1

 2

 3

 4

 5

2

ἐκκλησία ἐδηλοῦτο, ἣν οἱ καταλαλοῦντες καὶ ἐνδιαβάλλοντες καὶ διαμωκώμενοι οὐκ ἔσονται καθαροί· λεπρήσουσι γὰρ καὶ ἐξαφορισθήσονται τῆς τῶν δικαίων παρεμβολῆς. 12 Χριστός ἐστιν ὁ θησαυρὸς ὁ κεκρυμμένος ἐν ἀγρῷ, τουτέστι ταῖς γραφαῖς ταῖς ἐν τῷ κόσμῳ οὔσαις- ἀγρὸς γὰρ ὁ κόσμος-, κεκρυμμένος δέ, ὅτι διὰ τύπων καὶ παραβολῶν ἐσημαίνετο μὴ δυναμένων νοηθῆναι πρὸ τοῦ τὴν ἔκβασιν τῶν προφητευομένων ἐλθεῖν, ἥτις ἐστὶν ἡ παρουσία τοῦ Κυρίου. Πᾶσα γὰρ προφητεία πρὸ τῆς ἐκβάσεως αἴνιγμά ἐστι καὶ ἀντιλογία τοῖς ἀνθρώποις· ὅταν δὲ ἔλθῃ ὁ καιρὸς καὶ ἀποβῇ τὸ προφητευθέν, τότε τῆς ἀκριβεστάτης ἐπέτυχεν ἐξηγήσεως. Καὶ διὰ τοῦτο ὑπὸ Ἰουδαίων μὲν ἀναγινωσκόμενος ὁ νόμος ἐν τῷ νῦν καιρῷ μύθῳ ἔοικεν· οὐ γὰρ ἔχουσι τὴν ἐξήγησιν τῶν πάντων, ἥτις ἐστὶν ἡ κατ' ἄνθρωπον παρουσία τοῦ Υἱοῦ τοῦ Θεοῦ· ὑπὸ δὲ χριστιανῶν ἀναγινωσκόμενος, θησαυρός ἐστι, κεκρυμμένος μὲν ἐν ἀγρῷ, αὐτοῖς δὲ ἀποκαλυπτόμενος 13 Οὕτω Παῦλος ἀπελογεῖτο Κορινθίοις· «Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοί, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ.» «Οὐδένα ἠδικήσαμεν» Τοιούτους πρεσβυτέρους ἀνατρέφει ἡ ἐκκλησία· περὶ ὧν καὶ ὁ προφήτης φησίν· «∆ώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ.» 14 Μὴ εἰδότος τοῦ Λώτ, μηδὲ ἡδονῇ δουλεύσαντος, τοῦτο γεγένηται, ἀλλὰ πάντως οἰκονομία ἐπετελεῖτο, δι' ἧς αἱ δύο συναγωγαὶ ἀπὸ ἑνὸς καὶ τοῦ αὐτοῦ Πατρὸς τεκνοποιησάμεναι ἐμηνύοντο ἄνευ σαρκὸς ἡδονῆς. Οὐ γὰρ ἦν ἄλλος οὐδεὶς σπέρμα ζωτικὸν καὶ τέκνων ἐπικαρπίαν δυνάμενος δοῦναι αὐταῖς, καθὼς γέγραπται. 15 Ἀνακρίνει δὲ καὶ τοὺς Ἐβιωναίους. Πῶς δύνανται σωθῆναι, εἰ μὴ ὁ Θεὸς ἦν ὁ τὴν σωτηρίαν αὐτῶν ἐπὶ τῆς γῆς ἐργασόμενος; Ἢ πῶς ἄνθρωπος χωρήσει εἰς Θεόν, εἰ μὴ ὁ Θεὸς ἐχώρησεν εἰς ἄνθρωπον; 16 Ἀνακρίνει δὲ τὸ θεῖον τοὺς τὰ σχίσματα ἐργαζομένους, κενοὺς ὄντας τῆς τοῦ Θεοῦ ἀγάπης καὶ τὸ ἴδιον λυσιτελὲς σκοποῦντας, ἀλλὰ μὴ τὴν ἕνωσιν τῆς ἐκκλησίας, καὶ διὰ μικρὰς καὶ τὰς τυχούσας αἰτίας τὸ μέγα καὶ ἔνδοξον σῶμα τοῦ Χριστοῦ τέμνοντας καὶ διαιροῦντας καὶ ὅσον τὸ ἐπ' αὐτοῖς ἀναιροῦντας, εἰρήνην λαλοῦντας καὶ πόλεμον ἐργαζομένους, ἀληθῶς «διϋλίζοντας τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντας»· οὐδεμία γὰρ τηλικαύτη δύναται πρὸς αὐτῶν κατόρθωσις γενέσθαι, ἡλίκη τοῦ σχίσματός ἐστιν ἡ βλάβη. 