4
διατεμεῖν. Εἰ δὲ καὶ πρόσωπον αὐτὸν βούλει πρὸς πρόσωπον ἰδεῖν -τοῦτο γὰρ οἶδα ὅτι μάλιστα ποθεῖς-, διαφύλαξον αὐτῷ τὴν εὐνὴν ἀνέπαφον ἀνδρὸς ἑτέρου καὶ βίον ἐπιδείξασθαι σπούδασον ἴσον ἐκείνῳ, καὶ πάντως εἰς τὸν αὐτὸν ἀπελεύσῃ χῶρον αὐτῷ, οὐ πέντε ἔτη καθάπερ ἐνθάδε, οὐδὲ εἴκοσι καὶ ἑκατόν, οὐδὲ χίλια καὶ δὶς τοσαῦτα, οὐδὲ μύρια καὶ πολλάκις τοσαῦτα, ἀλλὰ τοὺς ἀπείρους καὶ ἀτελευτήτους αἰῶνας αὐτῷ συνοικήσουσα. Τοὺς γὰρ τῆς ἀναπαύσεως τόπους ἐκείνης οὐχ αἱ συγγένειαι αἱ σωματικαί, ἀλλ' ἡ τῶν βίων ἰσότης κληρονομεῖν πέφυκεν. Εἰ γὰρ τὸν Λάζαρον ἀγνῶτα ὄντα τῷ Ἀβραὰμ εἰς τοὺς αὐτοὺς αὐτῷ κόλπους ἤγαγε, καὶ πολλοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν μετ' ἐκείνου ἀνακλιθῆναι παρασκευάζει τὸ τῆς πολιτείας ἀπαράλλακτον, καί σε μετὰ τοῦ καλοῦ Θηρασίου ὁ τῆς ἀνέσεως ἐκδέξεται τόπος, ἂν ἐκείνῳ τὸν βίον θέλῃς ἐπιδείξασθαι τὸν αὐτόν· τότε αὐτὸν οὐκ ἐν τούτῳ τῷ κάλλει τοῦ σώματος, ὅπερ ἔχων ἀπῆλθεν, ἀπολήψῃ πάλιν, ἀλλ' ἐν ἑτέρᾳ τινὶ μαρμαρυγῇ καὶ φαιδρότητι μᾶλλον τῶν ἡλιακῶν ἀκτίνων ἀπολαμπούσῃ. Τοῦτο γὰρ τὸ σῶμα, κἂν ἐν ὕψει τρέχῃ πολλῷ, φθαρτὸν ὅμως ἐστί· τὰ δὲ σώματα τῶν εὐηρεστηκότων τῷ Θεῷ τοσαύτην ἐνδύσεται δόξαν, ὅσην οὐδὲ ἰδεῖν ἔνι τούτοις τοῖς ὀφθαλμοῖς. Καὶ τούτων ἡμῖν σημεῖά τινα καὶ ἴχνη ἀμυδρὰ καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ δοθῆναι παρεσκεύασεν ὁ Θεός. Ἐκεῖ μὲν γὰρ τὸ πρόσωπον τοῦ Μωϋσέως τοσαύτῃ κατελάμπετο δόξῃ τότε, ὡς ἀπρόσιτον εἶναι τοῖς τῶν Ἰσραηλιτῶν ὀφθαλμοῖς· ἐν δὲ τῇ Καινῇ τούτου πολλῷ πλέον ἐξέλαμψε τὸ τοῦ Χριστοῦ. Εἰπὲ γάρ μοι, εἰ βασιλέα τις αὐτὸν ἐπηγγέλλετο πάσης ποιῆσαι τῆς γῆς, εἶτα ἐτῶν εἴκοσι χρόνον ἀποστῆναί σε ἐκέλευσεν ὑπὲρ τούτου, καὶ μετὰ ταῦτά σοι μετὰ τοῦ διαδήματος καὶ τῆς ἀλουργίδος ἀποδώσειν αὐτὸν ἐπηγγέλλετο καὶ πάλιν εἰς τὴν αὐτὴν τάξειν ἐκείνῳ τιμήν, ἂν τὸν χωρισμὸν πράως ἐνέγκῃς καὶ μετὰ σωφροσύνης τῆς προσηκούσης; ἆρα οὐκ ἂν ἠσμένισας τῷ δώρῳ καὶ πρᾶγμα εὐχῆς ἄξιον εἶναι ἐνόμισας; Τοῦτο τοίνυν ἀνάσχου καὶ νῦν, οὐχ ὑπὲρ βασιλείας τῆς ἐν τῇ γῇ, ἀλλ' ὑπὲρ τῆς ἐν τοῖς οὐρανοῖς, οὐχ ἵνα ἱμάτιον χρυσοῦν φοροῦντα ἀπολάβῃς ἀλλ' ἵνα ἀφθαρσίαν καὶ ἀθανασίαν καὶ δόξαν, ὅσην τοὺς ἐν οὐρανοῖς διάγοντας ἔχειν εἰκός. Εἰ δὲ σφόδρα ἀφορήτως ἔχεις πρὸς τὸ τοῦ χρόνου μακρόν, εἰκὸς αὐτὸν καὶ δι' ὀνειράτων ἐπιστῆναί σοί ποτε, καὶ διαλέγεσθαι τὰ ἐν συνηθείᾳ, καὶ δείξειν ὄψιν τὴν ποθουμένην· τοῦτό σοι ἀντὶ τῶν ἐπιστολῶν ἔστω παραμύθιον, μᾶλλον δὲ τοῦτο καὶ ἐπιστολῶν τρανότερον. Ἐκεῖ μὲν γὰρ γράμματα μόνον ἔστιν ἰδεῖν, ἐνταῦθα δὲ καὶ τύπον ὄψεως καὶ γέλωτα προσηνῆ καὶ σχῆμα καὶ βάδισιν, καὶ ἠχῆς ἀκοῦσαι, καὶ φωνὴν ἐπιγνῶναι τὴν φιλτάτην. Ἐπειδὴ δὲ καὶ ὑπὲρ ἀσφαλείας θρηνεῖς, ἣν δι' ἐκεῖνον πάλαι ἐκέκτησο, ἴσως δὲ καὶ διὰ τὸ μείζους ἐμφαίνειν ἐλπίδας εὐδοκιμήσεως-καὶ γὰρ ἤκουον εὐθέως ἐπὶ τὸν τῶν ὑπάρχων θρόνον ἥξειν αὐτόν, ὃ μάλιστα πάντων, οἶμαι, συστρέφει σου τὴν ψυχὴν καὶ συγχεῖ-, ἐννόησον τοὺς ἐπὶ μείζονος ἀξιώματος ὄντας ἐκείνου καὶ τὸν βίον σφόδρα ἐλεεινῶς καταστρέψαντας.
Ἀναμνήσω δέ σε· Θεόδωρον ἴσως ἀκούεις τὸν ἀπὸ Σικελίας· καὶ γὰρ τῶν σφόδρα ἐπισήμων ἐτύγχανεν ὤν· οὗτος καὶ κάλλει καὶ μεγέθει σώματος καὶ παρρησίᾳ τῇ πρὸς τὸν βασιλέα πάντων κρατῶν, καὶ δυνάμενος ὅσα τῶν ἔνδον στρεφομένων οὐδείς, οὐκ ἤνεγκε τὴν εὐπραγίαν πράως ἐκείνην, ἀλλ' ἐπιβουλεύσας βασιλεῖ καὶ ἁλοὺς αὐτὸς μὲν ἀπετμήθη σφόδρα ἐλεεινῶς, ἡ δὲ τούτου γυνή, καὶ ἀνατροφῆς καὶ γένους καὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἔλαττον ἔχουσα τῆς εὐγενείας τῆς σῆς, πάντων ἄφνω γυμνωθεῖσα τῶν αὑτῆς καὶ τῆς ἐλευθερίας ἐκπεσοῦσα ταῖς ταμιακαῖς ἐρίθοις ἐγκατελέγετο, καὶ πάσης θεραπαινίδος οἰκτρότερον ζῆν ἠναγκάζετο βίον, τοσοῦτον ἔχουσα τῶν ἄλλων πλέον, ὅσον διὰ τὴν ὑπερβολὴν τῆς συμφορᾶς ἐδακρύετο παρὰ τῶν ὁρώντων ἁπάντων αὐτήν. Λέγεται δὲ καὶ Ἀρτεμισία ἀνδρὸς σφόδρα εὐδοκίμου γενομένη γυνή, ἐπειδὴ κἀκεῖνος τυραννίδος ἐπεθύμησεν, οὕτως εἰς ταύτην τὴν πενίαν ἐλθεῖν καὶ τὴν πήρωσιν. Τό τε