1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

4

καλοκἀγαθίας παλαιῶν ἀνδρῶν ἀνεγράψατο κατορθώματα, προθεὶς ὥσπερ ὑπογραμμὸν τηλαυγῆ ταῦτα τοῖς ὀψιγόνοις πρὸς μίμησιν. Παιδεύει τοιγαροῦν ἡμᾶς Ἄβελ τῶν ἀφθόνων παρὰ Θεοῦ δωρεῶν πρὸ τῆς χρήσεως ἀπάρχεσθαι τῷ Θεῷ, καὶ μὴ προκρίνειν Θεοῦ τιμῆς ἄλογον πάθος γαστρός. Τῷ γὰρ πρεσβυτάτῳ τῶν ὄντων ὁ μακάριος οὗτος Ἄβελ τῶν προβάτων ἔθυε τὰ πρωτότοκα, οὐδὲν μὲν τῶν ὑστάτων εἰς τὴν τοῦ πρώτου προσφέρων λατρείαν, ταῖς δὲ τῶν γενομένων ἀπαρχαῖς τὸν πρῶτον δοξάζων γεννήτορα. Μετ' ἐκεῖνον παιδεύει πρὸς δικαιοσύνην ὁ θαυμάσιος Νῶε, παντὶ παρανομοῦντι κόσμῳ μόνος αὐτὸς ἀκλινῆ φυλάξας ἐν πράξεσιν ἀγαθαῖς τῆς δικαιοσύνης τὴν πλάστιγγα. Μέγα σωφροσύνης τοῖς νέοις πρόκειται παίδευμα Ἰωσὴφ ὁ μακάριος, ἐν νέῳ σώματι λευκὴν ἁγνείας ἀνθήσας πολιὰν, καὶ σχήματι δουλίῳ σαρκὸς ἡδονῶν δεσπότης γενναίως φανείς. Ἀλλ' οὗτοι μὲν οἱ μακάριοι μερικαί τινες ἴσως ἀγαθῶν ἔργων εἰκόνες εἰσίν· ἑνὸς δὲ πεποίηται μνήμην ἀνδρὸς, Ἀβραὰμ τοῦ προπάτορος, ἐν ἑνὶ μόνῳ προσώπῳ παντὶ τῷ κόσμῳ στήλην ὑψώσας πανάρετον πρὸς μίμησιν. Τοιγαροῦν πάντες δίκαιοι, πάντες ὅσιοι τὸν πιστὸν Ἀβραὰμ αὐχοῦσι πατέρα, καὶ κλέος περίσεμνον τίθενται τὴν πρὸς αὐτὸν οἰκειότητα. Πιστοῖς μὲν γὰρ διὰ τοῦτον ὁ ζῆλος ὑπάρχει τῆς πίστεως· φιλοξένοις οὗτος φιλοξενίας καθηγητὴς, ἔργοις, οὐ λόγοις τὸ πρακτέον δεικνύς· οἱ θεοσεβείας ἀθληταὶ στεφανηφοροῦσι, τὴν ἀνδρείαν τὴν τούτου ζηλώσαντες· τοῦ ἀρχετύπου τούτου ἐμφερεῖς εἰκόνες πάντες οἱ μεγαλόψυχοι· ἡ πρὸς τοῦτον ἅμιλλα τῶν τοσούτων δικαίων πλῆθος ἤνεγκεν· ἐκ ταύτης τῆς φιλοθέου ῥίζης πάντες ἐβλάστησαν οἱ φιλόχριστοι. Καὶ τί τὸ κατὰ εἶδος ἐπαριθμοῦμαι; Πάντες γὰρ, ὡς ἔπος εἰπεῖν, ὧν λάμπει τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, ἐκ τῆς πιστῆς τοῦ προπάτορος λαμπάδος ἀνήφθησαν· τοσούτους αὐτῷ παῖδας ἀγαθοὺς ὁ κατ' εὐσέβειαν τρόπος ἐφόρησεν. Ἀψευδὴς γὰρ ὁ εἰπὼν, ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Ὦ μακαρία ψυχὴ, τοσοῦτον