διετυπώσαντο. Παρὰ δὲ τοῖς Αἰγυπτίοις, καὶ μάλιστα τοῖς Ταβεννησιώταις, τοσαύτη σιωπὴ ὑπὸ πάντων παρέχεται, ἡνίκα εἰς τοσοῦτον πλῆθος πολυαρίθμητον τῶν ἀδελφῶν κατὰ τὸν καιρὸν τῆς συνάξεως τῆς τραπέζης αὐτῶν, ὅσην σχεδὸν ἐν ἄλλοις μὴ εὑρίσκε σθαι, οὕτως ὡς μὴ τολμᾷν βρῆξαί τινα παρεκτὸς τοῦ ἀρχηγοῦ τῆς τραπέζης, ὅστις, εἴ τινος χρεία γέ νηται, κρούσματι μᾶλλον ἢ φωνῇ τοῦτο σημαίνει. Καὶ τὰ κουκούλια ἕως κάτω τῶν βλεφάρων φοροῦσιν οὗτοι, ἵνα μὴ, ῥεμβοὺς τοὺς ὀφθαλμοὺς ἔχοντες, περιεργότερον ἀλλήλοις ἐνορῶσι· τῇ δὲ τραπέζῃ μό νον, καὶ τῇ τοῦ τρέφοντος Θεοῦ εὐχαριστίᾳ ἐνατενί ζουσι. Μεγάλη δέ ἐστι φυλακὴ παρ' αὐτοῖς, ὅπως μηδεὶς αὐτῶν ἔξωθεν τῆς τραπέζης τροφῆς μετα λάβῃ. Ἵνα δὲ μή τι δόξωμεν τῶν κοινοβιακῶν κανόνων παραλελοιπέναι, ἐπιμνησθῆναι δεῖ καὶ τῶν ἐν ἄλλοις 28.860 κλίμασι παραδεδομένων διατυπώσεων. Κατὰ πᾶσαν τοίνυν τὴν Μεσοποταμίαν καὶ Παλαιστίνην, καὶ Καπ παδοκίαν, καὶ πᾶσαν τὴν Ἀνατολὴν ἐν τῷ καιρῷ τῆς συνάξεως, τρίτης, καὶ ἕκτης, καὶ ἐνάτης ὥρας, εἴ τις, πρινὴ ὁ πρῶτος ψαλμὸς τελειωθῇ, μὴ ἀπαντήσῃ, τοῦ λοιποῦ εἰς τὸ εὐκτήριον εἰσελθεῖν οὐ τολμᾷ, οὔτε καταμίξαι ἑαυτὸν τοῖς ψάλλουσιν· ἀλλὰ τῶν ἀδελφῶν τὴν ἀπόλυσιν πρὸ θυρῶν ἐκδέχεται ἱστά μενος. Ἐξερχομένων δὲ πάντων, βαλὼν ἐπὶ τὴν γῆν μετάνοιαν, ἐξαιτεῖται τῆς οἰκείας ῥᾳθυμίας συγχώ ρησιν. Ἐν δὲ ταῖς νυκτεριναῖς συνάξεσι δευτέρου ψαλμοῦ, παρέχεται συγγνώμη τοῖς βραδύνουσι παρὰ τούτοις· καὶ ἑβδομάδας οἱ ἀδελφοὶ ἐκ διαδοχῆς ποιοῦ σιν ἔν τε τῷ μαγειρείῳ καὶ τοῖς ἄλλοις καθήκουσιν, ἅμα καὶ ἑαυτοὺς διαναπαύοντες, καὶ νόμον ἀγάπης, διὰ τὸ δουλεύειν ἀλλήλοις, ἀναπληροῦντες. Τοσαύτη δὲ ταπεινοφροσύνη καὶ σπουδὴ ἐν τῇ διακονίᾳ ἐπιτε λεῖται παρ' αὐτοῖς, ὅση οὐκ ἂν δεσπόταις παρὰ δού λων παρασχεθείη. Συμπληρωθείσης δὲ τῆς ἑβδομά δος, τῇ ἀναστασίμῳ ἡμέρᾳ μετὰ τοὺς ἑωθινοὺς ὕμνους ἄλλοις πάλιν τοῖς εἰσερχομένοις ὑπηρετῆσαι τὰ πρὸς τὴν χρῆσιν σκεύη σεσημειωμένα