In occursum domini

 κληθήσεται, εἰς τὸν κύριον μόνον ἀναφέρεται. Μὴ ἆρα ὁ Κάϊν ἅγιος, ὁ ἐν βεβηλότητι τὸ ζῆν ἀπορρήξας, ἐπειδὴ πρὸ πάντων οὗτος τῆς μητρικῆς μήτρας ἔξαρχο

 ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Ὑπερέ βαλεν αὕτη τὴν ὑπὸ τοῦ ἀποστόλου μακαρισθεῖσαν καὶ τοῖς ἔτεσι καὶ τοῖς πολιτεύμασιν. Ἡ γὰρ προφητε

 οὐκ ἐρύπωσε τὴν νυμφικὴν σινδόνα, οὐχ ἥψατο αὐτῆς ὁ ἔλεγχος Παύλου λέγοντος· Ὅταν δὲ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα ὅτι τ

 διαλογισμοὺς ῥομφαίαν προσηγόρευσεν ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς ἁπτομένους νεφρῶν καὶ μυελῶν; Τούτοις δὲ περιέπεσεν ἡ παρθένος μηδέπω τὴν δύναμιν τῆς

οὐκ ἐρύπωσε τὴν νυμφικὴν σινδόνα, οὐχ ἥψατο αὐτῆς ὁ ἔλεγχος Παύλου λέγοντος· Ὅταν δὲ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ὄντως κρίματος ἀξία ἡ τὴν μνήμην συνθάψασα τῷ θεοζεύκτῳ συζύγῳ, καὶ μάλιστα τέκνου ἢ τέκνων παρόντων διὸ καὶ ὁ νόμος τοῦ γάμου πεφυτούργηται· εἰ δὲ μὴ πρόσεστι τῇ νέᾳ χήρᾳ τέκνον, εἰκὸς αὐτὴν ἐπὶ δεύτερον γάμον ὁρμᾶν τῷ ἔρωτι τῆς φιλοτεκνίας νυττομένην. Ἐπειδὴ καὶ τοῦτο παραινῶν ὁ μακάριος Παῦλος κέκραγεν· Βούλομαι νεωτέρας χήρας γαμεῖν· εἶτα δεικνὺς τί τὸ σύμβολον τῆς προκοπῆς τοῦ δευτέρου γάμου προσέθηκε λέγων· Βούλομαι νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Ὥστε περὶ τῆς παιδοποιΐας ἡ προσθήκη τοῦ δευτέρου γάμου· ὅταν δὲ πρόσεστι τῇ ὁρμησάσῃ νέᾳ χήρᾳ πρὸς γάμον τέκνα, περιττὸς λοιπὸν ὁ τοιοῦτος σπόρος τῶν λογικῶν σταχύων ἀντεριζόντων.

Πάλιν οὖν τῷ λόγῳ ἐπανέλθωμεν· τί οὖν ὁ εὐαγγελιστής; Καλὸν γὰρ τῆς πάσης πραγματείας ἐπιλαβέσθαι. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος πῶς ὁ Συμεὼν πρὸς τὴν παρθένον ἔφη· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. Τί ἐστι Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία; Ἄκουε συνετῶς. Τοῦ Συμεῶνος εἰρηκότος περὶ τοῦ κυρίου εἰς ἐξάκουστον τῶν παρθενικῶν ἀκοῶν τό· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, ἠγανάκτησεν εἰκὸς ἡ μήτηρ τοῦ κυρίου κατὰ τοῦ Συμεῶνος λέγουσα πρὸς αὐτόν· Οὐκ οἶδας τί διαγορεύεις, ἄνθρωπε. Ἐπὶ τὸν Χριστὸν σκυθρωπὰ καταγγέλλεις; Οὐκ οἶδας τὴν σύλληψιν τοῦ παιδίου καὶ ὡς περὶ κοινοῦ τόκου σημεῖον ἀντιλογίας μηνύεις. Οὐδεμία πτῶσις ἐν αὐτῷ, ὕψωσις δὲ πολλὴ καὶ συγκατάβασις τοῖς εὐεργετουμένοις. Τί οὖν οὐκ εὐλογεῖς φάσκων· Ἰδοὺ οὗτος κεῖται οὐκ εἰς πτῶσιν, ἀλλ' εἰς ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ· διὰ τί δὲ Καὶ εἰς σημεῖον ἀντιλεγόμενον; Ὁ δὲ Συμεὼν πρὸς τὴν παρθένον· Ἀρκεῖ σοι, παρθένε, τὸ μητέρα σε κληθῆναι· ἱκανόν σοι τὸ τροφὸν εὑρεθῆναι τοῦ τρέφοντος τὸν κόσμον· μέγα σοι τὸ σαρκὶ βαστάσαι τὸν τὰ πάντα βαστάζοντα. Ὁ ἐν σοὶ νῦν Χριστὸς κατοικήσας καὶ ἐν ἐμοὶ νῦν ὁ αὐτὸς τὰ περὶ αὐτοῦ λαληθῆναι παρεσκεύασεν ὅτι Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ· εἰς πτῶσιν τῶν ἀπίστων Ἰουδαίων, εἰς ἀνάστασιν δὲ τῶν πιστευόντων ἐθνῶν. Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ εἰς ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον· σημεῖον ἀντιλογίας τὸν σταυρὸν προσαγορεύσας.

Ἐπειδὴ ἐν αὐτῷ τῷ σταυρῷ πολλοὶ τῶν ἀπίστων ἀντιλογίας ῥήματα προσήνεγκαν τῷ κυρίῳ λόγοις καὶ ἔργοις κωμῳδοῦντες, καλάμῳ τύπτοντες, ὄξος ποτίζοντες, χολὴν προσάγοντες, ἀκάνθινον στέφανον περιτιθέντες, λόγχῃ τὴν πλευρὰν νύττοντες, χερσὶ ῥαπίζοντες, ὀνειδιστικοῖς λόγοις βοῶντες· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Τοῦτο οὖν ἑρμηνεύων ἔλεγε· Καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Πολλοὶ ἀντεῖπον ὅτε Πέτρος ἠρνεῖτο καὶ πάντες οἱ ἀπόστολοι ὡς ἀποίμαντα πρόβατα διεσκορπίζοντο. Ἐν τῷ οὖν σταυρικῷ σημείῳ καὶ αὐτῆς τῆς παρθένου ἐπεπλήρωτο ἡ καρδία λύπης· διὸ καὶ ἔλεγε· ∆ιὰ τί μὴ προετελεύτησα; ∆ιὰ τί δὲ τὴν ἡμέραν ταύτην κατέλαβον; Παρθένος μεμένηκα καὶ μείζονα μητέρων τοῖς σπλάγχνοις δάκνομαι. Τούτους τοὺς ἀπείρους διαλογισμοὺς τῆς παρθένου ῥομφαίαν ὁ Συμεὼν προσηγόρευσεν ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς σκάνδαλα προσοίσοντας, καθὼς ὁ κύριος προεῖπε· Πάντες ἐν ἐμοὶ σκανδαλισθήσεσθε ἐν τῇ νυκτὶ ταύτῃ. Ὅθεν καὶ ἐπήγαγεν ὁ Συμεὼν φάσκων· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. Ὁρᾷς πῶς τοὺς ἀπείρους

4