4
δὲ οὐδὲν τούτων ἐστίν, ὑπὲρ οὗ τὴν ψῆφον ἐκείνην ἐξήνεγκαν, ἀντὶ τίνος ὁ φόνος, εἰπάτωσαν.
Ἀλλ' ἴδωμεν ἐν τοῖς ἐφεξῆς τῶν ἀγώνων, ὅπως ἀμύνεται τοὺς μιαιφόνους ὁ ταῖς νιφάσι τῶν λίθων καταχωννύμενος, ποίας ἀντιπέμπει βολὰς κατὰ τῶν ἀφιέντων τὰς τῶν λίθων βολάς. μαθέτωσαν Ἰουδαίων παῖδες τὰ τῶν Χριστιανῶν ὅπλα, οἷς πρὸς ἄμυναν τῶν λυπούντων χρησάμενος ὁ μέγας Στέφανος νόμον τῷ βίῳ τὸ ἔργον πεποίηται. οἱ μὲν γὰρ θηριώδει τινὶ καὶ ἀπηνεῖ τῇ λύσσῃ κύκλῳ περιστάντες τὸν ἅγιον πρὸς ἕνα σκοπὸν οἱ πάντες ἔβαλλον, πᾶν τὸ ὑπὸ χεῖρα γενόμενον ὅπλον κατὰ τοῦ Στεφάνου ποιούμενοι. ὁ δὲ καθάπερ τις ἱερεὺς κατὰ τὸν πνευματικὸν νόμον εὐαγῆ θυσίαν ἱερουργῶν οὐκ ἀλλότριον, ἀλλὰ τὸ ἴδιον προσάγων σῶμα, καὶ ἀντὶ σπονδῆς ἀπορραίνων τοῦ αἵματος, δι' ἑαυτοῦ τὸν θεόν, ὃν ἐν τοῖς οὐρανίοις ἀδύτοις ἔβλεπεν, ὑπὲρ τῶν πλημμελούντων ἐξιλεοῦτο, εὐεργεσίᾳ τὴν μιαιφονίαν αὐτῶν ἀμειβόμενος, βοῶν ἐν ταῖς τῶν φονευτῶν ἀκοαῖς [καὶ λέγων]· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. καὶ ὁ μὲν ἐξήλειφεν αὐτῶν δι' εὐχῆς τὴν ἁμαρτίαν, ἣν ταῖς παρανόμοις αὐτῶν χερσὶν οἱ μιαιφόνοι ἐχειρογράφουν, οἱ δὲ καὶ πρὸς τὴν εὐχὴν παρωξύνοντο καὶ οὐ πρότερον ἀνίεσαν βάλλοντες, ἕως ὁ μέγας 24 Στέφανος καθάπερ ἄνθεσιν ἁπαλοῖς ἢ δρόσῳ τινὶ κούφῃ περιρρεόμενος εἰς τὸν γλυκύν τε καὶ μακαριστὸν ὕπνον ἐκλίθη. Ἀλλ' ἔφθασεν ἡ νίκη τοὺς ἄθλους, καὶ πρὸ τῶν ἀγώνων ὁρῶμεν τὸν στεφανίτην. πρὶν γὰρ θεωρῆσαι τὴν ἀγωνίαν, πρὸς τὸ πέρας τῶν ἄθλων ὑπὸ τοῦ λόγου παρήχθημεν. ἔδει γὰρ οἶμαι μὴ παραδραμεῖν ἐκεῖνα τῷ λόγῳ, δι' ὧν μάλιστα ἡ τοῦ μάρτυρος ἀρετὴ διεδείκνυτο. οἷον ἦν τὸ τῶν φονώντων συνέδριον, καὶ πῶς κατὰ τὸ ἴσον πᾶσι πρὸς τὸν φόνον ὁ θυμὸς διεγήγερτο· ὅση πρὸς τὸ κακὸν ἦν τοῖς συνειλεγμένοις ἡ σύμπνοια· οἷον ἑκάστου τὸ βλέμμα, οἷον τὸ σχῆμα, οἷον τὸ περὶ τοὺς ὀδόντας πάθος, καθὼς παρασημαίνεται ἡ θεία γραφή, ὅτι διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ' αὐτόν. καὶ ὃς ἐν μέσῳ τοιούτων καὶ τοσούτων ἑστὼς καὶ πάσῃ τῇ ἀντικειμένῃ δυνάμει τῇ ἐν τοῖς μιαιφό νοις ἐνεργουμένῃ ἑαυτὸν ἀντεγείρων διὰ πάντων ὑπερέσχε τῷ μεγαλοφυεῖ τοῦ φρονήματος, ἀντιτιθεὶς τῷ μὲν θυμῷ τὴν μακροθυμίαν, ταῖς δὲ ἀπειλαῖς τὴν ὑπεροψίαν, τῷ δὲ τοῦ θανάτου φόβῳ τὴν τῆς ζωῆς καταφρόνησιν, τῷ μίσει τὴν ἀγάπην, τῇ δυσμενείᾳ τὴν εὐποιίαν, τῇ συκοφαντίᾳ τὴν τῆς ἀληθείας φανέρωσιν. οὐ γὰρ δι' ἑνὸς τρόπου νικητὴς ὁ τῆς ἀληθείας ἀγωνιστὴς ἀπεδείκνυτο, ἀλλὰ πρὸς πᾶν εἶδος κακίας τῆς τότε τοῖς Ἰουδαίοις ἐνεργουμένης ἑαυτὸν διὰ τῆς 26 ποικίλης ἀρετῆς καταμερίσας, καὶ πᾶσι συνεπλάκη καὶ ὑπερέσχε τῶν πάντων. οὕτως ἀκούω καὶ ἐν τοῖς γυμνικοῖς ἀγῶσι τοὺς πλεονεκτοῦντας κατὰ τὴν δύναμιν πρὸς ὅλον πολλάκις ἀποδυομένους τὸ γύμνικον στάδιον κατὰ πάντων φέρεσθαι τῶν ἀντιπάλων τὰ νικητήρια. τοιοῦτος ὁ τοῦ σταδίου τῶν μαρτύρων καθηγησάμενος πρὸς πᾶσαν τοῦ ἀντικειμένου τὴν δύναμιν ἑαυτὸν ἀντιτάξας λαμπρὸς τῇ κατὰ πάντων ἀναδείκνυται νίκῃ· τὴν ψευδώνυμον σοφίαν τὴν διὰ Λιβερτί νων καὶ Κυρηναίων καὶ τῶν ἀπὸ τῆς Ἀλεξάνδρου πόλεως σοφῶν αὐτῷ προσπαλαίουσαν διὰ τῆς ἀληθοῦς σοφίας κατ ηγωνίσατο, τὸν φόβον διὰ τῆς παρρησίας, τὴν ἀπειλὴν διὰ τῆς ὑπεροψίας, τὴν πικρίαν διὰ τῆς εὐποιίας, τὸ ψεῦδος διὰ τῆς ἀληθείας. οἱ μὲν πρὸς τὸν φόνον ἔβλεπον καὶ ἤδη τὰς χεῖρας τοῖς λίθοις ἐξώπλιζον καὶ τῷ βλέμματι καὶ τῷ ἄσθματι καὶ τῇ τῶν ὀδόντων συμπτώσει τὴν πικρίαν ἐπισημαίνοντες, ὁ δὲ ὡς ἀδελφοὺς ἑώρα καὶ ὡς πατέρας ἠσπάζετο. ἄνδρες γάρ, φησίν, ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Οἱ μὲν τὴν συκοφαντίαν πιθανῶς συνέπλασσον, τῷ δὲ τὸ τῶν φονώντων συνέδριον τῆς ἀληθείας φροντιστήριον ἦν. οὐκ ἐπέκοπτε φόβῳ τὸν λόγον οὐδὲ πάρετος πρὸς τὴν ἐλπίδα τῶν κινδύνων ἐγίνετο οὐδὲ πρὸς τὸν θάνατον ἔβλεπεν, ἀλλ' ἐπὶ τοῦ ὕψους τὴν ψυχὴν ἔχων καὶ τὰ ἐν ποσὶ πάντα περιορῶν ὡς παιδία μάτην ἀφραίνοντα