πλῆθος κατορθωμάτων ὑφ' ἓν χωρήσασα! Σὺ πάμφορος ἀληθῶς χώρα, σὺ πεδίον πάγκαρπον τῶν κατ' εὐσέβειαν ἔργων, σὺ λειμὼν εὐανθὴς παντοίοις δικαιοσύνης ἄνθεσι βρύων, σὺ καὶ στέφανος εὐπρεπὴς, μέσον ἔχων τῆς πίστεως μαργαρίτην προλάμποντα. Προσέταττεν ὁ Θεός· Ἔξελθε ἐκ τῆς γῆς σου· σὺ δὲ οὐκ ἠμέλησας, ἀλλ' εἴχου τῆς ὁδοῦ, πρὶν τελεσθῆναι τὸ πρόσταγμα. Προσετίθει τῷ, Ἔξελθε ἐκ τῆς γῆς σου, τὸ, Καὶ ἐκ συγγενείας σου· σὺ δὲ οὐκ ἐθηλύνου τῇ πρὸς τὸ γένος στοργῇ, τοῦ γένους γενεσιουργὸν προτιμῶν. Εἶπεν ὁ Θεὸς, Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ τὸ τούτων βαρύτερον, Καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου· ἀλλ' οὐδὲν ἡγήσω βαρὺ, ὧν προστάσσει Θεός. Οὐκ ἐπέσχε σου τῆς ψυχῆς τὴν προθυμίαν οὐ τιμὴ πατρὸς, οὐ πόθος μητρὸς, οὐ στοργὴ συγγενῶν. Οὐκ ἐνενόησας οἷα ἐπὶ σοὶ θρηνήσει μήτηρ γηραλέα, οἷα ἐπὶ σοὶ κλαύσεται πρεσβύτης πατήρ. Οὐ γὰρ ᾠήθης δεῖν εἶναι φιλανθρωπότερος τοῦ τὴν κλῆσιν ἐπάγοντος. Ἦν σοι πατὴρ αἰδέσιμος, ἀλλ' οὐχ ὡς πάντων Πατήρ· ἐπόθεις μητέρα, ἀλλὰ θεοσέβειαν μᾶλλον. Οἴκου κατεφρόνησας πατρικοῦ, καὶ πλούτου προγονικοῦ. Μόνον γὰρ ᾔδεις τῇ ψυχῇ πρέποντα τὸν διὰ πίστεως πλοῦτον, τὸ ἀθάνατον κτῆμα, τὸν ἄσυλον θησαυρόν. Ὢ οἷος ἀστὴρ, ἑωσφόρου φαιδρότερος, ἐξ ἀνατολῶν εἰς Παλαιστίνην ἐξέλαμψας, ἐν ἀφεγγεῖ πολυθεΐας βίῳ 56.546 φαιδρὰς ἐκλάμψας θεοσεβείας ἀκτῖνας! Σὲ Θεὸς ἀγαθὸν θεοσεβείας γλύκασμα τῇ πικρᾷ καὶ Χαναναίων ἐνέβαλε πολιτείᾳ. Σὺ, καθάπερ ἅλας φιλανθρωπίας, γέγονας πονηροῦ βίου παράρτυμα. Σὺ γαληνὸς πέφηνας φιλοξενίας λιμὴν ἐν μέσῳ κλυδωνίου τῇ τῶν ἀλλοφύλων μισανθρωπίᾳ.

γʹ. Πῶς σου, μακάριε, τὴν φιλάνθρωπον διαγράψω σκηνήν; πῶς οὐ θαυμάσω τὴν δρῦν τὴν καλουμένην Μαμβρῆ, ἣν σὺ τοῖς ἀγαθοῖς τρόποις ἡμέρωσας; Κοινὸν ἦν ἡ σκηνὴ τοῖς ὁδεύουσιν οἰκητήριον, μία πάντων ξένων ἄφθονος ἑστία, πάσης τῆς οἰκουμένης πανδοχεῖον ἄμισθον, οὐκ ἐν παραβύστῳ κειμένη, ἵνα λάθῃ τὸ κέρδος τῆς ἀναπαύσεως, ἀλλ' ἐν ἐρήμῳ μὲν, ἐν ὁδῷ δὲ μέσῃ, καὶ κοινῷ σχεδὸν πάσης τῆς