4
νήπιον, οὕτω χωρούμενος ὡς ἄνθρωπος αὐτὸν χωρεῖν ἠδύνατο. Οὐ περὶ τὸν Θεὸν οὖν τὸ ἀδύνατον καὶ ἐνδεές, ἀλλὰ περὶ τὸν νεωστὶ γεγονότα ἄνθρωπον, ὅτι μὴ ἀγένητος ἦν. 24 Περὶ τὸν Θεὸν δύναμις ὁμοῦ καὶ σοφία καὶ ἀγαθότης δείκνυται· δύναμις μὲν καὶ ἀγαθότης ἐν τῷ τὰ μηδέπω ὄντα ἑκουσίως κτίζειν τε καὶ ποιεῖν, σοφία δὲ ἐν τῷ εὔρυθμα καὶ ἐμμελῆ καὶ ἐγκατάσκευα τὰ γεγονότα πεποιηκέναι, ἅτινα διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ ἀγαθότητα αὔξησιν προσλαβόντα καὶ ἐπὶ πλεῖον ἐπιμένοντα ἀγενήτου δόξαν ἀποίσεται, τοῦ Θεοῦ ἀφθόνως χαριζομένου τὸ καλόν. Κατὰ μὲν γὰρ τὸ γεγενῆσθαι αὐτά, οὐκ ἀγένητα· κατὰ δὲ τὸ παραμένειν αὐτὰ μακροῖς αἰῶσι, δύναμιν ἀγενήτου προσλήψεται, τοῦ Θεοῦ προῖκα δωρουμένου τὴν εἰς ἀεὶ παραμονὴν αὐτοῖς. Καὶ οὕτως πρωτεύει μὲν ἐν πᾶσιν ὁ Θεὸς ὁ καὶ μόνος ἀγένητος καὶ πρῶτος τῶν ἁπάντων καὶ τοῦ εἶναι τοῖς πᾶσι παραίτιος, τὰ δὲ λοιπὰ πάντα ἐν ὑποταγῇ μένει τοῦ Θεοῦ, ὑποταγὴ δὲ Θεοῦ ἀφθαρσία, καὶ παραμονὴ ἀφθαρσίας δόξα ἀγενήτου. 25 ∆ιὰ ταύτης τῆς τάξεως καὶ τῶν τοιούτων ῥυθμῶν καὶ τῆς τοιαύτης ἀγωγῆς, ὁ γενητὸς καὶ πεπλασμένος ἄνθρωπος κατ' εἰκόνα καὶ ὁμοίωσιν γίνεται τοῦ ἀγενήτου Θεοῦ, τοῦ μὲν Πατρὸς εὐδοκοῦντος καὶ κελεύοντος, τοῦ δὲ Υἱοῦ ὑπουργοῦντος καὶ πράσσοντος, τοῦ δὲ Πνεύματος τρέφοντος καὶ αὔξοντος, τοῦ δὲ ἀνθρώπου ἠρέμα προκόπτοντος καὶ ἀνερχομένου πρὸς τὸ τέλειον, πλησίον τουτέστι τοῦ ἀγενήτου γινομένου· τέλος γὰρ ὁ ἀγένητος, οὗτος δέ ἐστι Θεός. Ἔδει δὲ τὸν ἄνθρωπον πρῶτον γενέσθαι, καὶ γενόμενον αὐξῆσαι, καὶ αὐξήσαντα ἀνδρωθῆναι, καὶ ἀνδρωθέντα πληθυνθῆναι, καὶ πληθυνθέντα ἐνισχῦσαι, ἐνισχύσαντα δὲ δοξασθῆναι, καὶ δοξασθέντα ἰδεῖν τὸν ἑαυτοῦ ∆εσπότην· Θεὸς γὰρ ὁ μέλλων ὁρᾶσθαι, ὅρασις δὲ Θεοῦ περιποιητικὴ ἀφθαρσίας, «ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ Θεοῦ». 