1

 2

 3

 4

 5

 6

 7

 8

7

ἀνδροφόνος; Ὁ γὰρ ἔχων ἐν ἐξουσίᾳ τὴν τοῦ κακοῦ θεραπείαν, ἑκὼν δὲ καὶ πρὸς πλεονεξίαν ὑπερτιθέμενος, εἰκότως ἂν ἐν τῷ ἴσῳ τῶν αὐτοχείρων καταδικάζοιτο. Τὸ τοῦ λιμοῦ πάθος κατηνάγκασε πολλοὺς πολλάκις καὶ τοὺς 31.324 ὅρους κινῆσαι τῆς φύσεως· ἅψασθαι μὲν ἄνθρωπον τῶν ὁμοφύλων σωμάτων, μητέρα δὲ παῖδα, ὃν ἐκ τῆς γαστρὸς προήγαγε, πάλιν τῇ γαστρὶ κακῶς ὑποδέξα σθαι. Καὶ τοῦτο τὸ δρᾶμα Ἰουδαϊκὴ ἐτραγῴδησεν ἱστορία, ἣν Ἰώσηπος ἡμῖν ὁ σπουδαῖος συνεγράψατο, ὅτε τὰ δεινὰ πάθη τοὺς Ἱεροσολυμίτας κατέλαβε, τῆς εἰς τὸν Κύριον δυσσεβείας ἐνδίκους τιμωρίας τιννύν τας. Ὁρᾷς καὶ αὐτὸν τὸν ἡμέτερον Θεὸν τὰ μὲν ἄλλα τῶν παθῶν πολλάκις παρατρέχοντα, ἐπὶ δὲ τοῖς πεινῶσι συμπαθῶς σπλαγχνιζόμενον· Σπλαγχνίζο μαι γὰρ, φησὶν, ἐπὶ τὸν ὄχλον. ∆ιὸ καὶ ἐν τῇ τε λευταίᾳ κρίσει, ἔνθα προσκαλεῖται τοὺς δικαίους ὁ Κύριος, τὴν πρώτην τάξιν ὁ μεταδοτικὸς ἐπέχει· ὁ τροφεὺς πρωτοστάτης τῶν τιμωμένων· ὁ τὸν ἄρτον χορηγήσας πρὸ πάντων καλεῖται· ὁ χρηστὸς καὶ εὐμετάδοτος πρὸ τῶν ἄλλων δικαίων τῇ ζωῇ πα ραπέμπεται. Ὁ ἀκοινώνητος καὶ φειδωλὸς πρὸ πάντων ἁμαρτωλῶν τῷ πυρὶ παραδίδοται. Ἐπὶ τὴν μητέρα σε τῶν ἐντολῶν ὁ καιρὸς καλεῖ· καὶ σφόδρα μερίμνησον, ἵνα σε μὴ παρέλθῃ ὁ τῆς πανηγύρεως καὶ τῶν συναλλαγμάτων καιρός. Ῥεῖ γὰρ ὁ χρόνος, καὶ οὐκ ἐκδέχεται τὸν βραδύνοντα· ἐπείγονται αἱ ἡμέ ραι, τὸν ὀκνηρὸν παρατρέχουσιν. Καὶ ὡς οὐκ ἔστι ῥεῦμα ποταμοῦ στῆσαι, εἰ μή τις, κατὰ τὴν πρώτην ἔντευξιν καὶ προσβολὴν ἀνελόμενος, εἰς δέον τῷ ὕδατι χρήσαιτο· οὕτως οὐδὲ τὸν χρόνον ταῖς ἀναγ καστικαῖς περιόδοις ἐλαυνόμενον ἐπισχεῖν, οὐδὲ παρ ελθόντα ἀναλῦσαι εἰς τὸ κατόπιν, εἰ μή τις προσάγοντος λάβοιτο. Καὶ διὰ τοῦτο τὴν ἐντολὴν ὡς φεύγουσαν κάτασχε καὶ ἐπιτέλεσον, καὶ λαβόμενος πανταχόθεν ἐν ταῖς ἀγκάλαις περίδραξαι. ∆ὸς ὀλίγα, καὶ πολλὰ κτῆσαι· λῦσον τὴν πρωτότυπον ἁμαρ τίαν τῇ τῆς τροφῆς μεταδόσει. Ὡς γὰρ Ἀδὰμ, κακῶς φαγὼν, τὴν ἁμαρτίαν παρέπεμψεν, οὕτως ἐξαλείφομεν ἡμεῖς τὴν ἐπίβουλον βρῶσιν, ἐὰν χρείαν ἀδελφοῦ καὶ λιμὸν θεραπεύσωμεν. Λαοὶ, ἀκούσατε· Χριστιανοὶ, ἐνωτίσασθε· ὅτι τάδε λέγει Κύριος, οὐ δημηγορῶν αὐτοφώνως. 31.325 τοῖς δὲ τῶν δούλων στόμασιν ἐνηχῶν ὡς ὀργάνοις. Μὴ φανῶμεν οἱ λογικοὶ τῶν ἀλόγων ὠμότεροι. Ἐκεῖνα γὰρ τοῖς ἐκ τῆς γῆς φυομένοις παρὰ τῆς φύσεως ὡς κοινῇ κέχρηνται. Καὶ προβάτων ἀγέλαι ἓν καὶ τὸ αὐτὸ καταβόσκονται ὄρος· ἵπποι δὲ παμπλη θεῖς μίαν καὶ τὴν αὐτὴν κατανέμονται πεδιάδα· καὶ πάντα τὰ καθ' ἕκαστον οὕτως ἀλλήλοις ἀντιπαρα χωρεῖ τῆς ἀναγκαίας τῶν χρειῶν ἀπολαύσεως· ἡμεῖς δὲ, ἐγκολπιζόμεθα τὰ κοινὰ, τὰ τῶν πολλῶν μόνοι ἔχομεν. Αἰδεσθῶμεν Ἑλλήνων φιλάνθρωπα διηγήματα.

