Epistula encyclica

 ὁ σωτὴρ ἐνετείλατο τοῖς μαθηταῖς λέγων· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πν

 ἡγεμόνος καὶ τὴν 3.4 βίαν μαρτυρομένων. παρθένοι γὰρ ἅγιαι καὶ ἀμίαντοι ἐγυμνοῦντο καὶ ἔπασχον ἃ μὴ θέμις, μὴ ἀνεχόμεναι δὲ ἐκινδύνευον· μονάζοντες κα

 ᾐδέσθησαν, ἀλλὰ καὶ ἐν αὐτῇ τοὺς τῆς ἐκκλησίας ἀνθρώπους εἰς φυλακὴν καθεῖρξαν· ὅτε ὁ μὲν κύριος τοὺς πάντας ἐκ τῶν τοῦ θανάτου δεσμῶν ἠλευθέρωσεν, ὁ

 καὶ οὕτως ἡμᾶς ἀποκτεῖναι ζητοῦσι καὶ τοῖς γνωρίμοις ἡμῶν φοβεροὺς ἑαυτοὺς δεικνύουσιν, ὡς πάντας φυ6.4 γαδεύεσθαι καὶ θάνατον παρ' αὐτῶν προσδοκᾶν. ἀ

 ἀδελφοὶ προσαγορεύουσιν ὑμᾶς. ἐρρωμένους καὶ μνημονεύοντας ἡμῶν ὁ κύριος ὑμᾶς διαφυλάξειεν, κύριοι ἀληθῶς ποθεινότατοι.

ᾐδέσθησαν, ἀλλὰ καὶ ἐν αὐτῇ τοὺς τῆς ἐκκλησίας ἀνθρώπους εἰς φυλακὴν καθεῖρξαν· ὅτε ὁ μὲν κύριος τοὺς πάντας ἐκ τῶν τοῦ θανάτου δεσμῶν ἠλευθέρωσεν, ὁ δὲ Γρηγόριος καὶ οἱ σὺν αὐτῷ ὥσπερ ἀντιμαχόμενοι τῷ σωτῆρι καὶ θαρροῦντες τῇ τοῦ ἡγε μόνος προστασίᾳ τὴν ἐλευθέριον ἡμέραν τοῖς τοῦ Χριστοῦ δούλοις πένθος πεποιήκασιν. 5.4 οἱ μὲν γὰρ Ἕλληνες ηὐφραίνοντο δυσωπούμενοι τὴν ἡμέραν, ὁ δὲ Γρηγόριος ἴσως ἐντολὰς πληρῶν τῶν περὶ Εὐσέβιον πενθεῖν ἠνάγκαζε τότε τοὺς Χριστιανοὺς τῇ κακώσει τῶν δεσμῶν. διὰ ταύτης τοίνυν τῆς βίας ὁ ἡγεμὼν ἥρπασε τὰς ἐκκλησίας καὶ ἁρπάσας Γρη γορίῳ καὶ τοῖς Ἀρειομανίταις παρέδωκε. καὶ οἱ μὲν ἐκκήρυκτοι παρ' ἡμῶν διὰ τὴν ἀσέ βειαν γενόμενοι ἐγκαυχῶνται τῇ ἁρπαγῇ τῶν ἐκκλησιῶν, ὁ δὲ τοῦ θεοῦ λαὸς καὶ οἱ κληρικοὶ τῆς καθολικῆς ἐκκλησίας βιάζονται ἢ κοινωνεῖν τῇ ἀσεβείᾳ τῶν αἱρετικῶν Ἀρειανῶν ἢ 5.5 μὴ εἰσέρχεσθαι εἰς τὰς ἐκκλησίας. καὶ γὰρ καὶ τοῖς ναυκλήροις καὶ τοῖς ἄλλοις τοῖς τὴν θάλατταν πλέουσιν οὐκ ὀλίγην βίαν καὶ ἀνάγκην ἐπέθηκεν ὁ Γρηγόριος διὰ τοῦ ἡγεμόνος βασανίζων καὶ μαστίζων, ἄλλους δὲ καὶ δεσμεύων καὶ εἰς τὸ δεσμωτήριον ἐμβάλλων, ἵνα μηδὲ ἀντιλέγωσι τῇ παρανομίᾳ αὐτοῦ, ἀλλὰ καὶ γράμματα παρ' αὐτοῦ λαμβάνωσι. 5.6 καὶ ἵνα μὴ ἄχρι τούτων ἀρκεσθῇ, ἀλλὰ καὶ τοῦ αἵματος ἡμῶν ἐμφορηθῇ, πεποίηκε τὸν ὠμότατον καὶ συνεργὸν αὐτοῦ ἡγεμόνα ψήφισμα ὡς ἐκ προσώπου τοῦ λαοῦ κατ' ἐμοῦ γράψαι τῷ εὐσεβεστάτῳ βασιλεῖ Κωνσταντίῳ ἐπίφθονα ῥήματα περιέχον, ἀφ' οὗ μὴ μόνον ἐστὶ φυγεῖν, ἀλλὰ καὶ μυρίους θανάτους προσδοκᾶν. καὶ ὁ μὲν τὸ ψήφισμα γράψας ἐστὶ παραβάτης ἐκ Χριστιανῶν καὶ εἴδωλα ἀναισχύντως προσκυνῶν, οἱ δὲ ὑπογράψαντές εἰσιν 5.7 ἐθνικοὶ καὶ νεωκόροι τῶν εἰδώλων καὶ σὺν αὐτοῖς Ἀρειανοί. καὶ ἵνα μὴ πολὺς ἐν τῷ γράφειν γίγνωμαι, διωγμός ἐστιν ἐνταῦθα καὶ διωγμὸς οἷος οὐδέποτε γέγονε κατὰ τῆς ἐκκλησίας. ὅλως μὲν γὰρ ἐν τῷ πρὸ τούτου διωγμῷ κἂν φεύγων τις προσηύχετο καὶ κρυπτόμενος ἐβαπτίζετο, ἄρτι δὲ ἡ πολλὴ ὠμότης καὶ τὴν βαβυλωνίαν ἀθεότητα ἐνίκη 5.8 σεν. ὡς γὰρ οἱ τότε κατὰ τοῦ ∆ανιήλ, οὕτω καὶ ὁ θαυμαστὸς Γρηγόριος νῦν τοὺς ἐν ταῖς οἰκίαις προσευχομένους διαβάλλει τῷ ἡγεμόνι καὶ τοὺς λειτουργοὺς μετὰ πάσης ὕβρεως παρατηρεῖται, ὡς ἐκ τῆς τοιαύτης βίας πολλοὺς μὲν ἀβαπτίστους κινδυνεύειν, πολλοὺς δὲ χωρὶς τῶν ἐπισκεπτομένων νοσεῖν καὶ ὀδύρεσθαι πικροτέραν τῆς νόσου τὴν τοιαύτην συμφορὰν ἡγουμένους. τῶν γὰρ λειτουργῶν τῆς ἐκκλησίας διωκομένων οἱ λαοὶ καταγινώσκοντες τῆς ἀσεβείας τῶν αἱρετικῶν Ἀρειανῶν αἱροῦνται μᾶλλον οὕτω νοσεῖν καὶ κινδυνεύειν ἢ χεῖρα τῶν Ἀρειανῶν ἐλθεῖν ἐπὶ τὴν κεφαλὴν αὐτῶν.

