1

 2

 3

 4

 5

 6

 7

 8

2

ἀτενίζοντες, καὶ θρηνοῦντες, ἐπαφώμενοι καὶ ψηλαφῶντες τοὺς ξηροὺς χόρτους τῶν γεννημάτων, ἀνοιμώζοντες δὲ μεγάλα, καθάπερ οἱ πατέρες οἱ τοὺς ἐν ἄνθει τῆς ἡλικίας υἱοὺς ἀπολέ σαντες.

Λεγέσθω τοίνυν καὶ πρὸς ἡμᾶς παρὰ τοῦ αὐτοῦ προφήτου, οὗ μικρὸν πρόσθεν ἐν προοι μίοις ἐμνημονεύσαμεν· Καὶ ἐγὼ, φησὶν, ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγητοῦ· καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω· καὶ μερὶς μία βραχήσεται, καὶ μερὶς, ἐφ' ἣν οὐ βρέξω, ξηρανθήσεται. Καὶ συναθροί σονται δύο ἢ τρεῖς πόλεις εἰς μίαν, πιεῖν ὕδωρ, καὶ οὐ μὴ ἐμπλησθῶσι· διότι οὐκ ἐπεστράφητε πρὸς μὲ, λέγει Κύριος. Μάθωμεν οὖν, ὅτι δι' ἀπο στροφὴν καὶ ἀμέλειαν ταύτας ἡμῖν ὁ Θεὸς τὰς πληγὰς ἐνίησιν, οὐκ ἐκτρῖψαι ζητῶν, ἀλλ' ἐπανορθῶ σαι σπουδάζων, κατὰ τοὺς χρηστοὺς τῶν πατέρων καὶ ἀμελεῖς τῶν τέκνων, οἳ θυμοῦνται κατὰ τῶν νέων, καὶ διανίστανται, οὐ κακόν τι δοῦναι σπουδάζοντες. ἀλλ' ἐκ τῆς νηπιώδους ὀλιγωρίας καὶ τῶν τῆς νεό τητος ἁμαρτιῶν εἰς ἐπιμέλειαν ἄγοντες. Ὁρᾶτε τοί νυν, ὡς τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τὰς ὥρας τῶν ἰδίων ἐξήγαγε φύσεων, καὶ τῶν καιρῶν τὰς ἰδέας εἰς ἀλλοκότους κράσεις διήμειψεν.

