Solutiones ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΟΝ ΕΠΙΛΥΣΕΩΣ ∆ογματικῶν ζητημάτων
Εἰ ὁ τῶν ὅλων Θεὸς τὰ γινόμενα ἤδη καὶ πραχθέντα δύναται ποιῆσαι μὴ
δόξῃ," ποτὲ δὲ πάλιν "Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώ"σεως ἡμῶν, ὥστε γενέσθαι σύμμορφον τῷ σώματι τῆς "δόξης αὐτοῦ." ἐπεὶ καὶ νῦν οὐκ ἐσμὲν ἔξω τοῦ εἶναι καθ' ὁμοίωσιν αὐτοῦ, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἐν ἡμῖν μορφοῦται διὰ τοῦ Ἁγίου Πνεύματος. γράφει γὰρ πάλιν Γαλάταις ὁ Παῦλος "Τεκνία οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ "Χριστὸς ἐν ὑμῖν." ὅταν γὰρ ἑαυτοὺς πιστοὺς καὶ ἁγίους τηρήσωμεν, τότε ἐν ἡμῖν ὁρᾶται μορφούμενος, καὶ ταῖς ἡμετέραις διανοίαις τοὺς ἑαυτοῦ χαρακτῆρας νοητῶς ἐναστράπτων.
Ὅτι οὐκ ἐσμὲν, φησὶν, εἰκὼν Θεοῦ, ἀλλ' εἰκὼν εἰκόνος. ὁ μὲν γὰρ Υἱὸς καὶ
Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, εἰκὼν αὐτοῦ ἐστιν· ὁ δὲ ἄνθρωπος οὐ τοῦ ἀρχετύπου εἰκὼν, ἀλλὰ τῆς εἰκόνος, τουτέστι τοῦ Υἱοῦ, ὡς εἶναι ἡμᾶς εἰκόνα εἰκόνος. οὐ γὰρ εἴρηται, φησὶν, ὅτι εἰκόνα ἑαυτοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, ἀλλὰ κατ' εἰκόνα, ἵνα ᾖ ὁ ἄνθρωπος κατ' εἰκόνα τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστι, εἰκὼν τοῦ Υἱοῦ, ὅπερ ἐστὶν εἰκὼν εἰκόνος.
ΕΠΙΛΥΣΙΣ. Εἰδοὺς μὲν ἐπέκεινα παντὸς καὶ φαντασίας σωματικῆς ἡ θεία τε
ἐστὶ καὶ ὁμοούσιος Τριάς. πιστεύειν δὲ χρὴ, ὅτι ὁ Πατὴρ ἐν τῷ Υἱῷ ἐστὶ καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ τὸν Υἱὸν ἑωρακὼς ἑώρακε τὸν Πατέρα· ὁρᾶται δὲ καὶ ὁ Υἱὸς 558 ἐν τῷ ὁμοουσίῳ Πνεύματι. γέγραπται γὰρ ὅτι "Ὁ δὲ "κύριος τὸ πνεῦμά ἐστιν." ἔνθα δὲ ὅλως οὐσίας ταυτότης, ἐκεῖ που πάντως εἴη ἂν τὸ παραλλάττον οὐδέν. ἀλλ' ὅπερ ἂν εἶναι νοῇς τὸν Πατέρα, τοῦτό ἐστι καὶ ὁ Υἱὸς, δίχα μόνου τοῦ εἶναι πατήρ· καὶ ὅπερ ἂν ὑπολάβῃς εἶναι τὸν Υἱὸν, τοῦτό ἐστι καὶ τὸ Πνεῦμα, δίχα μόνου τοῦ εἶναι υἱός. ὑφέστηκε μὲν γὰρ τῶν ὠνομασμένων ἕκαστον ἰδιοσυστάτως, καὶ ἔστιν ἀληθῶς ὅπερ εἶναι