17 Πάντα συνέστηκεν· εἰς ἕνα Θεὸν παντοκράτορα ἐξ οὗ τὰ πάντα πίστις ὁλόκληρος, ἡ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν δι' οὗ τὰ πάντα καὶ τὰς οἰκονομίας αὐτοῦ δι' ὧν ἄνθρωπος ἐγένετο ὁ Υἱὸς τοῦ Θεοῦ πεισμονὴ βεβαία, ἡ εἰς τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ τὰς οἰκονομίας Πατρός τε καὶ Υἱοῦ σκηνοβατοῦν καθ' ἑκάστην γενεὰν εἰς τοὺς ἀνθρώπους καθὼς βούλεται ὁ Πατὴρ γνῶσις ἀληθής, ἡ τῶν ἀποστόλων διδαχὴ καὶ τὸ ἀρχαῖον τῆς ἐκκλησίας σύστημα κατὰ παντὸς τοῦ κόσμου. 18 Οἱ τὸν ἐκ τῆς Παρθένου Ἐμμανουὴλ κηρύττοντες τὴν ἕνωσιν τοῦ Λόγου τοῦ Θεοῦ πρὸς τὸ πλάσμα αὐτοῦ ἐδήλουν. 19 ∆ιὰ τῆς παραβολῆς τῶν ἐργατῶν τῶν ἐν διαφόροις καιροῖς εἰς τὸν ἀμπελῶνα πεμπομένων εἷς καὶ ὁ αὐτὸς οἰκοδεσπότης δείκνυται, κεκληκὼς οὓς μὲν ἐν ἀρχῇ τῆς τοῦ κόσμου κατασκευῆς, ἐνίους δὲ μετὰ τοῦτο, καὶ ἑτέρους μετὰ τὴν μεσοχρονίαν, ἄλλους δὲ προκοπτόντων τῶν καιρῶν, καὶ ἐν τῷ τέλει πάλιν ἄλλους, ὥστε εἶναι πολλοὺς μὲν τοὺς ἐργάτας κατὰ τὰς ἑαυτῶν γενεάς, ἕνα δὲ τὸν συγκαλούμενον αὐτοὺς οἰκοδεσπότην. Καὶ γὰρ ἀμπελὼν εἷς, ὅτι καὶ μία δικαιοσύνη· καὶ εἷς οἰκονόμος, ἓν γὰρ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ διέπον τὰ πάντα· ὁμοίως δὲ καὶ μισθὸς εἷς, πάντες γὰρ «ἔλαβον ἀνὰ δηνάριον», εἰκόνα καὶ ἐπιγραφὴν τοῦ βασιλέως, τὴν γνῶσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἥτις ἐστὶν ἀφθαρσία. Καὶ διὰ τοῦτο «ἀπὸ τῶν ἐσχάτων» ἤρξατο διδόναι τὸν μισθόν, ὅτι ἐπ' ἐσχάτων τῶν καιρῶν φανερωθεὶς ὁ Κύριος τοῖς πᾶσι ἑαυτὸν ἀποκατέστησεν. 20 Βία Θεῷ οὐ πρόσεστιν, ἀγαθὴ δὲ γνώμη πάντοτε συμπάρεστιν αὐτῷ. 21 Εἰ φύσει οἱ μὲν φαῦλοι, οἱ δὲ ἀγαθοὶ γεγόνασιν, οὐθ' οὗτοι ἐπαινετοὶ ὄντες ἀγαθοί, τοιοῦτοι γὰρ κατεσκευάσθησαν, οὔτ' ἐκεῖνοι μεμπτοί,