Ὁ χειμὼν οὐκ ἔσχε τὸ σύνηθες ὑγρὸν μετὰ τοῦ ξηροῦ, ἀλλὰ πᾶσαν ἰκμάδα τῷ κρυστάλλῳ κατέδησέ τε καὶ ἀπεξήρανεν, ἄμοιρος δὲ διετέλεσε καὶ νιφάδων καὶ ὑετῶν. Τὸ ἔαρ πάλιν τὸ μὲν ἕτερον μέρος τῶν ἰδιωμάτων ἔδειξε, τὴν θερμότητα λέγω· τοῦ δὲ ὑγροῦ τὴν μετουσίαν οὐκ ἔσχε. Καῦμα δὲ καὶ κρυμὸς, καινῶς ὑπερβάντα τοὺς ὅρους τῆς κτίσεως, καὶ κακῶς εἰς τὴν καθ' ἡμῶν συμφωνήσαντα βλάβην, τοῦ βίου 31.309 καὶ τῆς ζωῆς τοὺς ἀνθρώπους ἐλαύνουσι. Τίς οὖν ἄρα τῆς ἀταξίας καὶ τῆς συγχύσεως ἡ αἰτία; τίς ὁ νεωτερισμὸς τῶν καιρῶν; Ἐρευνήσωμεν, ὡς νοῦν ἔχοντες· ὡς λογικοὶ, λογισώμεθα. Μὴ ὁ κυβερ νῶν τὸ πᾶν οὐκ ἔστι; μὴ ὁ ἀριστοτέχνης Θεὸς ἐπ ελάθετο τῆς οἰκονομίας; μὴ ἀφῃρέθη τῆς ἐξουσίας καὶ τῆς δυνάμεως; ἢ τὴν ἰσχὺν μὲν τὴν αὐτὴν ἔχει, καὶ τοῦ κράτους οὐ παρελύθη· παρηνέχθη δὲ εἰς σκληρότητα, καὶ τὸ λίαν ἀγαθὸν, καὶ τὸ περὶ ἡμᾶς κηδεμονικὸν εἰς μισανθρωπίαν μετέβαλεν; Οὐκ ἂν εἴποι τις σωφρονῶν· ἀλλὰ φανερὰ καὶ δῆλα τὰ αἴτια δι' ἃ συνήθως οὐ διοικούμεθα. Λαμβάνοντες ἡμεῖς, ἄλλοις οὐ παρέχομεν· τὴν εὐεργεσίαν ἐπαι νοῦμεν, καὶ ταύτης ἀποστεροῦμεν τοὺς δεομένους. ∆οῦλοι ὄντες, ἐλευθερούμεθα, καὶ τοὺς ὁμοδούλους οὐκ οἰκτείρομεν· πεινῶντες τρεφόμεθα, καὶ τὸν ἐνδεῆ παρατρέχομεν. Ἀνενδεῆ χορηγὸν καὶ ταμίαν Θεὸν ἔχοντες, φειδωλοὶ ἐγενόμεθα καὶ ἀκοινώνητοι πρὸς τοὺς πένητας. Πολύτοκα ἡμῶν τὰ πρόβατα, καὶ οἱ γυμνοὶ τῶν προβάτων πλείους. Αἱ ἀποθῆκαι τῷ πλήθει τῶν ἀποκειμένων στενοῦνται, καὶ τὸν ἐστε νωμένον οὐκ ἐλεοῦμεν. ∆ιὰ τοῦτο ἡμῖν ἀπειλεῖ τὸ δίκαιον κριτήριον. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς οὐκ ἀνοίγει τὴν χεῖρα, ἐπειδὴ τὴν φιλαδελφίαν ἡμεῖς ἀπεκλεί σαμεν. ∆ιὰ τοῦτο ξηραὶ αἱ ἄρουραι, ἐπειδὴ ἡ ἀγάπη ἐψύγη. Φωνὴ λιτανευόντων εἰκῆ βοᾷ, καὶ πρὸς τὸν ἀέρα διασκεδάννυται. Οὐδὲ γὰρ ἡμεῖς τῶν ἀξιούντων ἠκούσαμεν. Οἵα δὲ ἡμῶν ἡ προσευχὴ καὶ ἡ δέησις; Οἱ ἄνδρες, πλὴν ὀλίγων, ταῖς ἐμπορίαις σχολάζετε· αἱ γυναῖκες, ὑπηρετεῖτε τούτοις εἰς τὴν ἐργασίαν τοῦ μαμμωνᾶ. Ὀλίγοι λοιπὸν μετ' ἐμοῦ καὶ τῆς προσευχῆς, καὶ οὗτοι ἰλιγγιῶντες, χασμώμενοι, με ταστρεφόμενοι συνεχῶς, καὶ ἐπιτηροῦντες πότε τοὺς στίχους ὁ ψαλμῳδὸς συμπληρώσει, πότε, ὡς δεσμω τηρίου, τῆς ἐκκλησίας, καὶ τῆς ἀνάγκης τῆς προσ ευχῆς ἀφαιρεθήσονται.

Οἱ δὲ δὴ παῖδες οἱ σμικρότατοι οὗτοι, οἱ τὰς δέλτους ἐν τοῖς διδασκαλείοις ἀποθέμενοι, καὶ συμβοῶντες ἡμῖν, ὡς ἄνεσιν μᾶλλον καὶ τέρψιν τὸ πρᾶγμα μετέρχονται, ἑορτὴν ποιού μενοι τὴν ἡμετέραν λύπην, ἐπειδὴ τῆς ἐπαχθείας τοῦ παιδευτοῦ, καὶ τῆς φροντίδος τῶν μαθημάτων πρὸς ὀλίγον ἐλευθεροῦνται. Τὸ δὲ