1

 2

 3

 4

 5

 6

4

ἐκείνην, ἄγε καὶ σὺ αὐτὸς τὸν σεαυτοῦ νέον Ἰσαὰκ εἰς τὸ ὄρος, θυσίαν ζῶσαν ζῶντι θεῷ προσάγων, ἵνα γένῃ καὶ σὺ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, προσάγων αἶνον τῷ θεῷ· τοσαύταις γὰρ θυσίαις εὐαρε στεῖται ὁ θεός, τοιοῦτοι ἱερεῖς θεὸν θεραπεύουσι. 5.63 Κἂν συμποδίσῃς, κἂν μὴ δῷς τροφὴν ἔχειν ἐν προχείρῳ, πρὸς τὸ μὴ παχυνθεῖσαν αὐτοῦ τὴν σάρκα ἀπολακτίσαι, ἵνα μὴ ἐκ τῆς περιττῆς τροφῆς καὶ ποτοῦ, φθοριμαίων ὄντων, ἰσχὺν σώματος καὶ οὐ ψυχῆς τραφείς, προσκιρτήσας ἀπολακτίσῃ καὶ μὴ ὑποδέξηται τὰ τοῦ σταυροῦ ξύλα, ἢ μήποτε σκορπίσῃ τὸ θυσιαστήριον, ἵνα ἔχῃς καὶ μετ' ἐλπίδος ἑτέρας ἐλπίδας, ἵνα ᾖς καὶ πατὴρ καὶ ἱερεὺς τοῦ ὑψίστου· κἂν εὐχὰς προσ φέρητε περὶ αὐτοῦ, δείξεις τὸ φίλτρον. 5.64 Τοῦτο γὰρ ἐποίει ὁ τοῦ θεοῦ θεράπων Ἰώβ, ὃν ἀκούεις περὶ ἐνθυμήσεως τῶν υἱῶν αὐτοῦ μόσχον σφα γιάζοντα κατ' ἐνιαυτόν, μήποτε οἱ υἱοί μου, λέγων, κακὰ ἐνε νόησαν πρὸς τὸν θεόν. 5.65 Κἂν ἡ μήτηρ ποιῇ χιτῶνας τῷ υἱῷ, μηδὲν ἀγανακτείτω· ἐποίει γὰρ τῷ ἁγίῳ Σαμουὴλ κατ' ἐνιαυτὸν διπλοΐδας ὡς υἱῷ ἡ Ἄννα ὑπηρετου μένη τῷ θεῷ, ὡς ἐν τῇ πρώτῃ τῶν Βασιλέων γέγραπται. 5.66 Καὶ πάντως οὐ καμεῖ ὁ βασιλεὺς μὴ ἀντιτιμῆσαι τοὺς τιμήσαντας τοὺς ἐκείνου στρα τιώτας. 6.67 Ὅτι δὲ καὶ οἱ γονεῖς θησαυρίζουσι τοῖς τέκνοις, ὁ Παῦλος ἐδίδαξε. 6.68 Τίς ὁ θησαυρός; τὸ ἐκθρέψαι αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. 6.69 Οὕτως γὰρ ὄντως ὁ θησαυρὸς ὁ ἀγαθὸς καὶ ἴδιος τῷ κεκτημένῳ, ᾧ κλέπτης οὐκ ἐγγίζει, οὔτε σὴς διαφθείρει, οὔτε πρόσκαιρος τοῦ κόσμου πλοῦτος, λέσχη ἀνθρώποις καὶ ἀσχολία καὶ πόλεμος.

