4
ἀποσεμνύνε σθαι †. ἵνα τοίνυν δείξωμεν αὐτοῖς ὅτι τὰ παρ' ἐκείνοις περισπούδαστα ἡμῖν ἐστιν εὐκαταφρόνητα, σιωπῇ παραδρά μωμεν τὸν περὶ τούτων λόγον· ὁμοῦ δὲ καὶ οὐκ εὔληπτος λαῷ παντὶ ἡ περὶ τούτων θεωρία. πάρεστι δὲ ἡ ἐκκλησία οὐ παραδόξων λόγων ἀκρόασιν ἐκδεχομένη, ἀλλὰ τῶν ἐπ' οἰκοδομῇ θεωρημάτων ἐπιζητοῦσα τὰς λύσεις. Τετίμηται τοίνυν ἡ ἑβδόμη ἡμέρα, τὸ σάββατον. ὁ ἕβδομος παρὰ Ἰουδαίοις ἀριθμὸς τίμιος, ἐν ᾧ αἱ σκηνοπηγίαι, αἱ σάλπιγγες, ἡ ἡμέρα τοῦ ἱλασμοῦ. ἕβδομος ἐνιαυτὸς 55 παρ' ἐκείνοις τίμιος ὁ τῆς ἀφέσεως λεγόμενος. ἐξῆν μὲν γὰρ αὐτοῖς ἓξ ἔτη ἐργάσασθαι τὴν γῆν, τῷ δὲ ἑβδόμῳ ἔτει τοῖς αὐτομάτοις ἀρκεῖσθαι, ὅτε εἶχον τὴν γῆν τῆς ἐπαγγελίας. ἓξ ἔτη ἐδούλευεν ὁ Ἑβραῖος καὶ τῷ ἑβδόμῳ ἀφίετο τῆς δουλείας. ἑβδομηκοστῷ ἔτει ἐλύθη παρ' αὐτοῖς ἡ αἰχμαλω σία. λοιπὸν δὲ καὶ τὰ ἡμέτερα· Ἑπτάκις, φησί, πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται. οὕτως οἰκειούμεθα ἡμεῖς τὴν ἑβδομάδα. ἕβδομος ἀπὸ γενέσεως οὐκ εἶδε θάνατον, μυστήριον ἐκκλησίας. ἕβδομος ἀπὸ Ἀβραὰμ Μωυσῆς νόμον ἔλαβε· μεταβολὴ βίου, ἀνομίας ἀνάλυσις, δικαιοσύνης εἴσο δος, θεοῦ ἐπιδημία, εὐταξία κόσμου, νομοθέτησις τῶν πρα κτέων. ἑβδομηκοστῇ καὶ ἑβδόμῃ γενεᾷ ἀπὸ Ἀδὰμ ὁ Χριστὸς ἐφάνη. οἶδε τὸ μυστήριον τῆς ἑβδομάδος Πέτρος· Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; ὀλίγα οἶδε· τὸ μυστήριον οὔπω ἔμαθε· μαθητὴς γὰρ 56 ἔτι ἐστίν. Ἕως ἑπτάκις; οὐκ ἀπέστη τοῦ ἑπτὰ ὁ διδάσκων. εἶπεν ὡς ᾔδει ὁ μαθητής, ὑπερέβαλε τῷ πλούτῳ ὁ δεσπότης. Ποσάκις ἁμαρτήσει καὶ ἀφήσω; διὰ τί οὐκ εἶπεν· ἕως ἑξάκις; ἕως ὀκτάκις; ἀλλ'· Ἕως ἑπτάκις; διὰ τί ὁ κύριος οὐκ εἶπεν· ἕως ἑκατοντάκις ἑκατόν, ἀλλὰ τὸν ἑπτὰ ἀριθμὸν ἐπολυ πλασίασεν; οὔτε ὁ Πέτρος ἄλλον ἠρώτησεν οὔτε ὁ κύριος ἐξέβη τοῦ κανόνος τοῦ ἑβδοματικοῦ. παρετήρησεν ὁ Πέτρος ὅ τι κανὼν παραδόσεως ἀρχαῖός ἐστι, τὴν ἑβδομάδα ἔμφασιν ἔχειν τινὸς ἀφέσεως ἁμαρτημάτων, ἀναπαύσεως τελείας, οὗ σημεῖον τὸ σάββατόν ἐστιν, ἡ ἑβδόμη ἡμέρα ἀπὸ γενέσεως. Ὁ Πέτρος