4
ἡμετέρας σηπεδόνας ἀποτέμωμεν. Σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ, ἐν πραΰτητι σοφίας. Ἐκκαθαίρομεν τὸν ῥύπον ἀπὸ τῶν τῆς ψυχῆς ὤτων. Καθάπερ γὰρ ῥύπος καὶ πηλὸς τὰ ὦτα τῆς σαρκὸς, οὕτω καὶ τὰ βιωτικὰ διηγήματα καὶ παχέα, καὶ τὰ περὶ τόκων καὶ δανεισμάτων, ῥύπου παντὸς χαλεπώτερον ἐμφράττει τῆς διανοίας τὴν ἀκοὴν, μᾶλλον δὲ οὐκ ἐμφράττει μόνον, ἀλλὰ καὶ ἀκάθαρτον ποιεῖ.
ΚΕΦΑΛ. ∆ʹ.
Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ
ἁγνίσατε καρδίας, δίψυχοι. Ταλαιπωρήσατε καὶ πενθήσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. Ὁ γὰρ μετὰ τὸ ἁμαρτάνειν μετανοίᾳ χρώμενος, οὐ πένθους ἀλλὰ μακαρισμῶν ἐστιν ἄξιος, ἐπὶ τὸν τῶν δικαίων χορόν· Λέγε γὰρ σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Εἰ δὲ 64.1049 μετὰ τὸ ἁμαρτάνειν ἀναισχυντεῖ, οὐχ οὕτως ἐπὶ τῷ πεσεῖν ἐστιν ἐλεεινὸς ὡς ἐπὶ τῷ κεῖσθαι πεσών. Εἰ δὲ τὸ μὴ μετανοεῖν ἐφ' ἁμαρτήμασι χαλεπὸν, τὸ καὶ πεφυσῆσθαι ἐπὶ τοῖς ἁμαρτήμασι ποίας κολάσεώς ἐστιν ἄξιον; Εἰ γὰρ ὁ ἐπὶ τοῖς κατορθώμασιν ἐπαιρόμενος ἀκάθαρτός ἐστιν, ὁ ἐπὶ ἁμαρτήμασι τοῦτο πάσχων ποίας τεύξεται συγγνώμης;
ΚΕΦΑΛ. Εʹ.
Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν
ταῖς ἐπερχομέναις. Ὁ πλοῦτος ὑμῶν σέσηπε, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν· ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται. Ἁψώμεθα τῆς ὁδοῦ τῆς στενῆς· μέχρι πότε τρυφή; μέχρι πότε ἄνεσις; οὐκ ἐνεπλήσθημεν ῥᾳθυμοῦντες, γελῶντες, ἀναβαλλόμενοι; οὐ τὰ αὐτὰ πάλιν ἔσται τράπεζα καὶ κόρος καὶ πολυτέλεια καὶ χρήματα καὶ κτῆσις καὶ οἰκοδομαί; Καὶ τί τὸ κέρδος; θάνατος· καὶ τί τὸ τέλος; τέφρα καὶ κόνις, σοροὶ καὶ σκώληκες.
Ἐτρυφήσατε ἐπὶ τῆς γῆς, καὶ ἐσπαταλήσατε· ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς. Τί οὖν; κεκώλυται ἡ τρυφή; καὶ σφόδρα. ∆ιατί οὖν εἰς μετάληψιν ἔκτισται; ὅτι καὶ ἄρτον ἔκτισε, καὶ κεκώλυται ἡ ἀμετρία· ὅτι καὶ οἶνον ἔκτισε, καὶ κεκώλυται ἡ ἀμετρία. Οὐχ ὡς ἀκάθαρτον τοίνυν τὴν τροφὴν παραιτεῖσθαι κελεύει, ἀλλ' ὡς ἐκλύουσαν διὰ τῆς ἀμετρίας τὴν ψυχήν. Πᾶν γὰρ κτίσμα Θεοῦ καλὸν, φησὶ, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον. Μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε. Μακροθυμίαν πρὸς ἀλλήλους, ὑπομονὴν πρὸς τοὺς ἔξω. Μακροθυμεῖ γάρ τις πρὸς ἐκείνους, οὓς δυνατὸν καὶ ἀμύνασθαι· ὑπομένει δὲ οὓς οὐ δύναται ἀμύνασθαι· διὰ τοῦτο ἐπὶ μὲν Θεοῦ οὐδέποτε ὑπομονὴ λέγεται, μακροθυμία δὲ πολλαχοῦ. Εἰ οὖν καὶ ἐνταῦθα δοκοῦσιν ἐγκαταλελεῖφθαι, ἀλλ' ὅμως ἐκεῖ πολλῆς ἀπολαύσουσι τῆς δόξης. Ὅταν δὲ ἴδωσιν οἱ μεγάλα φυσῶντες τοὺς μαστιζομένους ὑπ' αὐτῶν, τοὺς καταφρονουμένους, τοὺς καταγελωμένους τούτους ἐγγὺς ὄντας Θεοῦ, τότε θρηνήσουσι καὶ ὀλολύξουσιν, ὅταν τοὺς οἰκτροὺς καὶ ταλαιπώρους καὶ μυρία παθόντας δεινὰ καὶ πιστεύσαντας, εἰς τοσαύτην ἄγῃ λαμπρότητα. Πρὸ πάντων δὲ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον. Τί οὖν ἐὰν ἀπαιτῇ τις ὅρκον, καὶ ἀνάγκην ἐπάγῃ; Ὁ τοῦ Θεοῦ φόβος τῆς ἀνάγκης ἔστω δυνατώτερος.