4
εὐημερίαν. Ὁ μὲν γὰρ ἐξ ἀρχῆς ἐν πενίᾳ ζήσας, εὐκολώτερον ἂν ταύτην ἤνεγκεν, ἅτε μελετήσας τὸ πάθος· ὁ δὲ ἐξ εὐημερίας τοσαύτης κατενεχθεὶς, διὰ τὸ ἀγύμναστον καὶ ἀμελέτητον καὶ χαλεπωτέραν ὑπομένειν εἰκὸς τὴν αἴσθησιν, καὶ πικροτέραν τὴν ὀδύνην, καὶ μείζονα τὴν ταραχήν. Ἔστι καὶ πέμπτην εἰπεῖν· ποίαν δὴ ταύτην; Ὅτι τῶν μὲν ἄλλων ἕκαστος ἀνθρώπων πολλὰ συνειδὼς ἑαυτῷ πονηρὰ, τὴν αἰτίαν οἶδεν ὧν πάσχει· οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν· ἐκεῖνος δὲ οὐδὲ τοῦτο εἶχε λογίσασθαι, ὅτι πλημμελημάτων καὶ ἁμαρτημάτων ἔτινε δίκας· ὃ μάλιστα αὐτοῦ τὸν λογισμὸν ἐθορύβει. Ὅτε μὲν γὰρ εἰς τὸν βίον εἶδε τὸν ἑαυτοῦ, καὶ τὸ συνειδὸς ὑπὲρ τὸν ἥλιον λάμπον, καὶ τῶν κατορθωμάτων τὸ πλῆθος, ᾔδει ὅτι στεφάνων καὶ βραβείων καὶ μυρίων ἐπάθλων ἄξιος ἦν· ὅτε δὲ εἰς τὸ σῶμα καὶ τὰ ἕλκη καὶ τὰ συμβεβηκότα ἅπαντα, τῶν τὰ ἔσχατα τετολμηκότων ὁρῶν ἑαυτὸν χαλεπώτερα πάσχοντα, οὐδὲ τὴν αἰτίαν εὕρισκεν εἰπεῖν δι' ἢν ταῦτα ἔπασχε· διὸ δὴ ἐπὶ τὸ ἀκατάληπτον τῆς τοῦ Θεοῦ οἰκονομίας καταφυγὼν ἔλεγεν· Ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Καὶ τὴν γυναῖκα δὲ ἐπιστομίζων ἐκ τῶν ἐγχωρούντων, καὶ λογισμὸν συνέθηκε τὴν εὐλάβειαν αὐτοῦ σφόδρα ἐπιδεικνύμενον, λέγων οὕτως· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Εἴπω καὶ ἑτέραν ὑπερβολὴν μάλιστα στεφανοῦσαν καὶ ἀνακηρύττουσαν τὸν ἀθλητὴν ἐκεῖνον, καὶ δεικνύουσαν αὐτοῦ ὑψηλὴν καὶ τῶν οὐρανῶν ἁπτομένην ψυχήν; Τίς οὖν ἐστιν αὕτη; Ἡ ἀπὸ τοῦ χρόνου διαφορά· πρὸ γὰρ τῆς χάριτος καὶ πρὸ τοῦ νόμου γενόμενος, τοιαῦτα ἐφιλοσόφησεν. Οὐ μικρὸν δὲ τοῦτο, ἀλλὰ καὶ μυρίους δυνάμενον πλέξαι στεφάνους. Τῶν γὰρ αὐτῶν κατορθωμάτων οὐχ οἱ αὐτοὶ κεῖνται μισθοὶ, ὅταν ὁ μὲν ἐν τοῖς ἀνωτέροις χρόνοις ταῦτα κατωρθωκὼς ᾖ, ὁ δὲ ἐν τοῖς ἐσχάτοις, ἀλλὰ πολλῷ μείζους τῷ προτέρῳ. Οὐ γὰρ ἦν ἴσον, παραγενομένου τοῦ Χριστοῦ καὶ τοσαῦτα ἐπιδειξαμένου καὶ παραινέσαντος καὶ συμβουλεύσαντος φιλοσοφεῖν, καὶ πρὸ τῆς παρουσίας αὐτοῦ καὶ πρὸ νόμου καὶ πρὸ προφητῶν τοιαῦτα ἐπιδείκνυσθαι. ∆ιὰ δὴ τοῦτο καὶ παραγενόμενος πλείονα ἀρετῆς προσθήκην ἐπιζητεῖ, λέγων· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅσῳ γὰρ πλείων ἡ διδασκαλία γέγονε, τοσούτῳ δικαιότερα καὶ πλείονα ἔθετο μέτρα ἀρετῆς. Ἀλλ' οὗτος οὐ διδασκαλίας ἀπολαύσας, οὐ γράμμασιν ἐντυχὼν, οὐ βιβλίοις, οὐχ ἑτέρους θεασάμενος, οὐκ εἰς τὸν ἔμπροσθεν χρόνον ἀναδραμεῖν ἔχων καὶ τοὺς κατωρθωκότας ἐννοῆσαι· οὐδέπω γὰρ ἦν γραφὴ, ἢ ἱστορία τὰ γεγενημένα παραδιδοῦσα· ἀλλ' ἐν ἀτριβεῖ τῇ ὁδῷ, ἐν ἀπλώτῳ τῇ θαλάττῃ, ἐν ζόφῳ τοσούτῳ κακίας, μόνος καὶ πρῶτος ἐκεῖνος τότε 63.482 ταύτην φιλοσοφίας ἔτεμε τὴν ὁδὸν, τῷ κεφαλαίῳ τῶν ἀγαθῶν μεθ' ὑπερβολῆς ἄκρος ἀποδειχθείς. Μέγιστον μὲν γὰρ καὶ τὸ τὰ ἐλάττονα μέρη τῆς ἀρετῆς κατορθοῦν, πολλῷ δὲ μεῖζον τὸ ἐν τῷ ἀκροτάτῳ πάντων ἀκρότατον εἶναι· ὅτι δὲ τὸ πάντων ἀκρότατον ἡ ὑπομονὴ, οὐδεὶς ἀντερεῖ. Ταῦτα γοῦν καὶ αὐτὸς ὁ διάβολος εἰδὼς, ἔλεγε· ∆έρμα ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ· οὐ μὴν δὲ ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι τῆς σαρκὸς αὐτοῦ. Ὅθεν δῆλον ὅτι πάντων ἀκρότατον τοῦτο τὸ κατόρθωμα, καὶ νεανικῆς τινος καὶ σιδηρᾶς δεόμενον ψυχῆς. δʹ. Εἶδες αὐτὸν ἐν τοῖς πειρασμοῖς, ὅσον ἰδεῖν σοι δυνατὸν ἦν; τὴν γὰρ ἀκρίβειαν οὐδὲ αὐτὸς ὁ λόγος παραστῆσαι ἴσχυσεν. Ὀδύνην γὰρ καὶ βασάνους καὶ ἀθυμίας τυραννίδα καὶ τὴν ἐκ τῶν τοσούτων νιφάδων ἐγγινομένην ταραχὴν οὐδεμία λόγου δύναμις ἑρμηνεῦσαι δύναται τοῖς ἀκηκοόσιν, ὡς αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα. Φέρε σοι οὖν δείξω πάλιν αὐτὸν οὐδὲ γὰρ τοῦτο μικρὸν, ἀλλὰ καὶ σφόδρα φιλοσοφωτάτης δεόμενον ψυχῆς ἐν πλούτῳ καὶ ἐν εὐημερίᾳ πολλὴν ἐπιδεικνύμενον φιλοσοφίαν. Τίς οὖν ἦν πλούσιος ὤν; Κοινὸς ἁπάντων λιμὴν, κοινὸς ἁπάντων πατὴρ, κοινὸς ἰατρὸς, μᾶλλον δὲ καὶ ἰατροῦ μεῖζον· ἄκουσον γοῦν αὐτοῦ λέγοντος· Ἐγὼ ἤμην ὀφθαλμὸς τυφλῶν, ποῦς δὲ χωλῶν. Ὁρᾷς