4
πρὸς ἐγκώμιον ἐξισώσειεν; ἀλλ' ὦ δυὰς σεβασμία, ἱλήκοις τοῖς λόγοις, συγ καταβαίης τῷ ἐγχειρήματι καὶ λόγον διδοίης πρὸς ἐργασίαν τοῦ λόγου μοι, παρὰ Χριστοῦ προσειληφυῖα τὴν δύναμιν καὶ πνεῦμα προσεφελκυσαμένη Χριστοῦ καὶ ἡμῖν χαρισα μένη πρὸς τὴν τῆς εὐφημίας συντέλειαν.
7 Πέτρος μὲν οὖν καὶ Παῦλος Χριστοῦ μαθηταί, καὶ τοῦτο κοινὸν ἀμφοῖν καθέστηκε χαρακτήρισμα. διαφέρετον γὰρ οὐ μικροῖς, οὐ μεγάλοις, φημὶ καὶ ταῖς εἰς Χριστὸν οἰκειώσεσιν, οὐδὲ τῷ πρῶτοι εἶναι ἢ τῷ ὑπερφέρειν παντός, ἀλλ' ἰδιώμασί τισι μερικοῖς, δι' ὧν τὴν τῶν ἀτόμων κατά ληψιν ἔσχομεν· μετὰ γὰρ τὸ εἶναι ἢ σὺν τῷ εἶναι ταυτότης καὶ ἑτερότης ἐν τοῖς οὖσιν εὑρίσκεται. οὔτε γὰρ ἀπ' ἀλλή λων τὰ ὄντα ἀπέσχισται οὔτε μὴν πάλιν εἰς ταυτὸν συν έσταλται τῇ κοινότητι· ἐκεῖνο μὲν γὰρ ὕλης, τοῦτο δὲ μόνον θεοῦ. εἰ γοῦν ἐν τοῖς οὖσιν ἁπλῶς ταυτότης ἐν κοινότητι τεθεώρηται, πολλῷ γε πλέον ἐν τοῖς ὁμογενέσιν ἢ ἐν τοῖς ὁμοειδέσι μάλιστά τε καὶ κυριώτατα· εἰ δὲ καὶ τὸν λόγον ἢ τὸν τρόπον ἰσάζοιντο, πλεῖστον ἂν εἴη ἐν αὐτοῖς τὸ ταυ τόν. θεωρητέον οὖν κἀν τοῖς εὐφημουμένοις παρ' ἡμῖν ἀρτίως τὴν ἐνοῦσαν πρῶτον τούτοις κοινότητα, τὴν εἰς ἓν ἐκείνους συνάπτουσαν καὶ συνάγουσαν εἰς συνάφειαν, εἴτ' ἐκ συμβεβηκότων αὐτοῖς εἴτ' ἐκ γνώμης ἐπεισιοῦσαν καὶ προαιρέσεως· εἶτα δὴ καὶ τὸ ἑτεροῖον σκοπήσωμεν.