λέγεται· ἡ δὲ εἰς πᾶν ὁτιοῦν ὁμοιότης τῆς ἁγίας Τριάδος ἀπαραλλάκτως ἔχει. οὐκοῦν κἂν εἰ γέγονε κατ' εἰκόνα τοῦ Υἱοῦ ὁ ἄνθρωπος, καὶ οὕτως ἐστὶ κατ' εἰκόνα Θεοῦ. ὅλης γὰρ αὐτῷ τῆς ὁμοουσίου Τριάδος οἱ χαρακτῆρες ἐλλάμπουσιν, ἅτε δὴ καὶ μιᾶς οὔσης τῆς κατὰ φύσιν θεότητος τῆς ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. γράφει γοῦν ὁ θεσπέσιος Μωυσῆς "Καὶ εἶπεν ὁ Θεός Ποιήσωμεν "ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν." τὸ δέ Ἡμετέραν, οὐχ ἑνὸς δήλωσιν ἔχει προσώπου, διά τοι τὸ ἐν τρισὶν ὑποστάσεσιν εἶναι τὸ τῆς θείας καὶ ἀῤῥήτου φύσεως πλήρωμα. περιττὸν οὖν ἄρα τὸ περιεργάζεσθαι καὶ ἰσχνοεπεῖν καὶ λέγειν, ὅτι οὐ τοῦ Θεοῦ μᾶλλόν ἐσμεν εἰκόνες, οὐδὲ τοῦ ἀρχετύπου, ἀλλὰ τῆς τοῦ Θεοῦ εἰκόνος· ἀρκεῖ δὲ τὸ πιστεύειν μετὰ ἁπλότητος, ὅτι κατὰ θείαν εἰκόνα γεγόναμεν, τὴν πρὸς Θεὸν λαβόντες μόρφωσιν φυσικῶς. εἰ δὲ χρή τι καὶ οὐκ ἀπιθάνως εἰπεῖν, ἀναγκαῖον ἦν ἡμᾶς μέλλοντας υἱοὺς ὀνομάζεσθαι Θεοῦ, κατ' εἰκόνα τοῦ Υἱοῦ γενέσθαι μᾶλλον, ἵν' ἡμῖν ἐμπρέπῃ καὶ ὁ τῆς υἱότητος χαρακτήρ.
559 Ὅτι ἐν τῇ μελλούσῃ καταστάσει τὸ λογιστικὸν ἔχουσα ψυχὴ, καὶ διὰ
τοῦτο γνώσεως οὐκ ἀμοιροῦσα, προκόπτει· οἱ δ' ἕτεροι εἰ προκοπὴν ἕξει φασὶν ἡ ψυχὴ, πάντως ὅτι καὶ μείωσιν καὶ πάθος καὶ φθοράν· ἐκ τούτου καὶ θάνατον, καὶ ἀναβίωσιν αὖθις.
ΕΠΙΛΥΣΙΣ. Οἱ ταῦτα διενθυμούμενοι, ἀγνοεῖν ἐοίκασι τὴν δοθησομένην χάριν
τῇ τοῦ ἀνθρώπου φύσει μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν. εἰ γὰρ δεῖ "τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι τὴν "ἀφθαρσίαν," καὶ ἀποδύσασθαι τὴν φθορὰν, συναποβαλοῦμεν δηλονότι τῇ φθορᾷ καὶ τὰ ἐξ αὐτῆς πάθη· ταῦτα δέ ἐστιν ἐπιθυμία πᾶσα σαρκική· καὶ μεταστησόμεθα λοιπὸν εἰς ἁγίαν καὶ πνευματικὴν ζωὴν, νέμοντος ἡμῖν τὸ ἀραρὸς ἐν τούτοις τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. εἰ γὰρ νῦν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἔχοντες ἁγίως πολιτευόμεθα, τίνες ἐσόμεθα λαβόντες τὸ πλῆρες; ὅπου δὲ