διδάγματα, ἀλλ' Ἰεζεκιὴλ τοῦ πνευματοφόρου προφήτου. Ἐκεῖνος γὰρ λαβὼν θρῆνον ἐπ' αὐτὸν, λέγει· Σὺ ἀποσφράγισμα ὁμοιώσεως, καὶ στέφανος κάλλους ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ ἐγεννήθης· καὶ μετ' ὀλίγα· Ἐγεννήθης ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἀφ' ἧς ἡμέρας σὺ ἐκτίσθης, ἕως οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Πάνυ καλῶς τὸ, εὑρέθη ἐν σοί. Οὐ γὰρ ἔξωθεν ἐπεισηνέχθη, ἀλλ' αὐτὸς ἐγέννησας τὸ κακόν. Καὶ τὴν αἰτίαν ἑξῆς εἴρηκεν· Ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου· διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου, καὶ διὰ τὰς ἁμαρτίας σου ἐτραυματίσθης καὶ ἐπὶ τὴν γῆν ἔῤῥιψά σε. Ὁ Κύριος τούτῳ συμφώνως πάλιν ἐν εὐαγγελίοις λέγει· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Βλέπεις παλαιᾶς διαθηκῆς πρὸς καινὴν συμφωνίαν. Οὗτος ἐκπεσὼν συναπέστησε πολλούς· οὗτος ἐμβάλλει τὰς ἐπιθυμίας τοῖς πειθομένοις· ἐκ τούτου μοιχεία, πορνεία, καὶ πᾶν εἴ τι κακόν. ∆ιὰ τοῦτον ὁ προπάτωρ ἡμῶν Ἀδὰμ ἐκ παρακοῆς ἐξεβλήθη· καὶ ἀντὶ παραδείσου αὐτομάτως θαυμασίους φέροντος καρποὺς, τὴν ἀκανθοφόρον ἀντικατηλλάξατο γῆν. 2.5 Τί οὖν; ἐρεῖ τις, ἀπολώλαμεν ἀπατηθέντες· ἆρ' οὐκ ἔστι λοιπὸν σωτηρία; πεπτώκαμεν· ἆρ' οὐκ ἔστιν ἀναστῆναι; ἐτυφλώθημεν· ἆρ' οὐκ ἔστιν ἀναβλέψαι; χωλοὶ γεγόναμεν· ἆρ' οὐκ ἔστιν ἀρτιποδῆσαι; ἵνα δὲ συντόμως εἴπωμεν, ἀπεθάνομεν· ἆρ' οὐκ ἔστιν ἀναστῆναι; Ἆρ' ὁ τὸν Λάζαρον τὸν τετραήμερον ἐγείρας, ἄνθρωπε, τὸν ὀδωδότα· ἆρα τὸν ζῶντά σε μᾶλλον οὐκ εὐκοπώτερον ἀναστήσει; Ὁ τὸ τίμιον αἷμα ὑπὲρ ἡμῶν ἐκχέας, αὐτὸς ἡμᾶς ῥύσεται τῆς ἁμαρτίας. Μὴ ἀπογνῶμεν ἑαυτοὺς, ἀδελφοί· μὴ ἀποῤῥίψωμεν ἑαυτοὺς εἰς ἀνέλπιστον κατάστασιν. ∆εινὸν γάρ ἐστι τὸ μὴ πιστεύειν εἰς μετανοίας ἐλπίδα. Ὁ μὴ προσδοκῶν γὰρ τὴν σωτηρίαν, ἀφειδῶς προστίθησι τὰ κακά· ὁ δὲ τὴν ἰατρείαν ἐλπίσας, εὐμαρῶς τὸ λοιπὸν ἑαυτοῦ φείδεται. Ὁ γὰρ λῃστὴς ὁ μὴ δωρεὰν προσδοκῶν, εἰς ἀπόνοιαν χωρεῖ· ἐλπίσας δὲ τὴν ἄφεσιν, εἰς μετάνοιαν ἔρχεται πολλάκις. Εἶτα, ὄφις μὲν ἀποτίθεται τὸ γῆρας· ἡμεῖς δὲ οὐκ ἀποθησόμεθα τὴν ἁμαρτίαν; Καὶ ἀκανθώδης γῆ γεωργηθεῖσα καλῶς εἰς καρποφόρον μετεβλήθη· ἡμῖν δὲ ἀδιόρθωτος ἡ σωτηρία; Ἡ μὲν οὖν φύσις ἐπιδέχεται τὴν σωτηρίαν, ζητεῖται δὲ λοιπὸν ἡ προαίρεσις. 