6.1 Ἀρειανὸς οὖν ἐστιν ὁ Γρηγόριος καὶ τοῖς Ἀρειανοῖς ἀποσταλείς· οὐ γάρ τις αὐτὸν ᾔτηται πλὴν μόνων αὐτῶν· καὶ διὰ τοῦτο ὡς μισθωτὸς καὶ ἀλλότριος δεινὰ καὶ πικρὰ τοῖς τῆς καθολικῆς ἐκκλησίας λαοῖς ὡς οὐκ οὖσιν ἰδίοις διὰ τοῦ ἡγεμόνος κατεργάζεται. 6.2 ἐπειδὴ γὰρ Πιστόν, ὅνπερ πρότερον οἱ περὶ Εὐσέβιον τοῖς Ἀρειανοῖς κατέστησαν, μετὰ τὸ γράψαι ἡμᾶς περὶ αὐτοῦ πάντες ὑμεῖς οἱ τῆς καθολικῆς ἐκκλησίας ἐπίσκοποι διὰ τὴν ἀσέβειαν εἰκότως αὐτὸν ἀνεθεματίσατε καὶ ἀπεκηρύξατε, τούτου ἕνεκα Γρηγόριον νῦν <οἱ περὶ> τὸν αὐτὸν τοῖς Ἀρειανοῖς ἀπέστειλαν. εἶτα, ἵνα μὴ καὶ δεύτερον αἰσχύνην ὀφλήσωσι γραφόντων ἡμῶν πάλιν κατ' αὐτῶν, διὰ τοῦτο τῇ ἔξωθεν βίᾳ καθ' ἡμῶν ἐχρήσαντο, ἵνα τῶν ἐκκλησιῶν περικρατήσαντες δόξωσιν ἐκφεύγειν τὴν τῶν Ἀρειανῶν ὑπόνοιαν. 6.3 ἀλλ' ἐσφάλησαν καὶ ἐν τούτῳ· οὐδεὶς γὰρ τῶν τῆς ἐκκλησίας ἀνθρώπων ἐστὶ μετ' αὐτῶν, εἰ μὴ μόνοι οἱ αἱρετικοὶ καὶ οἱ δι' αἰτίας ἐκβληθέντες καὶ ὅσοι διὰ τὴν ἀνάγκην τοῦ ἡγεμόνος ὑποκρίνονται. τοῦτο δὲ τῶν περὶ Εὐσέβιόν ἐστι τὸ δραματούργημα· ταῦτα οἱ περὶ Εὐσέβιον ἔκπαλαι μὲν ἐμελέτων καὶ συνετίθουν, νῦν δὲ καὶ ἴσχυσαν πρᾶξαι διὰ τὰς διαβολάς, ἃς διέβαλλον ἡμᾶς βασιλεῖ. ἀμέλει οὐδὲ οὕτως ἡσυχάζουσιν, ἀλλὰ

4