1

 2

 3

 4

 5

 6

 7

 8

4

άλειψον βαρυτάτων τόκων ὁμολογίαν, ἵνα τέκῃ τὰ συν ήθη ἡ γῆ. Χαλκοῦ γὰρ καὶ χρυσοῦ καὶ τῶν ἀγόνων παρὰ φύσιν γεννώντων, ἡ κατὰ φύσιν τίκτουσα γίνεται στείρα, καὶ πρὸς τιμωρίαν τῶν ἐποικούντων κατεδικάσθη τὴν ἀκαρπίαν. ∆ειξάτωσαν τοίνυν οἱ τὴν πλεονεξίαν τιμῶντες, οἱ τὸν πλοῦτον μεθ' ὑπερβολῆς συνάγοντες, τίς ἡ δύναμις τῶν θησαυρισθέντων, ἢ τί τὸ ὄφελος, ἂν ὀργισθεὶς ὁ Θεὸς ἐπὶ πλεῖον παρελκύσῃ τὴν τιμωρίαν.

Ὠχρότεροι τάχα τοῦ χρυσοῦ γενήσον ται οἱ τοῦτον σωρεύοντες, ἐὰν μὴ τὸν ἄρτον, μέ χρι χθὲς καὶ πρώην καταφρονούμενον διὰ τὴν πρόχειρον ἐξουσίαν τῆς εὐθηνίας, σχῶσι. ∆ὸς δὴ μὴ εἶναι τὸν πιπράσκοντα, μηδὲ ὑπάρχειν σῖτον ἐν ἀπο θήκαις· καὶ τίς ἡ χρῆσις τῶν βαρυτάτων βαλαντίων; εἰπέ μοι. Οὐ μετ' ἐκείνων χωσθήσῃ; Οὐ γῆ ὁ χρυ σός; Οὐ πηλὸς ἀχρεῖος πηλῷ τῷ σώματι παρακείσε ται; Πάντα ἐκτήσω, καὶ ἓν ἀναγκαῖον οὐκ ἔχεις, δύναμιν τοῦ τρέφειν σεαυτόν. Τῷ παντί σου πλούτῳ ἓν νέφος ἀπέργασαι· ὀλίγων ψεκάδων ἐπινόησον πό ρον· ἔπειξον εἰς καρποφορίαν τὴν γῆν· λῦσον τῷ ὑπερ ηφάνῳ καὶ σοβοῦντι πλούτῳ τὴν συμφοράν. Τάχα τινὰ τῶν εὐλαβῶν παρακαλέσεις, ἵν' εὐχαῖς ὡς ὁ Θεσβίτης Ἠλίας ἄνεσίν σοι χαρίσηται τῶν δεινῶν, ἄνθρωπος ἀκτήμων, ὠχριῶν, ἀνυπόδετος, ἀοίκητος, ἀνέστιος, ἄπορος, ἑνὶ χιτῶνι σκεπόμενος, ὡς Ἠλίας 31.316 τῇ μηλωτῇ, τὴν εὐχὴν ἔχων σύντροφον, τὴν ἐγκρά τειαν ὁμοδίαιτον.

