόμως μαθεῖν τὰ τῆς ἐκκλησίας Ῥωμαίων, παρέχω σοι τὴν γνῶσιν. πρῶτος πάντων παραγέγονε πρὸς ἡμᾶς ἀναγνώστης Ἀλεξανδρεὺς μετὰ γραμμάτων Θεοφίλου τοῦ πάπα, ἐν οἷς προσ ανέφερεν καθῃρηκέναι τὸν Ἰωάννην. οἷς γράμμασιν ἐντυχὼν ὁ μακάριος πάπας Ἰννοκέντιος μικρὸν ἀνετράπη, προπετείας καὶ τύφου καταγνοὺς Θεοφίλου, ὅτι καὶ μόνος γεγράφηκε καὶ σαφῆ τὴν γνῶσιν οὐκ ἔπεμψεν, ἢ δι' ὃ καθεῖλεν ἢ μετὰ τίνων καθεῖλεν. ἐπὶ τούτοις διαπορῶν ἔμενεν, ἀντιγράφειν οὐ θέλων διὰ τὸ κοῦφον τοῦ πράγματος. ἐν οἷς Εὐσέβιός τις διάκονος τῆς Κωνσταντινου πολιτῶν ἐκκλησίας, ἐκκλησιαστικῶν ἕνεκεν διατρίβων ἐν τῇ Ῥώμῃ, προσελθὼν τῷ πάπᾳ Ἰννοκεντίῳ, ἐντευκτικοὺς λιβέλλους ἐπέδωκεν, ὁρκίζων αὐτὸν μικρὸν ἀναμεῖναι χρόνον, ὀψόμενον τῆς συσκευῆς τὴν ἀποκάλυψιν. ἐν οἷς ἐπέστησαν μετὰ τρεῖς ἡμέρας ἐπίσκοποι τέσσαρες τοῦ μέρους Ἰωάννου, ἄνδρες εὐλαβεῖς, Παν σόφιος Πισιδίας, Πάππος Συρίας, ∆ημήτριος Γαλατίας δευτέρας, Εὐγένιος Φρυγίας, ἀναδόντες ἐπιστολάς, μίαν πρὸς ταῖς δυσί, τὴν μὲν Ἰωάννου τοῦ ἐπισκόπου, τὴν δὲ τεσσαράκοντα ἐπισκόπων 8 ἑτέρων κοινωνικῶν Ἰωάννου, τὴν δὲ λοιπὴν τοῦ κλήρου Ἰωάννου, συμφώνους τὰς τρεῖς ἀπαιδεύτων θόρυβον σημαινούσας. εἶχεν δὲ τὸ ὕφος τῆς ἐπιστολῆς τοῦ ἐπισκόπου Ἰωάννου· <ΚΕΦΑΛΑΙΟΝ Βʹ> "Τῷ δεσπότῃ μου αἰδεσίμῳ καὶ ὁσιωτάτῳ ἐπισκόπῳ Ἰννο κεντίῳ Ἰωάννης ἐν Κυρίῳ χαίρειν. "Καὶ πρὸ τῶν γραμμάτων οἶμαι τῶν ἡμετέρων ἀκηκοέναι τὴν εὐλάβειαν ὑμῶν τὴν παρανομίαν τὴν ἐνταῦθα τολμηθεῖσαν. τὸ γὰρ μέγεθος τῶν δεινῶν οὐδὲ ἓν μέρος τῆς οἰκουμένης ἀφῆκεν ἀνήκοον εἶναι τῆς χαλεπῆς ταύτης τραγῳδίας, ἀλλὰ καὶ πρὸς αὐτὰς τὰς τῆς γῆς ἐσχατιὰς φέρουσα ἡ φήμη τὰ γεγενημένα, πολὺν πανταχοῦ θρῆνον καὶ ὀλοφυρμὸν εἰργάσατο. ἀλλ' ἐπειδὴ οὐ θρηνεῖν δεῖ ταῦτα μόνον, ἀλλὰ καὶ διορθοῦν καὶ σκοπεῖν ὅπως ἂν ὁ χαλεπώτατος οὗτος σταίη χειμὼν τῆς ἐκκλησίας, ἀναγκαῖον εἶναι ἐνομίσαμεν τοὺς κυρίους μου τοὺς τιμιωτάτους καὶ εὐλαβεστάτους ἐπισκόπους ∆ημήτριον, Πανσόφιον, Πάππον, Εὐγένιον πεῖσαι, τὰς ἑαυτῶν ἐκκλησίας ἀφεῖναι, καὶ πελάγους κατατολμῆσαι τοσούτου, καὶ μακρὰν ἀποδημίαν στείλασθαι, καὶ πρὸς τὴν ὑμετέραν δραμεῖν ἀγάπην, καὶ πάντα σαφῶς ἀνα διδάξαντας ταχίστην παρασκευάσαι γενέσθαι τὴν διόρθωσιν. οἷς καὶ τοὺς τιμιωτάτους <καὶ> ἀγαπητοὺς διακόνους Παῦλον καὶ Κυριακὸν συνεπέμψαμεν. καὶ οὗτοι δέ, ὡς ἐν εἴδει ἐπιστολῆς, ἐν βραχεῖ διδάξουσιν ὑμῶν τὴν ἀγάπην τὰ γεγενημένα. ὁ γὰρ τῆς ἐκκλησίας τῆς Ἀλεξανδρείας τὴν προεδρίαν ἐγχειρισθεὶς Θεόφιλος, ἐντυχόντων τινῶν τῷ εὐσεβεστάτῳ βασιλεῖ κατ' αὐ τοῦ, κελευσθεὶς ἀφικέσθαι μόνος, συναγαγὼν μεθ' ἑαυτοῦ πλῆθος Αἰγυπτίων οὐκ ὀλίγων παραγίνεται, καθάπερ ἐκ προοιμίων 9 δεῖξαι βουλόμενος, ὅτι εἰς πόλεμον καὶ παράταξιν ἀφικνεῖται. εἶτα τῆς μεγάλης καὶ θεοφιλοῦς Κωνσταντινουπόλεως ἐπιβάς, οὐκ εἰς ἐκκλησίαν ἦλθεν κατὰ τὸν ἄνωθεν κρατήσαντα θεσμόν, οὐχ ἡμῖν