8 Ἄμφω μὲν οὖν τὼ ἄνδρε τούτω καθὼς εἰρήκειν μαθη ταὶ τοῦ Χριστοῦ· τούτου τί ἂν εἴη μακαριώτερον; καὶ ἄμφω ἠκολουθήκει τῷ εὐαγγελίῳ Χριστοῦ. τούτῳ τῷ ἔργῳ οὐδὲν ἂν εἴη κατάλληλον, οὐ πλοῦ τος, οὐ δόξα, οὐκ εὐτυχία, οὐ βασιλείας ὕψος, οὐ θρόνων ἀγερωχία καὶ ἔπαρσις, οὐκ ἄλλο οὐδὲν τῶν οὐ μενόντων καὶ φθειρομένων. μαθητεύεταί τις Χριστῷ, καὶ τίς ἂν ἄλλος φανείη τούτου εὐδαιμονέστε ρος; διδάσκει τις Χριστοῦ τὰ μυστήρια, καὶ τίς αὐτοῦ μετεωρότερος καὶ ὑψηλότερος; εἰ γὰρ τὸν πρῶτον ἄνθρωπον κατέβαλεν ἔπαρσις καὶ ἡ τῆς θεώσεως ἔφεσις καὶ τοῦτον μακρὰν θεοῦ σκηνῶσαι πεποίηκε καὶ μήτι θεὸν γενέσθαι ἀλλ' οὐδὲ πλησιάζειν ὅλως θεῷ, τὸ μετὰ θεοῦ συμπεριπολεῖν καὶ συντυγχάνειν θεῷ καὶ λόγων ἀκροᾶσθαι θεοῦ καὶ ἐπα πολαύειν τούτου τῆς οἰκειώσεως ὅσῳ μέγιστον εἰς ἀξίαν καὶ τῆς τοῦ γένους εἰς τὸ ἀρχαῖον ἀποκαταστάσεως κρεῖττον καὶ τιμιώτερον. οὐ γὰρ ἀπολαμβάνουσιν οὗτοι παράδεισον οὐδὲ χωρίον τρυφῆς οὐδ' ἐφάπτονται τοῦ ἐν τῷ παραδείσῳ ξύλου ζωῆς, ἀλλὰ θεῷ προσεγγίζουσι καὶ θεοὶ τῇ ἐγγύ τητι γίνονται, ὡσεὶ τὰ διαφανῆ τῶν σωμάτων τὰ τῷ πυρὶ προσεγγίζοντα ἢ ἀέρος φύσις ἡλίου φωτὶ ἀνακεκραμένη καὶ ἀνταυγάζουσα. τοῦτο τὸ μέγα τῆς οἰκονομίας μυστήριον· διὰ ταῦτα σὰρξ ὁ θεός, ἵνα θεώσῃ τὴν σάρκα πάλαι φθα ρεῖσαν τοῖς τοῦ σατὰν μηχανήμασι· διὰ τοῦτο ἐπὶ γῆς ἄνθρω πος ὁ θεός, ὅπως ἀναχωνεύσῃ τὸ κατ' εἰκόνα καὶ ἀποσμήξῃ τὴν ὕλην καὶ ἐπανάξῃ ταύτην εἰς τὴν ὁμοίωσιν. τίς νοῦς ἐφικέσθαι τοῦ τοιούτου μυστηρίου δυνήσεται; ποῖος λόγος ἐξαγγελεῖ τὸ μεγαλεῖον τοῦ πράγματος; ἐν τούτῳ σιγῶσιν ἄγγελοι, ἐν τούτῳ δεδοίκασι καὶ ἀρχάγγελοι, ἐν τούτῳ πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ κυριότης καὶ δύναμις καὶ αὐτὰ τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ σὺν τοῖς θρόνοις πεφρίκασι μὴ δυνάμενα συνορᾶν τοῦ μυστηρίου τὸ μέγεθος καὶ τοῦ δεσπότου τὴν καίνωσιν· ἄνθρωπος ταπεινὸς ὁ θεὸς καὶ πένης περιπολῶν καὶ εὐτελὴς καὶ ἀνέστιος καὶ οὐδὲ ὡς ἀλώπεκες μικροῦ τινος ἐπευμοιρῶν καλύμματος, ὑβριζόμενος ἐξουθενούμενος ῥαπιζόμενος διαβαλλόμενος, πάντα πάσχων ὑπὲρ ἁπάντων, ὀλίγους πάνυ ἔχων τοὺς ὀπηδοῦντας καὶ τούτους οὐ τῶν περιφανῶν ἀλλὰ καὶ λίαν εὐτελεστέρων, οὐδὲ τῶν ἐνδοξοτάτων ἀλλὰ καὶ πάμπαν ἀτιμοτάτων. τί γὰρ ἁλιέως ἔχει τις εἰπεῖν ἀφανέστερον; τί δὲ τοῦ τὸ δίκτυα ῥάπτοντος ἀτιμότερον; οὐ πομπάζει γοῦν τῇ περιστροφῇ, ἵνα διδάξῃ τοὺς ἀνθρώπους ταπείνωσιν καὶ μὴ τοῖς ἐν δόξοις τοῦ κόσμου ἐναβρύνεσθαί τε καὶ ὑπεραίρεσθαι.