πρώτων οἱ μετ' αὐτοὺς εἰδεῖεν, καὶ οὐχὶ δὴ μᾶλλον τὰ τῶν ὑστάτων οἱ πρὸ αὐτῶν· οὐκοῦν, ἐπειδήπερ Ἑλλήνων παῖδες ἐπί γε τοῖς σφῶν αὐτῶν διδασκάλοις φρονοῦσι μέγα, καὶ καταπτοεῖν οἴονταί τινας Ἀναξιμάνδρους ἡμῖν καὶ Ἐμπεδοκλεῖς, Πρωταγόρας τε καὶ Πλάτωνας ὀνομάζοντες, προσεπάγοντες δὲ τούτοις καὶ τοὺς ἑτέρους οἳ τῶν ἀνοσίων αὐτοῖς δογμάτων γεγόνασιν εὑρέται καὶ ἵν' οὕτως εἴπω τῆς ἀμαθίας πηγαί, φέρε λέγωμεν ὅτι διαφόροις μὲν δόξαις ἀντεγειρομένους ὥσπερ ἀλλήλοις καταθρήσαι τις ἂν αὐτούς, ἀσύμβατον δὲ καὶ ἐφ' ἑκάστῳ τῶν ὄντων τὴν ἀπολογίαν εἰσφέροντας. Εἶτα πρὸς τούτῳ καταδεικνύωμεν Μωσέα μὲν ἐν χρόνῳ τὰ πρεσβεῖα λαχόντα, καὶ δόξαν ὀρθὴν καὶ ἀπλανεστάτην περὶ τῆς ἀρρήτου καὶ ἀνωτάτω πασῶν οὐσίας εἰσκεκομικότα, καὶ κοσμοποιίας ἄριστα μνημονεύσαντα, καὶ νόμων τῶν εἰς εὐσέβειαν καὶ δικαιοσύνην οὐκ ἀθαύμαστον βραβευτήν, τοὺς δὲ παρ' αὐτοῖς ὠνομασμένους σοφοὺς γεγονότας μὲν ὑστάτους καὶ νεωτάτους, κεκλοφότας δὲ τὰ ἐκείνου καὶ τοῖς ἰδίοις λόγοις ἐγκατακλώσαντας, εἰ καὶ μὴ εἰς ἅπαν ὑγιῶς ἰσχύσαντας οὕτω καὶ δόξαν ἁρπάσαι σεμνοπρεπῆ καί τι τῶν ἀληθῶν ἐοικέναι λέγειν. 1.5 Τοίνυν γεγόνασί τινες μὲν μετὰ Μωσέα, συνήκμασαν δὲ καὶ ἕτεροι κατὰ καιροὺς τοῖς μετ' ἐκεῖνον προφήταις ἁγίοις· ὧν οἱ ταῖς δόξαις κατακολουθεῖν ᾑρημένοι ψήφου τῆς κρείττονος παρὰ τοὺς ἄλλους ἠξίωνται, καίτοι τοῦ ψεύδους εἰς ἅπαν οὐκ ἐλευθέραν τῆς περὶ Θεοῦ δόξης ποιούμενοι τὴν ἀπόδοσιν. Ὅτι τοίνυν Μωσῆς ὁ θεσπέσιος πρεσβύτατος μὲν ἦν κατά γέ φημι τὸν τοῦ γενέσθαι καιρόν, οἱ δὲ μετ' ἐκεῖνον ὕστατοι, σαφὲς καταστήσομεν τὰ τῶν ἀκριβῶς χρονογραφησάντων βιβλία διερευνήσαντες. Χρῆναι δέ φημι τοὺς ἐντευξομένους μὴ ἁψικόρως ἔχειν περὶ τὴν ἀνάγνωσιν καὶ τὸν τῶν ὀνομάτων κατάλογον, ἤτοι τὴν τῶν καιρῶν ἀπαρίθμησιν, διψῆν δὲ μᾶλλον ἐντόνως καλὴν καὶ ὀνησιφόρον οὖσαν τὴν ἐφ' ἑκάστῳ πληροφορίαν. 