1

 2

 3

 4

 5

 6

 7

4

ἀντιτεχνᾶται τῷ δημιουργῷ τῆς κακίας; Πάντων ἀπογνοῦσα τῶν ἄλλων, ἐπὶ τὸν Θεὸν καταφεύγει, καὶ προστάτην ποιεῖται κατὰ τοῦ μισητοῦ πόθου τὸν ἑαυτῆς νυμφίον, ὃς καὶ Σωσάνναν ἐῤῥύσατο, καὶ Θέκλαν διέσωσεν· τὴν μὲν ἀπὸ πικρῶν πρεσβυτέ ρων, τὴν δὲ ἀπὸ τυράννου μνηστῆρος, καὶ τυ 35.1181 ραννικωτέρας μητρός. Τίνα τοῦτον; Χριστὸν, ὃς καὶ πνεύμασιν ἐπιτιμᾷ, καὶ κουφίζει βαπτιζομέ νους, καὶ πεζεύει πέλαγος, καὶ λεγεῶνα πνευμάτων τῷ βυθῷ δίδωσι· καὶ ῥύεται μὲν ἐκ λάκκου δίκαιον λέουσι προτεθέντα βορὰν, καὶ χειρῶν ἐκτάσει τοὺς θῆρας νικήσαντα· ῥύεται δὲ ὑπὸ κήτους κατα ποθέντα φυγάδα προφήτην, κἀντοῖς σπλάγχνοις τὴν πίστιν διασωσάμενον· σώζει δὲ Ἀσσυρίους ἐν φλογὶ παῖδας, ἀγγέλῳ τὴν πυρὰν καταψύξας, καὶ τοῖς τρισὶ παραζεύξας τὸν τέταρτον.

ΙΑʹ. Ταῦτα καὶ πλείω τούτων ἐπιφημίζουσα, καὶ τὴν Παρθένον Μαρίαν ἱκετεύουσα βοηθῆσαι παρθένῳ κινδυνευούσῃ, τὸ τῆς νηστείας καὶ χαμευ νίας προβάλλεται φάρμακον· ὁμοῦ μὲν τὸ κάλλος μαραίνουσα ὡς ἐπίβουλον, ἵν' ὑποσπάσῃ τῆς φλογὸς τὴν ὕλην, καὶ δαπανήσῃ τὸ τῶν παθῶν ὑπέκκαυμα· ὁμοῦ δὲ τὸν Θεὸν ἱλεουμένη διὰ τῆς πίστεως καὶ διὰ τῆς ταπεινώσεως· οὐδενὶ γὰρ οὕτω τῶν πάντων, ὡς κακοπαθείᾳ, θεραπεύεται Θεὸς, καὶ δάκρυσι τὸ φιλάνθρωπον ἀντιδίδοται. Ποθεῖτε τὰ ἑξῆς, οἶδ' ὅτι, τοῦ διηγήματος. Ἀγωνιᾶτε γὰρ ὑπὲρ τῆς παρ θένου, καὶ τοῦ ἐραστοῦ δὲ οὐχ ἧττον, μὴ εἰς κακὸν ἀμφοτέροις ὁ πόθος ἔληξεν. Ἀλλὰ θαρσεῖτε. Πίστεως γὰρ ὁ πόθος πρόξενος γίνεται· καὶ παρθένον ἑαυτῷ μνηστεύων ὁ ἐραστὴς, ὑπὸ Χριστοῦ μνηστεύεται· καὶ ἡ μὲν τῶν πόθων φλὸξ ἀποσβέννυται, ἡ δὲ τῆς ἀληθείας ἀνάπτεται. Πῶς καὶ τίνα τρόπον; Ἐν ταῦθά μοι τὸ τοῦ διηγήματος ἥδιστον. Νικᾷ ἡ παρθένος, νικᾶται ὁ δαίμων. Ὁ πειραστὴς πρόσεισι τῷ ἐραστῇ, καταμηνύει τὴν ἧτταν· περιφρονεῖται. ∆υσχεραίνει τῆς ὑπεροψίας· ἀμύνεται τὸν ὑπερ όπτην. Ἡ ἄμυνα δὲ τίς; Εἰς αὐτὸν εἰσοικίζεται· τὸν τέως θεραπευτὴν, ἵνα κακῷ τὸ κακὸν ἐκκρουσθῇ, καὶ λύσσα λύσσης ἴαμα γένηται. Τῆς παρθένου μὲν ἀποκρούεται, καθάπερ τι μηχάνημα τείχους ὀχυροῦ καὶ γενναίου, λόγου φυγὰς καὶ δεήσεως· τῷ πέμψαντι δὲ προσπαλαίει, (ὢ τοῦ θαύματος!) πρὸς τὸν βαλόντα πάλιν ἀναστραφεὶς, καὶ συμπνίγων, ὥσπερ τινὰ Σαοὺλ δεύτερον.

