1

 2

 3

 4

 5

 6

 7

 8

6

ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ, ἐπ' ἐσχάτου τῶν χρόνων δι' ὑμᾶς τοὺς δι' αὐτοῦ πιστεύοντας εἰς Θεόν. Κτίσμα ἐσμὲν τοῦ Θεοῦ, ἀλλὰ διὰ τὴν ἁμαρτίαν γεγόναμεν τοῦ διαβόλου· εἶτα γεγονότας ἡμᾶς τοῦ διαβόλου, ἐξωνεῖται ὁ Σωτὴρ τῷ ἑαυτοῦ αἵματι, τουτέστι τὸ, Τιμῆς ἠγοράσθητε. Ἠγοράσθημεν γὰρ τιμίῳ αἵματι. Ὥσπερ γὰρ οἰκοδεσπότης σεμνὸς καὶ καλὸς, οἰκέτην μοχθηρὸν πολλὰ ἁμαρτήματα ἔχοντα, μὴ κρίνας ἄξιον τῆς ἑαυτοῦ καλῆς οἰκίας καὶ τῆς ἑαυτοῦ διαίτης ἀποδοῖτό τινι, ἵνα αὐτὸν παιδεύσῃ.

Εἶτα ἐὰν ἴδῃ αὐτὸν κεκολασμένον ὑπὸ πονηρῷ δεσπότῃ καὶ λέγοντα, Πορεύομαι πρὸς τὸν δεσπότην μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν· δίδωσιν αὐτῷ πάλιν τὴν τιμὴν, καὶ ἐξαγοράζει αὐτὸν, ἵνα γένηται λαὸς περιούσιος. Οὕτως οὖν καὶ ἡμᾶς ἀνακτᾶται ὁ Θεός. Καὶ πῶς ἐσμεν αὐτοῦ ἴδια καὶ οὐκ ἴδια; ὡς μὲν δημιουργήματα, ἴδια, ὡς δὲ διὰ τὸ ἡμαρτηκέναι γενόμενα ἀλλότρια, οὐκ ἴδια· μὴ νομίσῃς ὅτι ἴδιος εἶ τοῦ Θεοῦ· ἐὰν ᾖς ἁμαρτωλός· ὁ διάβολος γάρ σε κτᾶται· ἐκείνου εἶ κτῆμα. Ἄνθρωπος τῆς ἁμαρτίας, υἱὸς τῆς ἀπωλείας, ἐκεῖνος ἀγοράζει σε, οὐ τιμίῳ αἵματι, ἀλλὰ ἀτίμῳ· ἁμαρτίᾳ γὰρ ἀγοράζει· ἀγοράζει πορνείᾳ· ἀκάθαρτος γάρ ἐστιν. Ἀγοράζει φόνῳ· μιαιφόνος γάρ ἐστιν· Ἀνθρωποκτόνος γὰρ ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε, καὶ ταῦτα αὐτοῦ ἐστι τὰ νομίσματα.

ΚΕΦΑΛ. Βʹ.

Ἀπειθοῦσι δὲ, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκο64.1056 δομοῦντες, οὗτος

ἐγενήθη εἰς κεφαλὴν γωνίας, καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου. Τοῦτο τὸ ῥητὸν εἰς τὸν Χριστὸν ἀναφέρεται· καὶ γὰρ αὐτὸς ἐν Εὐαγγελίοις ταύτην παράγει τὴν προφητείαν λέγων, Οὐδέποτε ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; -Καὶ μετ' ὀλίγα· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες· τοὺς Ἰουδαίους λέγει, τοὺς Γραμματεῖς, τοὺς Φαρισαίους, ὅτι ἀπεδοκίμαζον αὐτὸν λέγοντες, Ὅτι Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις· καὶ πάλιν, Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.

ΚΕΦΑΛ. Γʹ.

Καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον. ∆όλος δέ ἐστι τὸ ψεῦδος, καὶ ἀπάτη

καὶ συκοφαντία, καὶ διαβολαὶ τὸ ἀληθὲς οὐκ ἔχουσαι· φίλα δέ πως ταυτὶ τῷ τῆς ἀληθείας ἐχθρῷ, τουτέστι τῷ Σατανᾷ, τῷ τοῦ ψεύδους πατρί· Ψεύστης γάρ ἐστι, καθά φησιν ὁ Σωτὴρ, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε. Παραιτητέον δὲ τοῖς ἁγίοις τὰ ἐκείνου ἁρπαγημαῖα μᾶλλον τὰ Θεοῦ, ὅς ἐστιν ἀλήθεια. Ἐκκλινάτω ἀπὸ κακοῦ, καὶ ποιησάτω ἀγαθόν. Οὐ γὰρ ἐν ἡμῖν τὸ μηδ' ὅλως εἰς νοῦν δέξασθαί τι τῶν τοιούτων· προσπίπτουσι γὰρ αὐτῷ τοιαῦταί πως ἔννοιαι πλειστάκις· ἀλλ' εἴπερ τις εἴη σοφὸς, ἀποφέρεται μὲν αὐτῶν, τοῖς δὲ ἀμείνοσι καὶ πολὺ λίαν ἔχουσι τὸ ἐπωφελὲς χαρίζεται τὰς ῥοπάς· τοῦτό ἐστιν, οἶμαι, τὸ, Ἔκκλινον ἀπὸ κακοῦ.

ΚΕΦΑΛ. ∆ʹ.

Φιλόξενος εἰς ἀλλήλους, ἄνευ γογγυσμῶν. Εἰ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲν

γογγύσῃς μηδὲ ἐπαισχυνθῇς, μᾶλλον δὲ καὶ σεμνύνου ἐπὶ τῷ πράγματι· εἰ δὲ μὴ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲ δέξῃ, Ὁ δεχόμενος ὑμᾶς, φησὶν, ἐμὲ δέχεται. Ἐὰν μὴ οὕτως δέχῃ, οὐδὲ μισθὸν ἔχεις. Ἀνθρώπους παριόντας ὁδίτας, ὡς ἐνόμιζεν, ὁ Ἀβραὰμ