4
δέχνυσο, φέρτατε φωτῶν, βίβλους, ἔνθεν ἐγὼ κακὰ μυρία τεῦχον ἀλιτρός, καὶ πυρὶ τάσδ' ἀμάθυνον, ἐμὴν ψυχὴν ἐλεαίρων.» πεισθεὶς δ' ἀρητὴρ βίβλους λάβε, φλέξε δὲ πάσας, κεῖνον δ' εὐλογέων ἀγανοῖς μύθοις ἀπέπεμπε, πυκνὰ παραιφάμενος σηκοῖς θεοῦ ἐγκαταδύνειν. Κυπριανὸς δ', ἄψορρος ἰὼν ἑὸν ἐς δόμον αὖτις, ῥέξασκ' εὖτε κόνιν μορφὰς βρετέων ἀμενηνῶν, πᾶσαν δὲ ζοφερὴν νύκτα πεπλήγετο σῶμα καὶ φάτο· «πῶς δ' ἂν ἐγὼ Χριστοῦ βλεφάροισι φανείην, τόσσα κακὰ ῥέξας; πῶς δ' ἂν θεὸν εὐλογέοιμι ἡμετέροις στομάτεσσι, δι' ὧν ἑτέρους ἀθέριξα, δαίμονας οὐλομένους ἐν ἐμοῖς καλέων στομάτεσσι;» καὶ τέφρην σκεδάσας, κατάγειν θεοῦ ᾔτεεν οἶκτον σιγαλέως κατὰ γαῖαν, ἐπεὶ τρόμεεν μέγ' ἀῦσαι. ἀλλ' ὅτε δὴ ῥοδόπηχυς ἐπήλυθεν ἀργέτις Ἠὼς σαββατικῆς μεγάλης, τότε δὴ πέλε πᾶσι θαλείη. ὡς δὲ καὶ αὐτὸς ἔβαινε θεοῦ μεγάλοιο νέηλυς σεπτὴν εἰς ἄγυριν, πωλεύμενος ηὔχετο τοῖα· «δέσποτα, εἰ θεράπων τεὸς ἄξιος ἔμμεν' ὀΐω, δός με τεοῖς μεγάροισιν ἰόντα γε μῦθον ἀκοῦσαι ἐκ γραφικῶν βίβλων εἰς κληδόνα εὖ μάλα ἐσθλήν.» ὃς δ' ὡς οὖν ἐπὶ βηλὸν ἔβη νεώ, ἔννεπε ∆αυίδ, δῖος Ἰεσσιάδης· «ὅρα, κύδιμε, μὴ δὲ μεθήσῃς, ὦ κρατέων, μηδ' αὖ με λαθὼν τηλοῦ σέο τεύξῃς.» αὖτις δὲ προφάτωρ Ὠσηὲ μέγας τάδ' ἔειπεν ἔνθους· «εἰ δ' ἄγε μὴ πάις ἔσσεται.» αὐτὰρ ὁ αὖτις ∆αυίδης ἀγόρευε· «προέστιχον ὄμματ' ἐμεῖο ὄρθρον, φωτοφαῆ νυκτὸς ζοφερῆς ἐλατῆρα, ὄφρα γε θειοτέροις σέο ῥήμασιν ἕσπομαι αἰέν.» Ἠσαΐας δ' ἑτέρωθι· «φόβος σέο μή ποτ' ἀπαυρῇ θυμόν, τέκνον ἐμεῖο καί, ὃν φιλέω, Ἰάκωβε, ὃν πάντων κατέλεξα περικτιόνων πρόμον ἄλλων.» Παῦλος δ' ὧδ' ἀγόρευε θεηγόρος· «αὐτὸς ἀνάσσων ἡμέας ἐπρίατο Χριστὸς δυσπεμφέλου ἀρῆς ἐκ προτέρης θέμιδος.» πάλι δ' ἔννεπεν ὧδ' ὑποφήτης ∆αυὶδ ἀριστολύρης· «τίς δ' ἂν δεοῦ ἐξερεείνοι ἀθανάτου δύναμιν καὶ οὔασι πᾶσιν ἐνίσποι ὕμνους παντομέδοντος;» ἔπειτα δέ τ' εὖχος ἄνακτος θειοτέρων ἐπέων· μετέπειτα δὲ ἀρητῆρος παρφασίη· ἀτὰρ αὖτε κατηχήεις λόγος ἀνδρῶν· «ἔξιτε ἐκ νηοῖο θεοῦ, βροτοὶ ἡμιτέλεστοι.» Κυπριανὸς δ' ἀγανὸς θώκοις ἔτι ἧστο σιωπῇ.
