μονόφθαλμοι ἐγένοντο. Ἀλλ' ἡ τοῦ Θεοῦ γνῶσις ἐν τῇ καρδίᾳ αὐτῶν ἐτύγχανεν, εἰς οὓς ὁ τοῦ 26.1305 Σωτῆρος λόγος ἔφθασε λέγοντος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Τινὲς δὲ νῦν προδεδώκασι μηδὲν καθόλου αἰκισμὸν παθόντες, ἕνεκεν τριῶν πραγμάτων, φιλαργυρίας τε καὶ ἀπολαύσεως σαρκὸς, βρωμάτων καὶ ποτῶν, καὶ κενοδοξίας, φιλαρχίας καὶ ἀνθρωπίνου φόβου. Ταῦτα γεγραφήκαμεν παρακαλοῦντες ὑμᾶς· ἀλλ' ἔστι μέτρον ἑκάστου κατὰ τὴν ἑκάστου πολιτείαν ἴδιον. Ἕκαστος οὖν ὑμῶν φίλους ἑαυτοῦ ἄνω κτάσθω· διὸ ἡ Γραφὴ λέγει· Ἐν παντὶ καιρῷ φίλος ὑπαρχέτω σοι. Ἀδελφοὶ δὲ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι· τούτου γὰρ χάριν γεννῶνται. Ὅσοι οὖν μιμηταὶ ἑκάστου τῶν προειρημένων εἰσὶ, τούτων συγκληρονόμοι ἔσονται, καὶ τούτους ἕξουσι φίλους ἐν ἡμέρᾳ ἀνάγκης. Εἴ τις πρεσβύτερος τυγχάνει, μιμείσθω Τιμόθεον προεστῶτα καλῶς, καὶ βαθμὸν ἑαυτῷ περιποιοῦντα καὶ πολλὴν παῤῥησίαν ἐν Χριστῷ. Εἴ τις διάκονός ἐστι, μιμείσθω τοὺς περὶ Στέφανον ἑπτὰ πιστευθέντας διακονεῖν, οἳ καὶ πιστοὶ πλήρεις Πνεύματος ἁγίου ἐγένοντο. Εἴ τις ἀναγνώστης, συμμέτοχος γενέσθω τοῦ λέγοντος· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου· καὶ ὡς εἶπεν ὁ Πέτρος· Εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· καὶ, Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου. Ὅσοι μοναχοὶ τέλειοι, ἐχέτωσαν τούτους τοὺς ἁγίους ἄνδρας εἰς φίλους, Ἡλίαν, Ἑλισσαῖον, Ἰωάννην· οἱ δὲ ἐν αὐτοῖς νεώτεροι μιμείσθωσαν τοὺς τότε τρεῖς ἁγίους μετὰ τῶν Μακκαβαίων. Αἱ δὲ παρθένοι προσδοκώμεναί εἰσι μετὰ τῶν συνεταιρίδων ἐν οὐρανοῖς Μαρίας ἅμα ἀδελφῆς Ἀαρὼν, καὶ τῆς Μαρίας καὶ Θέκλης τῆς ἐκτιλάσης τὴν σαρκικὴν ἐπιθυμίαν ἀφ' ἑαυτῆς, καὶ τῶν τεσσάρων θυγατέρων Φιλίππου τῶν προφητευουσῶν. Αἱ δὲ χῆραι πολιτευόμεναι ἔστωσαν ὥσπερ ∆εβόῤῥα κρίνουσα τὸν λαὸν, ἥτις ἐχρημάτισε μήτηρ ἐν Ἱερουσαλήμ· καὶ ὡς Ἰουδὴθ ἐν τῇ φρονιμότητι καὶ ἁγιασμῷ τὴν κεφαλὴν Ὁλοφέρνου ἀφειλαμένη· καὶ ὥσπερ Ἄννα θυγάτηρ Φανουὴλ, ὀγδοήκοντα τεσσάρων