4
ἑαυτοῦ ἐν πρωτολογίᾳ, καὶ παρὰ τοῖς πᾶσιν, ὡς ἂν πληρωθείη ἐπ' αὐτῷ· ∆ίκαιος ἑαυτοῦ κατ ήγορος, φθάνων πάντα ἄνθρωπον κατήγορον. Αὐτὸς μὲν ἑαυτὸν κατέκρινε, πᾶν δὲ ἐχθρῶν ἀπέφραττε στόμα, μὴ ἐχόντων ἕτερόν τι κατ' αὐτοῦ λέγειν. ∆ιδάσκει δὲ ἡμᾶς ὁ λόγος μὴ κρύπτειν τὰ ἑαυτῶν κακὰ, μηδὲ, ὥσπερ τινὰ μελανίαν καὶ σῆψιν, κατὰ βάθους τῆς ψυχῆς συνέχειν τὰ ἁμαρτήματα, τὴν συνείδησιν καυτηριαζομένους. Ὥσπερ ἐπὶ τῶν πυ ρετῶν, εἴσω μὲν καὶ κατὰ βάθους χωρῶν ὁ πυρετὸς, μείζονα τὴν νόσον ἐργάζεται, προκόψας δὲ εἰς τοὐμ φανὲς, ἐλπίδα παρακμῆς ὑποφαίνει· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἂν γένοιτο. Καὶ ἄλλο δέ τι διδάσκει περὶ ἑαυτὸν γεγονὸς ὁ ∆αβὶδ, λέγων· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Ἐβάρει γὰρ αὐτοῦ τὴν συνείδησιν τὰ τετολμημένα αὐτῷ, ὡς μὴ δύνασθαι βαστάζειν αὐτὰ δι' εὐγένειαν καὶ εὐγνωμοσύνην ψυ χῆς. Ὁ μὲν γὰρ ἀτεράμνων καὶ ἀπόσκληρος, κατὰ τὴν σκληρότητα ἑαυτοῦ καὶ ἀμετανόητον καρ δίαν, θησαυρίζει ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, ἐπι σπώμενος ἁμαρτίαν ἐφ' ἁμαρτίας, αὔξων τὰ ἑαυτοῦ κακά· Ὅταν γὰρ ἔλθῃ ἁμαρτωλὸς εἰς βάθος κακῶν, καταφρονεῖ· ὁ δὲ εὐγνώμων, εἰ καὶ ἅπαξ ποτὲ ὀλισθήσειε κατά τινα τοῦ διαβόλου συναρπαγὴν, δεινῶς βαρεῖται τὴν συνείδησιν, ὡς μὴ δύνασθαι σιγᾷν, μηδὲ κρύπτειν τὸ ἑαυτοῦ κακόν. Ἐκ περισ σεύματος γοῦν καρδίας τὸ στόμα λαλεῖ.
Ὅθεν μὴ φέρων σιωπᾷν, ἐξέφηνε τὰ συνέχοντα αὐτὸν, λέγων· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ· δῆλον δὲ, ὅτι αἱ ἀνομίαι μου. Καὶ πάλιν· Προσώζεσαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἀφροσύνην δὲ ὀνομάζει τὴν ἄφρονα πρᾶξιν ἐξ ἀφροσύνης γενομένην. Πᾶν γὰρ ἁμάρτημα κατὰ ἀφροσύνην γίνεται· ἀρετὴ δὲ οὖσα ἡ φρόνησις, πάν τα τὰ καθ' ἑαυτὴν πραττόμενα ἐπαίνου καὶ ἀρετῆς ἄξια ἀποφαίνει. Ἀλλὰ καὶ ὑγείας ἐστὶ τῇ ψυχῇ ποιη τικὰ τὰ κατὰ φρόνησιν γινόμενα· ἡ δὲ ἀφροσύνη τραύματα καὶ μώλωπας ἀπεργάζεται. Οἱ μὲν οὖν 30.93 ἐπὶ τοῖς ἁμαρτήμασιν ἐπιμένοντες, χαίροντες ἐπ' αὐτοῖς καὶ ἐνηδόμενοι, χοίροις ἐοίκασιν ἐγκυλιομέ νοις βορβόρῳ· ὁ δὲ εἰς ἅπαξ ὀλισθήσας, ἔπειτα ἀναλαβὼν ἑαυτὸν, καὶ τὴν μιαρὰν ἐκείνην πρᾶ ξιν ὡς δυσώδη καὶ ἀκάθαρτον βδελύσσεται. Τοιοῦτόν τι πεπονθὼς ὁ ∆αβὶδ, ὑπὸ συναισθήσεως ὑγιοῦς ὁμο λογεῖ, λέγων· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώ λωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐπεὶ τοίνυν ὑπερήρθησαν αἱ ἀνομίαι μου πληθυν θεῖσαι, καὶ τῆς κεφαλῆς ἀνώτεραι γενόμεναι ἐβαρύνθησαν ἐπ' ἐμὲ, καὶ προσώζεσαν καὶ ἐσάπησαν· τούτου χάριν ἰατρεύων ἐμαυτὸν, Ἐταλαιπώρησα, καὶ κατεκάμφθην ἕως τέλους· καὶ οὐδὲ πρὸς μίαν ἡμέραν, οὐδὲ πρὸς βραχεῖαν ὥραν, ἀλλὰ Πᾶσαν ἡμέραν σκυθρωπάζων ἐπορευόμην, ἢ, κατὰ τὸν Σύμμαχον, σκυθρωπὸς περιεπάτουν· οὐκ ἀδιαφο ρῶν ἐπὶ τῶν πεπραγμένων μοι, οὐδ' οἷα βασιλεὺς ἐπαιρόμενος, διὰ τὸ μηδενὶ κριτῇ ὑποκεῖσθαι· διὰ δὲ τὸν σὸν φόβον καὶ τὴν σὴν ἐμβρίμησιν, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στε ναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἀντὶ τοῦ, αἱ ψόαι μου ἐν επλήσθησαν ἐμπαιγμάτων, ὁ Ἀκύλας, ὅτι ἐπλη ρώθησαν αἱ λαγόνες ἀτιμίας, ὁ δὲ Σύμμαχος, ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἀτιμίας, ἐκδεδώκα σιν. Καὶ διὰ τοῦτο εἰς ὑπόμνησιν ἐλθὼν τῆς αἰσχρᾶς καὶ ἀτίμου πράξεως, τῷ ἐῤῥῶσθαι αὐτῷ τὸ τῆς ψυχῆς αἰσθητήριον, ταῦτα ἔλεγε· Προσώζεσαν καὶ ἐσά πησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφρο σύνης μου. ∆ιὰ τί δὲ προσώζεσαν, ἐπάγει, λέγων· Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, ἢ, αἱ λαγόνες μου ἀτιμίας· ᾐνίξατο δὲ διὰ τούτων τὸ εἶδος τῆς αἰσχρᾶς πράξεως. Εἶτα ἑαυτὸν ἀνακτώμε νος ἔλεγεν· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.