παραδιδόα σιν· ἅτινα δεχόμενοι, τοσαύτην μέριμναν καὶ φρον τίδα εἰς τὴν τούτων παραφυλακὴν ἐνδείκνυνται, μή τι ἐξ αὐτῶν κλασθῇ ἢ ἀπόληται, ὅσην εἰκὸς τὸν πε πιστευμένον σκεύη ἱερὰ καὶ τῷ Θεῷ ἀνατεθειμένα. Ὑφέξειν γὰρ λόγον ἑτοιμάζονται οὐ μόνον ἐν τῷ παρόντι τῷ οἰκονόμῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι τῷ Θεῷ, εἰ τύχοι ἐξ ἀμελείας ἢ ῥᾳθυμίας ἀπολέσθαι τι ἐξ αὐτῶν. Πρὸς πλείονα δὲ πίστιν τῶν εἰρημένων, ὅπερ αὐταῖς ὄψεσιν ἐθεασάμην προσθήσω τῷ διηγή ματι. Ἐν τῇ ἑβδομάδι τινὸς ἀδελφοῦ παριὼν ὁ οἰκο νόμος ὀλίγους κόκκους φακῆς κατὰ γῆν ἐῤῥιμμένους ἐθεάσατο, καὶ οὐ κατεφρόνησεν ὡς οἰκτροῦ καὶ οὐ δαμινοῦ πράγματος· ἀλλὰ πολλὰ ἐγκαλέσας τῷ τὴν ἑβδομάδα πεπιστευμένῳ ἀδελφῷ, δέδωκεν αὐτῷ ἐπι τιμίαν, ὡς ἀμελοῦντι τῶν τῷ Θεῷ ἀνατιθεμένων, καὶ καταπατοῦντι τὴν ἰδίαν συνείδησιν. Τοσαύτῃ γὰρ πίστει καὶ σπουδῇ πάντων ἐπιμελοῦνται, καὶ πάντα διοικοῦσιν, ὡς καὶ αὐτὰ, ἅπερ ἡμῖν εὐτελῆ καὶ κατα φρονήσεως ἄξια φαίνονται, μετὰ πολλῆς προσοχῆς φυλάττειν, οἷον ἀγγεῖον κακῶς κείμενον μεταστῆσαι, σκεῦος ἐῤῥιμμένον συνάξαι, πιστεύοντες καὶ ὑπὲρ τού των μισθὸν ἔχειν παρ' αὐτῷ τῷ ∆εσπότῃ Θεῷ. Τού τους δὲ τοὺς κανόνας τῶν ἑβδομάδων κατὰ πᾶσαν τὴν Ἀνατολὴν εὑρήκαμεν γίνεσθαι. Παρὰ δὲ τοῖς Αἰγυπτίοις οὐχ οὕτω τῶν ἑβδομάδων ἡ ἐναλλαγὴ ἐπι τελεῖται, ἀλλὰ ἑνὶ δοκιμωτάτῳ τῶν ἀδελφῶν ἡ τοῦ μαγειρείου φροντὶς ἐπιτρέπεται, ἐφ' ὅσον ἡ ἀρετὴ τούτου ἐπιδίδωσι, καὶ ἡ ἰσχὺς τοῦ σώματος ὑπουργεῖ ἐν τῇ διακονίᾳ, καὶ μήτε γῆρας αὐτῷ μήτε ἀσθένεια ἐμποδίζει. Καὶ ἐπειδὴ ὁ λόγος ἡμῖν περὶ ὑποταγῆς καὶ ταπεινώσεως εἴρηται, δι' ὧν πρὸς τὸ ἀκρότατον τῆς ἀρετῆς ἀνελθεῖν δυνάμεθα, ἀναγκαῖον ὑπολαμ βάνω ὀλίγα ἐκ πολλῶν τῶν ἐν τοῖς κοινοβίοις διαλαμψάντων ἀγώνων [ἁγίων] Πατέρων κατορθώματα παραδείγματος χάριν προσθεῖναι τῷ διηγήματι. 28.861 ποθῶν ἀποτάξασθαι τῷ κόσμῳ, παραγενόμενος ἐν κοινοβίῳ, ἐπιπολὺ πρὸ τῶν θυρῶν τοῦ μοναστηρίου ἐκαρτέρησεν,
4