Κἂν ἐπιτύχῃς τῆς παρὰ τοῦ τοιού του βοηθείας δεόμενος, οὐ μακρὰ καταγελάσεις τῶν πολυμερίμνων κτημάτων; οὐ προσπτύσεις τῷ χρυσῷ; οὐ διαῤῥίψεις ὡς κόπρον τὸν ἄργυρον, ὃν πρότερον πάντα δυνάμενον καὶ φίλτατον ὀνομάζων, ἀδρανῆ βοηθὸν ἐπὶ τῆς χρείας ἐγνώρισας; ∆ιὰ σὲ καὶ τὴν συμφορὰν ταύτην κατεδίκασεν, ἐπειδὴ ἔχων οὐκ ἐδίδως· ἐπειδὴ παρέτρεχες τοὺς πεινῶντας· ἐπειδὴ πρὸς τοὺς ὀδυρομένους οὐκ ἐπεστρέφου· ἐπειδὴ προσκυνούμενος οὐκ ἠλέεις. Ἔρχεται καὶ δι' ὀλίγους ἐπὶ δῆμον κακὰ, καὶ μοχθηρίας τινὸς παραπήλαυσε δῆμος. Ἄχαρ ἱεροσύλησε, καὶ ὅλη ἡ παράταξις ἐμαστίζετο. Ὁ Ζαμβρὶ πάλιν εἰς τὰς Μαδιανίτιδας ἐξεπόρνευσε, καὶ ὁ Ἰσραὴλ ἔπιπτεν εἰς δίκην. Πάντες τοίνυν καὶ ἰδίᾳ καὶ κοινῇ τοὺς βίους ἑαυ τῶν ἐξετάσωμεν, ὡς παιδαγωγῷ πρόσχωμεν τῷ αὐχμῷ, ἕκαστον τῆς ἰδίας ἁμαρτίας ὑπομιμνήσκοντι. Εἴπωμεν καὶ ἡμεῖς τοῦ γενναίου Ἰὼβ τὴν φωνὴν εὐαισθήτως· Χεὶρ Κυρίου ἐστὶν, ἡ ἁψαμένη μου. Καὶ μάλιστα μὲν πρωτοτύπως τοῖς ἁμαρτήμασι τὴν συμφορὰν ἑαυτῶν λογισώμεθα. Εἰ δὲ δεῖ καὶ ἄλλο προσθεῖναι, ἔστιν ὅτε καὶ κατὰ πεῖραν ταῖς ψυχαῖς αἱ τοιαῦται τοῦ βίου δυσκληρίαι τοῖς ἀνθρώποις προσ άγονται, ἵν' ἐπὶ τῆς δυσκολίας ἀπελεγχθῶσιν οἱ δόκι μοι, εἴτε πένητες εἴτε πλούσιοι· ἑκάτεροι γὰρ ἀκρι βῶς διὰ τῆς ὑπομονῆς δοκιμάζονται. Κἀν τούτῳ μάλιστα τῷ καιρῷ διαδείκνυνται ὁ μὲν, εἰ κοινωνι κὸς καὶ φιλάδελφος, ὁ δὲ, εἰ εὐχάριστος καὶ μὴ τοὐ ναντίον βλάσφημος, ταῖς τοῦ βίου περιφοραῖς ὀξέως συμμεταβάλλων τὸ φρόνημα. Οἶδα ἐγὼ πολλοὺς (οὐκ ἀκοῇ μαθὼν, ἀλλὰ τῇ πείρᾳ τοὺς ἀνθρώπους γνωρί σας), ἕως μέχρι μὲν ὁ βίος αὐτοῖς πρὸς εὐπορίαν διαμετρεῖται, καὶ ἐξ οὐρίας, τὸ λεγόμενον, χωρεῖ, μέσως γοῦν, εἰ καὶ μὴ τελείως, τῷ εὐεργέτῃ ὁμολο γοῦντας τὴν χάριν· εἰ δέ που διὰ τὴν ἐναντίαν κα τάστασιν περιτραπείη τὰ πράγματα, καὶ ὁ μὲν πλού σιος γένηται πένης, ἡ δὲ ῥώμη τοῦ σώματος νόσος, ἡ δὲ δόξα καὶ περιφάνεια αἰσχύνη καὶ ἀτιμία, ἀχα ριστοῦντας, βλάσφημα φθεγγομένους, ὀκνοῦντας τὴν προσευχήν· ὡς πρὸς χρεώστην βραδύνοντα τὸν Θεὸν σχετλιάζοντας, οὐχ ὡς πρὸς ∆εσπότην ἀγανακτοῦντα διακειμένους

. Ἀλλ' ἄπαγε τῶν λογισμῶν τὴν τοιαύ την ἔννοιαν! Ὅταν δὲ ἴδῃς Θεὸν μὴ χαριζόμενον τὰ συνήθη, οὕτω λογίζου παρὰ σεαυτῷ· Μὴ ἀδύνατος ὁ Θεὸς χορηγεῖν τὴν τροφήν; Καὶ πῶς; ὅς γε Κύριός ἐστιν οὐρανοῦ καὶ πάσης διακοσμήσεως, ὡρῶν