Ἑπτάκις, ὁ κύριος Ἕως ἑβδομηκοντάκις ἑπτά. αἱ ἁμαρτίαι ἐκδικοῦνται ἑπτάκις· Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. οὐδὲ ἐκεῖ ὀκτὼ ἀλλ' Ἑπτά. διὰ τί; μικρὸν ἀνάμεινον καὶ εὑρήσεις τὸ μυστήριον. πρώτη ἁμαρτία ἑπτάκις ἐκδικεῖται· δεύτερος φόνος τοῦ Λάμεχ ἑβδομηκοντάκις ἑπτά· Ὅτι ἐκ Κάϊν ἐκδικεῖται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. εἰ δὲ ἐκεῖ ἄφεσις παρὰ Πέτρου ἑπτάκις ἀναλογοῦσα τῇ ἐκδικήσει 57 τοῦ Κάϊν, συγχώρησις παρὰ κυρίου ἑβδομηκοντάκις ἑπτὰ ὡς κατάκρισις τοῦ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. ὅσον τὸ παρά πτωμα, τοσοῦτον καὶ τὸ χάρισμα· ὅπου ὀλίγη ἡ ἁμαρτία, ὀλίγη καὶ ἡ ἄφεσις· Ὧι γὰρ ἀφῆκεν ὀλίγον, ὀλίγον καὶ ἀγαπᾷ· Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Τί οὖν ἐστι τὸ μυστήριον; ἑβδόμη λέγεται ἡμέρα ὁ αἰὼν ὁ τῆς κρίσεως, ἐν ᾧ ὁ ἁμαρτωλὸς ἑπτάκις, ὁ καθ' ὑπερβολὴν ἑβδομηκοντάκις ἑπτὰ ἐκδικηθήσεται· ὁ δίκαιος ἑπτάκις τιμηθήσεται, ὁ καθ' ὑπερβολὴν δίκαιος ἑβδομηκοντάκις ἑπτά. ἡ τοῦ θεοῦ φιλανθρωπία νῦν μὲν δι' αἰνιγμάτων ἡμῖν τὰ μέλλοντα ὑποφαίνει, τότε δὲ ἐπὶ τῆς παρουσίας ἐναργὴς καὶ τετρανωμένη ἔσται ἡ ἀλήθεια. δείξει γὰρ τίς τίνων ἐστὶν ἄξιος. ἑπταπλάσιον τοίνυν ἡμῖν τὴν ἀντίδοσιν χρεωστουμένην τοῖς ἁμαρτωλοῖς συγχωρήσει ὁ κύριος ἐνταῦθα διὰ τῆς ἐξομο 58 λογήσεως καὶ μετανοίας ἐξιλεωθεὶς παρ' ἡμῶν. ὥστε εἰδότες τὴν φοβερὰν ἐκείνην ἡμέραν, τὴν τεταμιευμένην ἀντίδοσιν τοῖς ἡμαρτηκόσι, τὴν πρὸς ἀξίαν τῶν πεπλημμελημένων ἀντιμέτρησιν προλαβόντες διὰ τῆς μετανοίας ἀναλύσω μεν τὰ ἁμαρτήματα, ἵνα ἐκεῖ τὸν πολυπλασιασμὸν τῆς ἀντι δόσεως τὸν ἐπίπονον ἐκφύγωμεν. ἑβδόμη τοίνυν αὕτη ἡ ἡμέρα ἐκείνης τῆς ἑβδόμης τῆς συντελείας τοῦ αἰῶνος τύπωμα.
Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων. οὐκέτι ἔργα τοῦ κόσμου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκέτι γάμοι, οὐκέτι συναλλαγμάτων ἐμπορίαι, γεωργίαι οὐκέτι, ἀλλὰ πᾶσα ἡ γῆ ἐπτοημένη, πᾶσα ἡ κτίσις ἐναγώνιος, ἱδρὼς ἀπα ραμύθητος, καὶ οἱ