Ἀστέριος δέ τις ἦε διάκτορος, ὃς φάτο τῷδε· «ἔξιθι κοιρανίων μεγάρων.» τὸν δ' ἂψ ἀπάμειπτο· «σταυροπαγοῦς Χριστοῦ θεράπων πέλω, ἔκτοθι δ' αὖ με σεύεις;» τῷ δ' ἐνένιπε διάκτορος· «ἀλλ' ἔτι σύγε οὐ πλήρης τελέθεις δοῦλος κρατεροῖο θεοῖο.» αὐτὸς δ' αὖτις ἔειπε· «θεὸς ζωὸς πέλει αἰέν, ὅστις ἐλεγχίστους κακοδαίμονας οἶος ἔδειξε, σῶσε δὲ παρθενικήν, καὶ ἐμὴν κραδίην ἐλεήρας. ἔκτοθι τῶνδε δόμων οὔ μοι θέμις ἐστὶν ἱκέσθαι, εἰ μὴ πίστεως ἐντὸς ἐγὼ Χριστοῖο γενοίμην.» ταῦτα μαθὼν δὲ θεοῦ ζάκορος τάχος ἦλθ' ἱερῆι ἀγγέλλων. ὁ δ' ἔπειτα καλέσσατο· ὡς δ' ἐπεῴκει, Κυπριανῷ πολέας καὶ ἀταρτηροὺς φάτο μύθους, εἰρωτῶν ὅσ' ἔοργεν. ἀτὰρ τόσον εὐξάμενός γε ἔργα θεοῖο δόνησεν, ὅσα περὶ κόσμον ἔτευξε. καὶ τότε δὴ θείοισι λοετροῖς ἁγνὸν ἔτευξεν. ἠοῖ δ' ὀγδοάτῃ γέντ' αἰπυβόης πολυσέπτων βίβλων Χριστοφάτων. ἀτὰρ εἰκάδι πεμπταίῃ τε μείων τυτθότερός τε διακτορίῃ τετέλεστο καὶ θυρεῶνας ἔχεν σεπτῆς ἅμα μυστιπολείης. ἤματα πεντήκοντα δ' ὅτ' ἤλυθεν, ἄξιος αἶψα γέντο διακτορίης. αὐτὰρ κρατερῶς ἐδάμαζεν ἀντιθέων γε φάλαγγας ἀναιδήτων, ἀπαλάμνων, καὶ νούσους στυγερὰς μελέων ἀποήλαεν ἀνδρῶν· ἤδη καὶ πολέας Χριστοῦ ἐς πώεον ἦγεν, εἰδώλων κακόπιστον ἀναινομένους ἀλάωσιν. ἀλλ' ὅτε δὴ λυκάβας τέλος ἔλλαβεν, ἔλλαχε θῶκον ἀρητῆρος ἴσον. δέκα δ' ἓξ ἑξῆς ἐνιαυτοὺς μίμνασκεν διέπων κλισμὸν τότε δημογέροντος. καὶ τότε δὴ μακαριστὸς ἐπίσκοπος Ἄνθιμος ἠὺς ἱρῆας κίκλησκε περικτίονας ἅμα πάντας· λέξας δ' ὅσσ' ἀγορῇ Χριστοῦ πέλεν αἴσιμα πάντα, εἰσέτι κόσμον ὁρῶν κλισίην πόρε Κυπριανῷ γε. αὐτὰρ δὴ μετὰ βαιὸν ἐς οὐρανὸν Ἄνθιμος ἐλθών, ποίμνην, ἧς πρόμος ἦεν, ἀγαυῷ πάρθετο φωτί. αὐτὰρ ὁ Κυπριανός, διέπων θεοῦ ἀγλαὸν οἶκον, παρθενικὴν ὑπέδεκτο, διακτορίηφι γερήρας· οὐ δ' ἔτι μιν καλέεσκεν Ἰούσταν, ἀλλ' ὀνόμηνεν Ἰουστίναν ἄμωμον· ὅλων δέ τε μητέρα θῆκε κουράων ἀταλῶν, Χριστοῦ μεγάλου θεραπαινῶν.