1

 2

 3

 4

 5

 6

4

ἄλλην πραγματείαν μετέρχεται ἰσχυροτέραν τῆς πρώτης. Ποίαν ταύτην· Ξηραίνει τὸν ποταμὸν, συστέλλει τοὺς κόρακας, βάλλει φωνὴν πρὸς αὐτόν· Πορεύου εἰς Σάρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ. Ὁρᾷς πῶς ἔσπευδεν εἰς συμπάθειαν αὐτὸν κλῖναι ὁ Κύριος; Οὐ γὰρ ἀπέστειλεν αὐτὸν εἰς οἶκον ἀρχοντικὸν, ἢ εἰς βασιλικὸν, ἢ εἰς εὔπορόν τινα γυναῖκα, ἀλλὰ πρὸς χήραν ἐνδεομένην, ὅπως κἂν οὕτω καμφθῇ πρὸς συμπάθειαν. Ὁ δὲ καὶ οὕτως ἀκαμπὴς ἔμενε. ∆έον γὰρ αὐτὸν ἀκούσαντα τοῦ Κυρίου λέγοντος· Πορεύθητι εἰς Σάρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ, προσπεσεῖν, βοῆσαι, ἱκετεῦσαι, καὶ εἰπεῖν, Μὴ καταγάγῃς με εἰς ταπείνωσιν, ὦ ∆έσποτα· Σιδωνίοις με παραπέμπεις, καὶ γυναικὶ χήρᾳ παρενοχλεῖν με προστάττεις, ἧς ὁ ἄρτος δακρύων πεπληρωμένος, ἡ τράπεζα στεναγμῶν ἀνάμεστος, ἡ κλίνη κατάρας προσκεφάλαιον ἔχουσα; ἀλλ' οὐδὲν τούτων ὁ Ἠλίας. Ἔγνω γὰρ ὅτι, ἐὰν παραιτήσηται τῆς χήρας τὴν τράπεζαν, ἐρεῖ πρὸς αὐτὸν ὁ Κύριος· Τί λέγεις, ὦ Ἠλία; παραιτῇ τῆς χήρας τὴν 61.705 τράπεζαν, ὁ πᾶσαν τὴν γῆν Ἰσραὴλ στειρεύειν παρασκευάσας, χήραν αὐτὴν ἐργασάμενος, στεῖραν καὶ ἄτεκνον, καρποὺς μὴ τίκτουσαν, καὶ σὺ παραιτῇ τῆς χήρας τὴν τράπεζαν; Ὅπως οὖν μηδὲν τούτων ἀκούσῃ ὁ Ἠλίας, εὐθέως ἐστείλατο τὴν ἐπὶ Σιδωνίους ἀποδημίαν, ἐν εὐφροσύνῃ, ἢ ὀδύνῃ ποριζόμενος. Ἄκουσον δὲ πρὸς ταῦτα. Ξενισθεὶς ὁ Ἠλίας ὑπὸ τῆς χήρας εὗρεν ἀδαπάνητον τράπεζαν, γνησίαν, ἁρμόδιον, ἀσκητικὴν, ὕδωρ καὶ ἔλαιον καὶ ἄλευρον, καὶ δύο ξυλάρια. Τί γὰρ οὖν; δύο ξυλάρια μόνα εἶχεν ἡ χήρα; Ναί. Πῶς; Ἄκουσον, καὶ ἐρῶ σοι.