2.6 Φιλάνθρωπος ὁ Θεὸς, καὶ φιλάνθρωπος οὐκ ὀλίγον. Μὴ γὰρ εἴπῃς, Ἐπόρνευσα, ἐμοίχευσα· τὰ δεινά μοι πέπρακται, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις· ἆρα συγχωρήσει; ἆρα παρέξει τὴν ἀμνηστίαν; Ἄκουε, τί λέγει ὁ ψαλμωδός· Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου Κύριε. Οὐ νικᾷ σου τὰ συναχθέντα ἁμαρτήματα, τὸ πλῆθος τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· οὐ νικᾷ σου τὰ τραύματα τὴν ἀρχιατρικὴν ἐμπειρίαν. ∆ὸς μόνον σεαυτὸν μετὰ πίστεως· λέγε τῷ ἰατρῷ τὸ πάθος· εἰπὲ καὶ αὐτὸς κατὰ τὸν ∆αβίδ. Εἶπα, ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ γενήσεται ἐπὶ σοῦ τὸ παραπλήσιον, τὸ ἑξῆς εἰρημένον· Καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. 2.7 Θέλεις ἰδεῖν Θεοῦ φιλανθρωπίαν, σὺ ὁ νεωστὶ εἰς τὴν κατήχησιν ἐληλυθώς; θέλεις ἰδεῖν Θεοῦ φιλανθρωπίαν, καὶ τῆς μακροθυμίας τὸ πλῆθος; Ἄκουσον περὶ τοῦ Ἀδάμ. Παρήκουσεν Ἀδάμ, ὁ πρωτόπλαστος τοῦ Θεοῦ· ἆρ' οὐκ ἐδύνατο τὸν θάνατον εὐθὺς ἐπαγαγεῖν; ἀλλ' ὅρα τί ποιεῖ ὁ φιλανθρωπότατος Κύ ριος. Ἐκβάλλει μὲν αὐτὸν τοῦ παραδείσου· [τῆς γὰρ ἐκεῖ διατριβῆς ἀνάξιος ἦν διὰ τὴν ἁμαρτίαν] κατοικίζει δὲ τοῦ παραδείσου κατέναντι, ἵνα βλέπων ὅθεν ἐξέπεσε, καὶ ἐξ οἵων, εἰς οἷα κατηνέχθη, λοιπὸν ἐκ μετανοίας σωθῇ. Καῒν ὁ πρωτότοκος ἄνθρωπος, ἀδελφοκτόνος γέγονεν εὑρετὴς τῶν κακῶν, καὶ ἀρχηγὸς τῶν φόνων, καὶ βάσκανος πρῶτος, ἀλλ' ἀνελὼν τὸν ἀδελφὸν, τί κατακρίνεται; Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· μέγα τὸ ἁμάρτημα, καὶ μικρὰ ἡ καταδίκη. 2.8 Φιλανθρωπία μὲν οὖν ἀληθῶς καὶ αὕτη Θεοῦ, ἀλλ' ἔτι μικρὰ πρὸς τὰ ἐπιφερόμενα. Λόγισαι [γάρ] μοι τὰ ἐπὶ Νῶε. Ἥμαρτον οἱ γίγαντες, καὶ παρανομία πολλὴ τότε τῆς γῆς κατεχύθη, καὶ διὰ ταύτην κατακλυσμὸς ἔμελλεν ἐπέρχεσθαι· καὶ τῷ πεντακοσιοστῷ μὲν ἔτει τὴν ἀπειλὴν ἐκφέρει ὁ Θεὸς, τῷ δὲ ἑξακοσιοστῷ τὸν κατακλυσμὸν ἐπήγαγεν ἐπὶ τὴν γῆν. Βλέπεις φιλανθρωπίας Θεοῦ πλάτος, εἰς ἑκατὸν