6.70 Πολλάκις γὰρ ὁ κεκτημένος καὶ τὸ ζῆν δι' αὐτοῦ προσαπώλεσεν, ὡς πολλάκις καὶ ἀκοῇ ἐδεξάμεθα καὶ ὄψει τὸ ἔργον παρελάβομεν ταῦτα οὕτως ἔχειν. 6.71 Οὕτως οὖν καὶ οἱ γονεῖς τοῖς ἑαυτῶν τέκνοις θησαυριζέτωσαν, τὰ φιλὰ θεῷ ἐφοδιάζοντες. 6.72 Κἂν ἄλλος τις τοῦτο ποιεῖν διὰ θεὸν σπουδάζοι μόνον εἰς ὄνομα μαθητοῦ, κἂν ψυχροῦ ὕδατος ποτήριον ἀρυσάμενός τις καὶ ἐναντλήσας τῷ μαθήτῃ τοῦ Χριστοῦ παράσχοιτο, θείας βασιλείας ἔσται κληρονόμος. 6.73 Σπευδέτωσαν οὖν πάντες οἱ φιλόχριστοι πορίζειν τὰ χρήσιμα. 6.74 Χρη σιμώτερον δὲ σωτηρίας ψυχῆς μηδὲν νομιζέσθω παρὰ τῶν εὐφρονούντων. 6.75 Πολλὰ δέ ἐστι τὰ τὴν σωτηρίαν τῇ ψυχῇ περιποιούμενα, καὶ γὰρ ἕως δύο λεπτῶν καὶ ἕως λόγου ἀγαθοῦ ὑπὲρ δόμα τυγχάνοντος. 6.76 Αὕτη γὰρ ἡ ἀπὸ ἀληθινῆς διανοίας ἄδολος προαίρεσις προσδεκτέα τῷ φιλαν θρώπῳ θεῷ ἢ θυσιῶν αἷμα. 6.77 Πολλάκις γὰρ κατήχησεν ἡμῖν τὸ μαρτυρηθὲν ὑπὸ τοῦ πανσόφου θεοῦ τῷ ∆αυὶδ ἐν πρώτοις διὰ τοῦ ἁγίου Σαμουήλ, ὅτι ἄνθρωποι εἰς πρόσωπον, ὁ δὲ θεὸς ἐν καρδίαις, μάλιστα ταῖς τελείου πόθου ἐπουρανίου πτερῷ μετεωριζομέναις. 7.78 Ἐρχέσθωσαν οὖν παρθένοι· χρεία γὰρ αὐτῶν ἐν τῇ βασιλείᾳ, ἀλλὰ φρονίμων χρεία. 7.79 Οὐ γὰρ ἀδίκως ἐξέκλεισεν, ἃς ἀκούεις παρθένους, ἀλλ' ἐλαίου αὐταῖς οὐχ ὑπάρχοντος διὰ τὴν ἑαυτῶν ἀμέλειαν, τὸ καλὸν εἰσελθεῖν ἀσπάσασθαι οὐ δεδύνηνται, οὐδὲ τὸ κρεῖττον ἐν τῷ γρηγορεῖν ἐσπούδασαν· καὶ διὰ τοῦτο νύμφαι οὐκ ἤκουσαν, καὶ εἰς ἄφθαρτον νυμφῶνα οὐκ ἔφθασαν καὶ παστὸν αὐτῶν οὐκ ἐξέτειναν, καὶ διὰ τοῦτο βασιλείας οὐρανῶν στέφανον οὐκ ἐδέξαντο, καὶ τῷ ἀθανάτῳ νυμφίῳ οὐχ ὡμίλησαν· πρὸς αὐτὸν γὰρ οὐκ ἔφθασαν.

7.80 ∆ιὰ τοῦτο εἶπε· φρονίμων χρεία. 7.81 Εἰ παρθενεύεις Χριστῷ, μὴ ὡς θέλεις σύ, ἀλλ' ὡς θέλει ὁ παρθενευό μενος. 7.82 Μὴ τὰ ἴσα θέλε τοῖς τὰ κόσμου φρονοῦσι. 7.83 Πῶς γὰρ ὁ νεκρώσας τὰ ἐπὶ γῆς μέλη ὄντα τῆς ἁμαρτίας ἔσται [τὰ] τῶν μὴ εἰξάντων τῇ ἀληθείᾳ; 7.84 Τί ζητεῖς ὁ σταυρωθεὶς τῷ κόσμῳ μετὰ τῶν κατὰ κόσμον καὶ ἐν κόσμῳ φιληδονούντων; 7.85 Οὐδείς, φησι, στρατευό μενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ, καὶ οὐδεὶς στε φανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. 7.86 Τῷ Χριστῷ συνετάφης ἐν τῷ βαπτίσματι· τί ὡς ζῶν ἐν κόσμῳ δογματίζεις; 7.87 ∆ιέβης τὸν Ἰορδάνην· μὴ στρεφοῦ εἰς Αἴγυπτον.