26 Οὔτε τὸ φῶς ἐξασθενεῖ διὰ τοὺς ἑαυτοῖς τυφλώττοντας, ἀλλ' ἐκείνου μένοντος ὁποῖον καὶ ἔστιν, οἱ τυφλωθέντες παρὰ τὴν αἰτίαν τὴν ἑαυτῶν ἐν ἀορασίᾳ καθίστανται, μήτε τοῦ φωτὸς μετ' ἀνάγκης δουλαγωγοῦντός τινα, μήτε τοῦ Θεοῦ βιαζομένου, εἰ μὴ θέλοι τις κατασχεῖν αὐτοῦ τὴν τέχνην. Τὰ οὖν ἀποστάντα τοῦ πατρικοῦ φωτὸς καὶ παραβάντα τὸν θεσμὸν τῆς ἐλευθερίας παρὰ τὴν αὐτῶν ἀπέστησαν αἰτίαν, ἐλεύθερα καὶ αὐτεξούσια τὴν γνώμην γεγονότα. 27 Εἷς καὶ ὁ αὐτὸς Πατήρ, ὁ τοῖς μὲν γλιχομένοις αὐτοῦ τῆς κοινωνίας καὶ προσμένουσιν αὐτοῦ τῇ ὑποταγῇ τὰ παρ' αὐτῷ ἡτοιμακὼς ἀγαθά, τῷ δὲ ἀρχηγῷ τῆς ἀποστασίας διαβόλῳ καὶ τοῖς συναποστᾶσιν αὐτῷ τὸ αἰώνιον πῦρ ἡτοιμακώς, εἰς ὃ πεμφθήσεσθαι ἔφη ὁ Κύριος τοὺς εἰς τὰ ἀριστερὰ διακριθέντας. Καὶ τοῦτό ἐστιν τὸ εἰρημένον ὑπὸ τοῦ προφήτου· «Ἐγὼ Θεὸς ζηλωτής, ποιῶν εἰρήνην καὶ κτίζων κακά», ἐπὶ μὲν τοὺς μετανοοῦντας καὶ ἐπιστρέφοντας πρὸς αὐτὸν ποιῶν εἰρήνην καὶ φιλίαν καὶ ἕνωσιν συντιθέμενος, ἐπὶ δὲ τοὺς μὴ μετανοοῦντας καὶ φεύγοντας αὐτοῦ τὸ φῶς πῦρ αἰώνιον καὶ ἐξώτερον σκότος ἡτοιμακώς, ἅτινά ἐστιν κακὰ τοῖς ἐμπεσοῦσιν εἰς αὐτά. 28 Ὁ μὲν Κύριος ἐν τῷ ἰδίῳ ἀγρῷ καλὸν ἔσπειρε σπέρμα-»ἀγρὸς δέ ἐστιν ὁ κόσμος»-· «ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν ὁ ἐχθρὸς καὶ ἔσπειρε ζιζάνια μέσον τοῦ σίτου καὶ ἀπῆλθεν.» Ἔκτοτε γὰρ ἀποστάτης ὁ ἄγγελος οὗτος καὶ ἐχθρός, ἀφ' ὅτε ἐζήλωσε τὸ πλάσμα τοῦ Θεοῦ καὶ ἐχθροποιῆσαι αὐτὸν πρὸς τὸν Θεὸν ἐπεχείρησε. ∆ιὸ καὶ ὁ Θεὸς τὸν μὲν παρ' αὑτοῦ τὸ ζιζάνιον λάθρα ἐπισπείραντα, τουτέστι τὴν παράβασιν εἰσενεγκόντα, ἀφώρισε τῆς ἰδίας μετουσίας· τὸν δὲ ἀμελῶς μὲν ἀλλ' ἀκάκως παραδεξάμενον τὴν παρακοὴν ἄνθρωπον ἠλέησε καὶ ἀντέστρεψε τὴν ἔχθραν ἣν ἐχθροποιῆσαι πρὸς αὐτὸν ἠθέλησε πρὸς αὐτὸν τὸν ἐχθροποιοῦντα, ἀπωσάμενος μὲν ἀφ' ἑαυτοῦ τὴν πρὸς αὐτὸν ἔχθραν, ἀνακλάσας δὲ αὐτὴν καὶ ἀντιπέμψας πρὸς τὸν ὄφιν, καθὼς ἡ γραφή φησιν εἰρηκέναι τῷ ὄφει τὸν Θεόν· «Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τῆς γυναικός», Καὶ τὴν ἔχθραν ταύτην ὁ Κύριος εἰς ἑαυτὸν ἀνεκεφαλαιώσατο, «γενόμενος ἐκ γυναικὸς» ἄνθρωπος καὶ πατήσας αὐτοῦ τὴν κεφαλήν.