ἐτῶν οὖσα, ἦν ἐν τῷ ἱερῷ λατρεύουσα ἐν νηστείαις καὶ δεήσεσι, καὶ ἐπὶ τέλει ἀνθωμολογεῖτο τῷ Κυρίῳ. Ὅσοι πρεσβῦται τῇ ἡλικίᾳ εἰσὶν, ἔστωσαν μιμηταὶ τοῦ ἀγαθοῦ πρεσβείου τοῦ Ἀβραὰμ ἐν τῇ φιλοξενίᾳ, καὶ ὥσπερ Ἰσαὰκ καὶ Ἰακὼβ, Ἰώβ τε καὶ Λώτ. Ὅσαι δὲ πρεσβύτιδες ἢ χῆραι, ζηλούτωσαν τὴν χήραν τὴν ἐν Σαραιπτὰ, καὶ τὴν προσενεγκαμένην τὰ δύο λεπτά. Νῦν δὲ, ἀγαπητοί μου ἐν Κυρίῳ, χωρὶς πολυλογίας, καιρός ἐστι τοῦ πενθῆσαι. Ἐγένετο δὲ μετὰ τὸ αἰχμαλωτευθῆναι τὴν Ἱερουσαλὴμ, καὶ Ἰσραὴλ ἐρημωθῆναι, ἐκάθισεν Ἱερεμίας κλαίων, καὶ ἐθρήνησε τὸν θρῆνον τοῦτον ἐπὶ Ἱερουσαλὴμ, καὶ εἶπε· Πῶς ἐκάθισε μόνη ἡ πόλις ἡ πεπληθυμένη λαῶν; ἐγενήθη ὡς χήρα· οἱ γὰρ ἅγιοι ἐπὶ τῇ τῶν ἀνθρώπων πτώσει κλαίουσιν. Ἰδοὺ γὰρ σήμερον ἡ Ἐκκλησία ὡς χήρα γεγένηται· ἰδοὺ ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶ 26.1308 ναι ἐρχομένους ἐν ἑορτῇ· ἰδοὺ οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσι, καὶ αἱ παρθένοι αὐτῆς ἄγονται, ἀπεκλείσθη ἡμῶν τὸ Σάββατον, καὶ ἡ ἑορτὴ, καὶ ἡ νεομηνία. Καὶ ἐν ἄλλῳ τόπῳ κλαίει ὁ προφήτης λέγων· Κλαύσομαί σε, ἄμπελος Σέβαμα· τί ὠλοθρεύθησαν τρυγηταί σου; ὁ οἶνός ἐστιν ἐν ληνῷ χρῄζων κούφων ἀξίων χωρῆσαι τοῦτον. Πολλὰ δὲ διὰ τὸ πλῆθος τῶν τετραυματισμένων ἐν τῷ νῦν καιρῷ παρῃτήσαντο τετραυματισμένοι. Ὅσοι γοῦν ἀβλαβεῖς ἔμειναν κοῦφα νέα διατετηρημένα προσερχέσθωσαν μεταλαβεῖν. Καὶ πάλιν ἐν ἄλλῳ τόπῳ κλαίει λέγων· Τίς δῴη τῇ κεφαλῇ μου ὕδωρ, καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσωμεν τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτὸς, τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου, τοὺς σοφοὺς ὄντας εἰς τὸ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι μὴ ἐπεγνωκότας; Τοῦτο ποιοῦντες κλαίοντες ἐπὶ τῷ πτώματι τῶν ἀνθρώπων. Ὁ προφήτης δὲ πάλιν Ἰεζεκιὴλ ἐθρήνει ἐφ' ἕκαστον τῶν ἀποπεπτωκότων, ὥσπερ αὐτῷ εἴρηται· Λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου. Καὶ οὐκ ἐπὶ τὸν ἄρχοντα Τύρου μόνον κλαίει, ἀλλ' ἐπὶ τοὺς
4