1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

4

γυναῖκες μητέρα ἔχουσι τὴν Σάρραν. Πρὸς δὲ ἀλληγορίαν σκόπει, πῶς τις γίνεται τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας τέκνον· κατὰ τὸν ἀπόστολον 29 Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· εἶτα ἀγαγὼν αὐτὰς εἰς τὰς δύο διαθήκας μεθ' ἕτερά φησι κατὰ πνεῦμα γεγενῆσθαι ἐλευθέραν εἰπὼν τὴν ἄνω Ἱερουσαλήμ· συνᾴδει τοῦτο· "ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῖν καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς"· οὐ γὰρ δυνατὸν εἰς ἐκείνους ἀναφέρεσθαι ταῦτα· πῶς γὰρ ἔτι ὠδίνει τοὺς κατὰ τὸν καιρὸν τοῦ προφήτου ἡ πρὸ πολλῶν γενεῶν ὀφειλόμενον τῇ φύσει θάνατον ἀναδεξαμένη; ὅθεν ἐκληπτέον ταῦτα εἰς τὴν μητέρα τῶν κατὰ πνεῦμα γεννωμένων τὴν ἄνω Ἱερουσαλήμ· ἃς προετρέψατο γυναῖκας δι' ἀγαθοεργίας μητέρα ἔχειν τὴν Σάρραν. (Cr 59, 27-60, 11) "Κύριον δὲ τὸν θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν." Ὥσπερ τὸ μεγαλύνειν τὸν θεὸν οὐκ ἐπίδοσιν μεγέθους προσάγειν 30 αὐτῷ δηλοῖ, ἀλλ' οὐδὲ τὸ δοξάζειν εὔκλειαν ἔξωθεν φέρειν παρίστησιν, οὕτως οὐδὲ τὸ ἁγιάζειν τὸν κύριον προστιθέναι αὐτῷ ἁγιότητα σημαίνει· ὅπερ καὶ ἐν τῇ καρδίᾳ τῇ ἡμετέρᾳ τοῦτο ποιεῖν προσταττόμεθα· εἰ γὰρ τῆς ἁγιότητος αὐτοῦ ἀκριβῆ διάληψιν σχοίημεν, οὐ καθάπαξ αὐτὸν ἁγιάζομεν, ἀλλ' ἐν τῇ καρδίᾳ ἡμῶν προστιθεμένης ἐκ τούτου τοῦ ποιεῖν τῇ νοήσει ἡμῶν τῆς περὶ θεοῦ ἁγιότητος· ὡσαύτως καὶ ὁ μεγαλύνων αὐτὸν τοῦ μεγέθους αὐτοῦ μετοχὴν εἰς ἑαυτὸν δέχεται· ὅθεν εἴρηται· "μεγαλύνει ἡ ψυχή μου τὸν κύριον"· καὶ· "μεγαλύνατε τὸν κύριον σὺν ἐμοί"· ὡσαύτως τὸ τῆς δόξης εἰδὼς εἰς αὐτὸν δοξάζει ἑαυτόν· ταῦτα δὲ οὐ δοκεῖ παράδοξα εἶναι τῷ ἀκριβῶς ἐπισταμένῳ, ὡς ὁ θεὸς οὐ δέχεται, ἀλλὰ χορηγεῖ τὰ ἀγαθά. (Cr 64, 17-30)

31 ∆ιδύμου. ∆εῖ γὰρ οὕτως παρεσκευασμένους εἶναι πρὸς γνῶσιν τῆς πίστεως, ὡς ἐν παντὶ καιρῷ ἀπαιτουμένους ἡμᾶς τὸν περὶ αὐτῆς λόγον εὐχερῶς ἀποκρίνεσθαι, ἀποκρινομένους δὲ πραότητα ἐπιδείκνυσθαι καὶ φόβον θεοῦ· ὁ γὰρ τὸν περὶ τοῦ θεοῦ λόγον λαλῶν οὕτως ὀφείλει λαλεῖν ὡς παρόντος τοῦ θεοῦ. (Cr 65, 10-14) καὶ γὰρ ἡ πρᾶξις τότε ἐπαινετή ἐστιν, ὅταν σὺν λογισμῷ ἐπιτελῆται· 32 τὸ γὰρ ἄνευ συνέσεως καὶ ἐξετάσεως δοκεῖν τι εἰδέναι μέμψιν φέρει· "γνῶσις γὰρ ἀσυνέτων ἀδιεξέστατοι λόγοι". (Cr 65, 33-66, 3)