ΙΒʹ. Τί οὖν ὁ ἄφρων ἐραστὴς καὶ σώφρων ἐπί ληπτος; Ζητεῖ τοῦ κακοῦ τὴν λύσιν, εὑρίσκει· εὐμή 35.1184 χανον γὰρ ἅπαν τὸ πιεζόμενον. Τίς ἡ λύσις; Ἐπὶ 35.1184 τὸν τῆς παρθένου καταφεύγει Θεὸν, ὥσπερ Σαοὺλ ἐπὶ τὴν κινύραν τοῦ ∆αβὶδ καὶ τὰ κρούσματα· πρόσεισι τῷ ταύτης Ποιμένι· καθαίρεται, ὥσπερ τοῦ πόθου διὰ τῆς πληγῆς, οὕτω τοῦ πονηροῦ πνεύ ματος διὰ τῆς εἰς Χριστὸν πίστεως· μετατίθεται τὸν πόθον· ἐπὶ πολὺ μὲν ἀπιστούμενος καὶ ἀποπεμπόμε νος· καὶ γὰρ ἐδόκει τὸ πρᾶγμα τῶν ἀπίστων εἶναι καὶ θαυμασίων, Κυπριανὸν ἐν Χριστιανοῖς ἀριθμη θῆναί ποτε, εἰ καὶ πάντες ἄνθρωποι· μετατίθεται δ' οὖν, καὶ ἀπόδειξις τῆς μεταβολῆς ἐναργής· Προτίθησι δημοσίᾳ τὰς γοητικὰς βίβλους· θριαμβεύει τοῦ πονηροῦ θησαυροῦ τὴν ἀσθένειαν· κηρύσσει τὴν ἄνοιαν, λαμπρὰν ἐξ αὐτῶν αἴρει τὴν φλόγα, πυρὶ δαπανᾷ τὴν μακρὰν ἀπάτην, ἣ μιᾷ φλογὶ σαρκὸς οὐκ ἐπήμυνεν· ἀφίσταται τῶν δαιμόνων, οἰκειοῦται Θεῷ. Ὢ τῆς χάριτος! Ὅση Θεὸν εὑρίσκει πονηρῷπόθῳ καὶ πνεύματι, πρόβατον ἱερὸν τῆς ἱερᾶς γίνε ται ποίμνης, ὡς δὲ ἐγώ τινος ἤκουσα, καὶ νεωκό ρος, πολλὰ δεηθεὶς, ἵνα φιλοσοφήσῃ τὸ ταπεινὸν εἰς κάθαρσιν τῆς προτέρας ἀλαζονείας. Εἶτα ποιμὴν, καὶ ποιμένων ὁ κράτιστός τε καὶ δοκιμώτατος. Οὐ γὰρ τῆς Καρχηδονίων προκαθέζεται μόνον Ἐκκλησίας, οὐδὲ τῆς ἐξ ἐκείνου καὶ δι' ἐκεῖνον περιβοήτου μέχρι νῦν Ἀφρικῆς, ἀλλὰ καὶ πάσης τῆς ἑσπερίου, σχεδὸν δὲ καὶ τῆς ἑῴας αὐτῆς, νοτίου τε καὶ βο ρείου λήξεως, ἐφ' ὅσα ἐκεῖνος ἦλθε τῷ θαύματι. Οὕτω Κυπριανὸς ἡμέτερος γίνεται.