1

 2

 3

 4

 5

3

οὕτως γεγονότες. Ἀλλ' ἐπεὶ οἱ πάντες τῆς αὐτῆς εἰσι φύσεως, δυνάμενοί τε κατασχεῖν καὶ πρᾶξαι τὸ ἀγαθόν, καὶ δυνάμενοι πάλιν ἀποβαλεῖν αὐτὸ καὶ μὴ ποιῆσαι, δικαίως καὶ παρὰ ἀνθρώποις τοῖς εὐνομουμένοις, καὶ πολὺ πρότερον παρὰ Θεῷ, οἱ μὲν ἐπαινοῦνται καὶ ἀξίας τυγχάνουσι μαρτυρίας τῆς τοῦ καλοῦ καθόλου ἐκλογῆς καὶ ἐπιμονῆς, οἱ δὲ καταιτιῶνται καὶ ἀξίως τυγχάνουσι ζημίας τῆς τοῦ καλοῦ καὶ ἀγαθοῦ ἀποβολῆς. Καὶ διὰ τοῦτο οἱ προφῆται παρῄνουν τοῖς ἀνθρώποις δικαιοπραγεῖν καὶ τὸ ἀγαθὸν ἐξεργάζεσθαι, ὡς ἐφ' ἡμῖν ὄντος τοῦ τοιούτου καὶ διὰ τὴν πολλὴν ἀμέλειαν εἰς λήθην ἐκπεπτωκότων καὶ γνώμης δεομένων ἀγαθῆς, ἣν ὁ ἀγαθὸς Θεὸς παρεῖχεν γνώμην διὰ τῶν προφητῶν. Ταῦτα γὰρ πάντα τὸ αὐτεξούσιον ἐπιδείκνυσι τοῦ ἀνθρώπου καὶ τὸ συμβουλευτικὸν τοῦ Θεοῦ ἀποτρέποντος μὲν τοῦ ἀπειθεῖν αὐτῷ, ἀλλὰ μὴ βιαζομένου. Καὶ γὰρ αὐτὸ τὸ εὐαγγέλιον εἰ μὴ βούλοιτό τις ἕπεσθαι, ἐξὸν μὲν αὐτῷ ἐστιν, ἀσύμφερον δέ· ἡ γὰρ παρακοὴ τοῦ Θεοῦ καὶ ἀποβολὴ τοῦ ἀγαθοῦ ἔστιν μὲν ἐν τῷ ἀνθρώπῳ, βλάβην δὲ καὶ ζημίαν οὐ τὴν τυχοῦσαν φέρει. Καὶ διὰ τοῦτο ὁ Παῦλός φησιν· «Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει.» Τὸ ἐλεύθερον τοῦ ἀνθρώπου ἐξηγούμενος, διὸ πάντα ἔξεστιν, μὴ καταναγκάζοντος αὐτὸν τοῦ Θεοῦ, καὶ τὸ συμφέρον δείκνυσιν, ἵνα μὴ εἰς ἐπικάλυμμα κακίας καταχρησώμεθα τῇ ἐλευθερίᾳ, ἀσύμφερον γὰρ τοῦτό γε. 22 Οὐχ ὁμοίως ἀγαπᾶται τὰ ἐκ τοῦ αὐτομάτου προσγινόμενα τοῖς μετὰ σπουδῆς εὑρισκομένοις. 23 Εἰ δὲ λέγοι τις· Οὐκ ἠδύνατο ὁ Θεὸς ἀπ' ἀρχῆς τέλειον πεποιηκέναι τὸν ἄνθρωπον; γνώτω ὅτι τῷ μὲν Θεῷ ἀεὶ κατὰ τὰ αὐτὰ ὄντι καὶ ἀγενήτῳ ὑπάρχοντι, ὡς πρὸς ἑαυτὸν πάντα δυνατά· τὰ δὲ γεγονότα, καθ' ὃ μετέπειτα γενέσεως ἀρχὴν ἰδίαν ἔσχε, κατὰ τοῦτο καὶ ὑστερεῖσθαι δεῖ αὐτὰ τοῦ πεποιηκότος. Οὐ γὰρ ἠδύνατο ἀγένητα εἶναι τὰ νεωστὶ γεγενημένα· καθ' ὃ δὲ μή ἐστιν ἀγένητα, κατὰ τοῦτο καὶ ὑστερεῖται τοῦ τελείου· καθ' ὃ γὰρ νεώτερα, κατὰ τοῦτο καὶ νήπια, κατὰ τοῦτο καὶ ἀσυνήθη καὶ ἀγύμναστα πρὸς τὴν τελείαν ἀγωγήν. Ὡς οὖν ἡ μὲν μήτηρ δύναται τέλειον παρασχεῖν τῷ βρέφει τὸ ἔμβρωμα, τὸ δὲ ἔτι ἀδυνατεῖ τὴν αὐτοῦ πρεσβυτέραν δέξασθαι τροφήν, οὕτως καὶ ὁ Θεὸς αὐτὸς μὲν οἷός τε ἦν παρασχεῖν ἀπ' ἀρχῆς τῷ ἀνθρώπῳ τὸ τέλειον, ὁ δὲ ἄνθρωπος ἀδύνατος λαβεῖν αὐτό· νήπιος γὰρ ἦν. Καὶ διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν ἐπ' ἐσχάτων τῶν καιρῶν ἀνακεφαλαιωσάμενος εἰς ἑαυτὸν τὰ πάντα ἦλθε πρὸς ἡμᾶς, οὐχ ὡς αὐτὸς ἠδύνατο, ἀλλ' ὡς ἡμεῖς αὐτὸν ἰδεῖν ἠδυνάμεθα· αὐτὸς μὲν γὰρ ἐν τῇ ἀφράστῳ αὐτοῦ δόξῃ πρὸς ἡμᾶς ἐλθεῖν ἠδύνατο, ἀλλ' ἡμεῖς οὐ δήπω ποτὲ τὸ μέγεθος τῆς δόξης αὐτοῦ βαστάζειν ἠδυνάμεθα. Καὶ διὰ τοῦτο, ὡς νηπίοις, ὁ ἄρτος ὁ τέλειος τοῦ Πατρὸς γάλα ἡμῖν ἑαυτὸν παρέσχεν, ὅπερ ἦν ἡ κατὰ ἄνθρωπον αὐτοῦ παρουσία, ἵνα ὡς ὑπὸ μαστοῦ τῆς σαρκὸς αὐτοῦ τραφέντες καὶ διὰ τῆς τοιαύτης γαλακτουργίας ἐθισθέντες τρώγειν καὶ πίνειν τὸν Λόγον τοῦ Θεοῦ, τὸν τῆς ἀθανασίας ἄρτον, ὅπερ ἐστὶ τὸ Πνεῦμα τοῦ Πατρός, ἐν ἡμῖν αὐτοῖς κατασχεῖν δυνηθῶμεν. Καὶ διὰ τοῦτο Παῦλος Κορινθίοις φησίν· «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὐδὲ γὰρ ἠδύνασθε βαστάζειν», τουτέστι τὴν μὲν κατὰ ἄνθρωπον παρουσίαν τοῦ Κυρίου ἐμαθητεύθητε, οὐ δήπω δὲ τὸ τοῦ Πατρὸς Πνεῦμα ἐπαναπαύεται ἐφ' ὑμᾶς διὰ τὴν ὑμῶν ἀσθένειαν. «Ὅπου γὰρ ζῆλος καὶ ἔρις», φησίν, «ἐν ὑμῖν καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;» τουτέστιν ὅτι οὐ δήπω τὸ Πνεῦμα τοῦ Πατρὸς ἦν σὺν αὐτοῖς διὰ τὸ ἀκατάρτιστον αὐτῶν καὶ ἀσθενὲς τῆς πολιτείας. Ὡς οὖν ὁ ἀπόστολος δυνατὸς μὲν ἦν διδόναι τὸ βρῶμα-οἷς γὰρ ἂν ἐπετίθουν οἱ ἀπόστολοι τὰς χεῖρας ἐλάμβανον Πνεῦμα ἅγιον, ὅ ἐστι βρῶμα ζωῆς-, ἐκεῖνοι δὲ ἠδυνάτουν λαβεῖν αὐτὸ διὰ τὸ ἀσθενῆ ἔτι καὶ ἀγύμναστα ἔχειν τὰ αἰσθητήρια τῆς πρὸς Θεὸν συγγυμνασίας, οὕτως καὶ τὴν ἀρχὴν ὁ μὲν Θεὸς δυνατὸς ἦν διδόναι τὸ τέλειον τῷ ἀνθρώπῳ, ἐκεῖνος δὲ ἄρτι γεγονὼς ἀδύνατος ἦν λαβεῖν αὐτό, ἢ καὶ λαβὼν χωρῆσαι, ἢ καὶ χωρήσας κατασχεῖν. Καὶ διὰ τοῦτο συνενηπίασεν ὁ Λόγος τοῦ Θεοῦ, τέλειος ὤν, τῷ ἀνθρώπῳ, οὐ δι' ἑαυτὸν ἀλλὰ διὰ τὸ τοῦ ἀνθρώπου