4
μεταστοιχειώσας ναόν, ἐν τοῖς πρώτοις ἔτι διεφαίνετο σχήμασι, τὴν τῆς ἀναστάσεως πίστιν οὐκ ἐφ' ἕτερόν τι σῶμα μετακομίζεσθαι θέλων ἢ εἰς ὅπερ ἔλαβεν ἐκ τῆς ἁγίας παρθένου, τῆς τοῦ θανάτου δυνάμεως κατὰ μόνης τρεχούσης τῆς σαρκός, ἐξ ἧς καὶ ἀπελήλαται. Εἰ γὰρ μὴ ἀνέστη τὸ τεθνηκὸς αὐτοῦ σῶμα, ποῖος νενίκηται θάνατος, ποῦ δὲ ἠτόνησε τὸ τῆς φθορᾶς κράτος, οὐδενὸς ἀποθανόντος τῶν λογικῶν κτισμάτων, οὐ ψυχῆς, οὐκ ἀγγέλου, μήτοι γε καὶ αὐτοῦ τοῦ θεοῦ λόγου; 14. Καὶ μετ' ὀλίγα· Τὸ δὲ εἰσελθεῖν τῶν θυρῶν κεκλεισμένων τοῖς ἄλλοις αὐτοῦ σημείοις συντετάξεται παρά γε τοῖς σώφρο- σιν. 15. Ἐκ τοῦ δωδεκάτου βιβλίου τοῦ κατὰ Ἰωάννην εὐαγγελίου· φθορᾶς γὰρ σωματικῆς ἀπόδειξιν ἔχει καὶ χειρῶν καὶ πλευρᾶς ἔτι μένουσα καὶ σῳζομένη διάτρησις, τραυμάτων ἰδέαι καὶ ἀπο- κεντήσεων τῶν διὰ σιδήρου γεγενημένων. 16. Καὶ μεθ' ἕτερα· φθορᾶς γὰρ ὅλως σῳζομένης οὐκέτι μετὰ τὴν ἀνάστασιν τῆς ἁγίας μάλιστα σαρκός, ἐπείπερ ἀνεβίω πρὸς ἀφθαρσίαν, ἀλλ' οὐδὲ τροφῆς τῆς συνήθους δεδεῆσθαι πεπιστευ-μένης, καθὰ πρότερον, τύπους ἥλων ἐπεδείκνυ καὶ τροφῆς μεταλαχεῖν οὐκ ἀνένευσεν, ἵνα τὸ μέγα τῆς ἀναστάσεως ῥιζώσῃ μυστήριον καὶ τὴν ἐπὶ τούτῳ πίστιν ταῖς ἁπάντων ἡμῶν ἐμφυτεύσῃ ψυχαῖς. 17. Ἐκ τοῦ δευτέρου βιβλίου τοῦ Θησαυροῦ· Πρωτότοκος δὲ καὶ ἐκ τῶν νεκρῶν· πρῶτος γὰρ αὐτὸς εἰς ἀφθαρσίαν ἀνέστησε τὴν ἑαυτοῦ σάρκα καὶ πρῶτος αὐτὴν εἰς οὐρανοὺς ἀνήγαγεν. ∆ιὸ καί φησιν· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἐγώ εἰμι ἡ θύρα. ∆ι' αὐτοῦ γὰρ ἡ φύσις ἡ ἀνθρωπεία καὶ τὴν καινὴν τῆς ἀναστάσεως βαδίζειν ὁδὸν ἐκδιδάσκεται καὶ ὡς διά τινος θύρας εἰς αὐτὸν εἰσέρχεται τὸν οὐρανόν. 18. Καὶ πάλιν· Ὥσπερ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ἐκλήθη διὰ τὸ κεκλῆσθαι πρὸς υἱοθεσίαν θεοῦ καὶ χάριν τοὺς δι' αὐτοῦ σεσωσμένους· καὶ πάλιν πρωτότοκος καὶ ἀπαρχὴ τῶν νεκρῶν διὰ τὸ αὐτὸν εἰς ἀφθαρσίαν ἐγηγέρθαι πρὸ πάντων· οὕτως ἀρχὴ ὁδῶν ἐκτίσθαι λέγεται διὰ τὸ πάντας δι' αὐτοῦ δύνασθαι τρέχειν εἰς σωτηρίαν. 19. Ἐκ τοῦ πρώτου τόμου τοῦ κατὰ Ματθαῖον· Πῶς οὖν ἀπέθα- νεν ἀθάνατος ὤν, ἵνα καὶ ἐγερθῇ καὶ νεκρώσῃ τὸν θάνατον, εἰ μὴ προσέλαβε σῶμα τὸ τοῖς τοῦ θανάτου νόμοις ὑποκείμενον; Ἢ πῶς ἂν κατέλυσε τὴν φθοράν, ἐξελὼν τὸ ὑπ' αὐτῇ πρᾶττόν τε καὶ ὑποκείμενον γένος, εἰ μὴ ἔλαβε τὸ φθείρεσθαι πεφυκός; 20. Ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς· Μετὰ δὲ τὴν ἀνάστασιν ἦν μὲν αὐτὸ τὸ σῶμα τὸ πεπονθός, πλὴν οὐκέτι τὰς ἀνθρωπίνας ἀσθενείας ἔχον ἐν ἑαυτῷ· οὐ γὰρ ἔτι πείνης ἢ κόπου ἢ ἑτέρου τινὸς τοιούτου, ἀλλὰ λοιπὸν ἄφθαρτον καὶ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ ζωοποιόν. III. 1. Χρὴ γινώσκειν ὅτι ἐπειδὴ παρά τισι τῶν πατέρων εἴρηται ἄφθαρτον | τὸ σῶμα
τοῦ Χριστοῦ, ἰστέον ὡς τὸ ἄφθαρτον πολλαχῶς νοεῖται.
Ἔστι γὰρ ἄφθαρτον τὸ μηδαμῶς πεφυκὸς φθείρεσθαι, ἀλλ' ἀεὶ συγκροτούμενον ἐν ταὐτότητι παρὰ θεοῦ καὶ μηδέποτε ἀλλοίωσιν κατ' οὐσίαν δεχόμενον, οἷαί εἰσιν αἱ νοεραὶ οὐσίαι ἄτρεπτοι κατ' οὐσίαν ὡς κατὰ γνώμην ὑπάρχουσαι. `2. Λέγεται ἄφθαρτον καὶ τὸ πεφυκὸς φθείρεσθαι, μὴ μὴν φθειρόμενον ἐνεργείᾳ καὶ διαλυόμενον εἰς τὰ ἁπλᾶ ἐξ ὧν συνετέθη, οἷοι ἔσονται οὕς φησιν ὁ Παῦλος καθὼς καὶ πρόκει- ται· Ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Εἰ καὶ ἐνεργείᾳ οὐ φθαρήσονται, ὅμως φθαρ- τοί εἰσι φύσει.