Αὕτη ἡ μνημονευθεῖσα χήρα εἰκόνα τῆς Ἐκκλησίας ἔφερε· διὸ πρὸς αὐτὴν ἀποστέλλεται ὁ προφήτης. Εἰσελθὼν τοιγαροῦν ὁ προφήτης εἰς τὸν οἶκον τῆς χήρας· εὗρεν ὡς ἀληθῶς τῆς Ἐκκλησίας ἡμῶν τὴν ἐνθήκην· εὗρεν ὕδωρ καὶ ἔλαιον καὶ ἄλευρον, καὶ δύο ξυλάρια· ὕδωρ, τὸ βάπτισμα· ἔλαιον, τὸ χρίσμα· ἄλευρον, ὁ ἄρτος· δύο ξυλάρια, τοῦ σταυροῦ τὸ κατόρθωμα. Ἦν δὲ καὶ πρὸς τὴν χήραν βοήσας ὁ Ἠλίας· Ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει, καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει. Ἀνελλιπὲς γὰρ ἡ χάρις τῆς ὀρθοδόξου πίστεως. Εὑρὼν τοιγαροῦν ὁ Ἠλίας τὴν ἀδάπανον τράπεζαν τῆς χήρας, ηὐφράνθη, ἠγαλλιάσατο, λέγων πρὸς ἑαυτόν· Ὧδε διάξω τοῦ λοιποῦ, ὧδε τὸν ἅπαντά μου χρόνον διατρίβω· ἁρμόδιον γὰρ τὴν τράπεζαν εὗρον, οὐδείς μοι λόγος τῷ οἴκῳ Ἀχαὰβ, καὶ τῷ λαῷ Ἰσραὴλ, καὶ τῇ μανίᾳ τῆς Ἰεζάβελ· ἐχέτωσαν κληρονομίαν, τὴν ἀβροχίαν· ἐγὼ γὰρ τῶν ἐνταῦθα οὐδ' ὅλως χωρίζομαι. Ταῦτα λέγων ὁ Ἠλίας πρὸς ἑαυτὸν εὐφραντικῶς λογιζόμενος, μὴ συνειδὼς, ὡς ἄνθρωπος, ὅτι ἐν τῇ εὐφρασίᾳ τὴν ὀδύνην ἔμελλεν εὑρίσκειν. Ἴστε πάντες, πῶς ἡ χήρα δύο παῖδας ἔχουσα γνησίους καὶ ὁμοκοιλίους, ὄρθρου τῆς κλίνης διεγερθεῖσα, θεωρεῖ τὸν ἕνα αὐτῆς υἱὸν θανάτῳ παραδοθέντα. Εἰ δὲ πέφυκε χήραν ἐπιτηδεύειν ἐπὶ τέκνῳ ἄῤῥενι τελείῳ τελευτῶντι, οὐδεὶς ὑμῶν ἀγνοεῖ· ἐνδοξοτέραν γὰρ ἡγεῖται τὴν τοῦ τέκνου ζωὴν ὑπὲρ πάντα τὸν πλοῦτον τοῦ κόσμου. Οὐ γὰρ προσετέθη κατὰ τὸ εἰωθὸς τῷ νεκρῷ ἡ γυνὴ, οὔτε ἐκήδευσεν, οὔτε πρὸς τὴν ἔξοδον ἠσχολήθη· ἀλλὰ καταλιποῦσα αὐτῆς τὸν νεκρὸν, τοῦ Ἠλία καθήψατο, κρατοῦσα, περιάγουσα, ὀχλοποιοῦσα, κράζουσα ἐπὶ πάντων· Τί ἐμοὶ καὶ σοὶ, ἄνθρωπε τοῦ Θεοῦ; ἦλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου. Τουτέστι, Σὺ αὐτὸν ἐθανάτωσας. Εἶδες πῶς ἡ εὐφροσύνη τοῦ Ἠλία εἰς ὀδύνην μετῆλθεν; Ὡς φονεὺς κατείχετο· οὕτω γὰρ ἔλεγεν ἡ χήρα, Τί ἐμοὶ καὶ σοὶ, ἄνθρωπε τοῦ Θεοῦ; Εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, θανατῶσαι τὸν υἱόν μου. Σὺ αὐτὸν ἐθανάτωσας· ἡ σὴ εἴσοδος παρεσκεύασε τοῦτο.

Μὴ εὗρες τὸν παῖδά μου ἀσθενοῦντα; μὴ ἠῤῥώστησεν ἡμέραν μίαν; ἡ σὴ εἴσοδος τὸν θάνατον τοῦ υἱοῦ μου παρέσχε. Τί μοι ἄλευρον ἐχαρίσω, τοῦ ἐσθίοντος μὴ παρόντος; δός μοι τὸν υἱόν μου· σὺ αὐτὸν ἐθανάτωσας κληρονομῆσαι τὸν οἶκόν μου βουλόμενος. ∆έξαι σὺ τὸ ἄλευρον, καὶ δός μοι τὸν υἱόν μου. Ἐμὲ σιτεύεις, καὶ τὸ