1.6 Τοιγαροῦν Νῶε μὲν γέγονεν, ἀνὴρ τῶν ὅτι μάλιστα θεοφιλεστάτων, δέκατος τῶν ἀπὸ τοῦ πρώτου, τουτέστιν Ἀδάμ· τούτῳ προστέταχεν ὁ τῶν ὅλων Θεός, ὡς μέλλοντος ἔσεσθαι τοῦ κατακλυσμοῦ πανωλεθρίᾳ τε καταφθαρήσεσθαι τῶν ἐπὶ τῆς γῆς, συμπήξασθαι μὲν κιβωτόν, ὁμοῦ δὲ φιλτάτοις καὶ γυναιξὶ καὶ κτηνῶν εἴδεσι παντοδαποῖς, πτηνοῖς τε καὶ ἑρπετοῖς, εἰσελάσαι τε καὶ διαπλεῖν ἐν αὐτῇ· οὗ δὲ πρὸς πέρας ἐνηνεγμένου, κατεφθείρετο μὲν ἅπαν τὸ ἀνθρώπινον γένος καὶ τὰ ἕτερα τῶν ζῴων, ὁ δὲ πανοικὶ διεσῴζετο. Τῶν ὑδάτων δὲ ὑφιζηκότων, ἡ μὲν κιβωτὸς προσέσχε τοῖς ὄρεσιν Ἀραράτ, τουτέστι τῆς Ἀρμενίας, ἐνερείσας δὲ πάλιν αὐτὸς τὸν πόδα τῇ γῇ θυσία ἐπετέλει χαριστηρίους. Ἀξιόχρεως μὲν οὖν εἰς πίστιν ἡ θεόπνευστος Γραφή· ἐπειδὴ δέ τινες τῶν δεισιδαιμόνων μύθους τε εἰκαίους καὶ οὐδαμόθεν ἔχοντας ἢ τὸ πιθανὸν ἢ τὸ ἀληθές φασιν εἶναι τὰ παρ' ἡμῖν, ἀναγκαίως μεμνήσομαι καὶ τῶν παρ' αὐτοῖς ἱστοριογράφων, Ἀλεξάνδρου τέ φημι τοῦ Πολυίστορος καὶ Ἀβυδηνοῦ. Πεποίηνται γὰρ αὐτοὶ τὴν περὶ τούτων ἀφήγησιν ἐν ἰδίαις συγγραφαῖς, εἰ καὶ μὴ εἰς ἅπαν ἀκαταψέκτως, ἀλλοκότως δὲ μᾶλλον, ἅτε δὴ καὶ τῶν εἰς εὐσέβειαν δογμάτων ἠμοιρηκότες. 1.7 Καὶ ὁ μὲν Ἀλέξανδρός φησιν οὕτως· Ὠτιάρτου δὲ τελευτήσαντος, τὸν υἱὸν αὐτοῦ Ξίσουθρον βασιλεῦσαι σάρους δεκαοκτώ· ἐπὶ τούτου τὸν μέγαν φασὶ γενέσθαι κατακλυσμόν· εἶτα σωθῆναι λέγει τὸν Ξίσουθρον, προαπαγγείλαντος αὐτῷ τοῦ Κρόνου τὸ ἐσόμενον, καὶ ὅτι προσήκει ναυπηγήσασθαι λάρνακα καὶ ὁμοῦ πτηνοῖς ἑρπετοῖς τε καὶ κτήνεσι πλεῖν ἐν αὐτῇ. Ὅ γε μὴν Ἀβυδηνὸς σαφεστέραν ποιεῖται τὴν ἀφήγησιν, οὕτω λέγων· Μεθ' ὃν ἄλλοι τε ἦρξαν καὶ Ξίσουθρος· τῷ δὲ Κρόνος μὲν προσημαίνει ἔσεσθαι πλῆθος ὄμβρων ∆αισίου πέμπτῃ ἐπὶ δέκα, κελεύει δὲ πᾶν ὁτιοῦν γραμμάτων