Παρά τισιν ἐκείνων νόμος φιλάνθρωπος μίαν τράπεζαν, καὶ κοινὰ τὰ σιτία, μίαν ἑστίαν σχεδὸν τὸν πολυάνθρωπον δῆμον ἀπεργάζεται. Κα ταλείψωμεν τοὺς ἔξωθεν, καὶ ἐπέλθωμεν τὸ τῶν τρισ χιλίων ὑπόδειγμα· τὸ πρῶτον τῶν Χριστιανῶν ζη λώσωμεν σύνταγμα· ὅπως ἦν αὐτοῖς ἅπαντα κοινὰ, ὁ βίος, ἡ ψυχὴ, ἡ συμφωνία, ἡ τράπεζα κοινὴ, ἀδιαίρετος ἀδελφότης, ἀγάπη ἀνυπόκριτος, τὰ πολ λὰ σώματα ἓν ἐργαζομένη· τὰς διαφόρους ψυχὰς εἰς μίαν ὁμόνοιαν ἁρμόζουσα. Πολλὰ τῆς φιλαδελ φίας ἔχεις ἐκ Παλαιᾶς ∆ιαθήκης καὶ ἐκ τῆς Νέας τὰ ὑποδείγματα. Πρεσβύτην ἐὰν ἴδῃς λιμώττοντα, μετά στειλαι καὶ θρέψον, ὡς Ἰωσὴφ τὸν Ἰακώβ. Ἐχθρὸνἐὰν εὕρῃς στενούμενον, μὴ ἐπιβάλῃς τῇ ὀργῇ τῇ κατ εχούσῃ τὴν ἄμυναν· ἀλλὰ θρέψον ὡς ἐκεῖνος τοὺς ἀδελφοὺς τοὺς πωλήσαντας. Ἐὰν ἐντύχῃς νεωτέρῳ καταπονουμένῳ, οὕτω δάκρυσον, ὡς ἐκεῖνος τὸν Βεν ιαμὶν τὸν τοῦ γήρως υἱόν. Πειράζει καὶ σὲ τυχὸν ἡ πλεονεξία, ὡς τὸν Ἰωσὴφ ἡ δέσποινα· ἕλκει σε τῶν ἱματίων, ἵνα τῆς ἐντολῆς καταφρονήσῃς, καὶ φιλήσῃς μᾶλλον ἐκείνην τὴν φιλόχρυσον καὶ φιλόκο σμον παρὰ τὸ τοῦ ∆εσπότου πρόσταγμα. Ὅταν δὴ ἔλθῃ λογισμὸς τῇ ἐντολῇ ἐκείνῃ πολεμῶν, καὶ τὸν σώφρονα νοῦν εἰς τὴν φιλαργυρίαν ἐπισπώμενος, τῆς φιλαδελφίας