33 Ἐνστάντος καιροῦ τοῦ λαβεῖν ἀρχὴν τὸ τοῦ θεοῦ κρίμα διαβαίνειν ἄρχεται ἐκ τῶν μειζόνων εἰς τοὺς ὑποδεεστέρους, τουτέστιν ἀπὸ τῶν πιστῶν καὶ συμπληρούντων τὴν τοῦ θεοῦ ἐκκλησίαν· διὸ καὶ ἐπιφέρει· εἰ πρῶτον ἀφ' ἡμῶν ὄντων θεοῦ οἴκου ἡ ἐξέτασις τῶν βεβιωμένων γίνεται, τί χρὴ νομίζειν τέλος τοῖς ἀπειθήσασι τῷ εὐαγγελίῳ τοῦ θεοῦ; ἀγῶνα καὶ φόβον πολὺν ἐμποιεῖ τοῖς πιστοῖς, ὅπως ἀσφαλῶς μάθωσι τὸν κριτήν, πρὸς ὃν ἔχουσι τὸν λόγον· τούτους διεγείρας εἰς τὸν αὐτοῦ φόβον προτρέπει τοὺς ἀπειθοῦντας τῇ θείᾳ διδασκαλίᾳ φάσκων ἄφευκτον ἀπαντήσεσθαι 34 τοῖς τοιούτοις κόλασιν, ἣν τέλος αὐτῶν ὠνόμασε περιγράφουσαν ἣν εἶχον ἀπείθειαν· τούτους διεγείρων ἔτι μᾶλλόν φησι· τοῦ δικαίου μόγις τὴν σωτηρίαν λαβόντος τί χρὴ νομίζειν περὶ τῶν ἀσεβῶν τῶν διὰ τὸ αὐτοκατάκριτον μὴ ἐγειρομένων εἰς κρίσιν καὶ περὶ τῶν ἁμαρτωλῶν τῶν ἐν βουλῇ δικαίων μὴ ἀνισταμένων; μόγις γὰρ τοῦ δικαίου σωζομένου ἀγωνιῶντος περὶ τοῦ πῶς τὸ κατ' αὐτὸν ἐξετέλεσε κρίμα· εἰ γὰρ καὶ μηδὲν φαῦλον ἑαυτῷ σύνοιδεν, ἀλλ' οὖν εἰδώς, ὅτι οὐκ ἐν τούτῳ δεδικαίωται, ἕως ὁ κριτὴς αὐτὸν δικαιώσει, ἀγωνιᾷ. (Cr 79, 5-22 Ma 204f) 35 δὲ ὁ περιεχόμενος μὲν θεοῦ, ἄλλως δὲ καταφρονῶν καὶ παραβαίνων αὐτοῦ τοὺς νόμους· εἰ δὲ καθ' ὑποκείμενον ὁ αὐτὸς ἁμαρτωλὸς καὶ ἀσεβὴς εἴη, τὴν διαφορὰν κατ' ἐπίνοιαν ἕξει· δυνατὸν δὲ τὸν ἁμαρτάνοντα εὐθέως καὶ ἀσεβῆ εἶναι τῷ διὰ καταφρονήσεως ἀσεβεῖν εἰς θεόν. (Cr 79, 22-28 Ma 205)

36 Τό· "οἱ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν" ὁμοιοῦται τοῖς κατὰ τὸν κατακλυσμὸν συμβεβηκόσι· φησὶ γάρ· ὡς διὰ τῶν πάλαι