1

 2

 3

 4

 5

 6

 7

 8

4

Ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐ χαριστεῖτε. Ἐπεὶ οὖν ἀδιαλείπτως προσεύχε σθαι δεῖ, ἀδιαλείπτως ἐστὶ τὸ ὄργανον μετὰ τοῦ τεχνίτου. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον. Τὸ πρό τερον μιᾷ γλώττῃ ἔλεγε ταῦτα ὁ ∆αυΐδ· νυνὶ δὲ, ἐπειδὴ ἐτελεύτησε, μυρίαις γλώσσαις ταῦτα φθέγγε ται, οὐ ταῖς παρ' ἡμῖν μόνον, ἀλλὰ καὶ ταῖς παντα χοῦ τῆς οἰκουμένης. Εἶδες ὅτι οὐ τέθνηκεν, ἀλλὰ ζῇ; Πῶς γὰρ τέθνηκεν ὁ τοσαύτας ἔχων γλώττας, καὶ διὰ τοσούτων στομάτων φθεγγόμενος; Μέγα ἀληθῶς αἶνος· ἐκκαθαίρει γὰρ τὴν ἡμετέραν ψυχὴν, καὶ πολ λὴν ἡμῖν ἐντίθησι τὴν εὐλάβειαν. Βούλει μαθεῖν, πόση τῶν εἰς Θεὸν ὕμνων ἡ δύ 55.523 ναμις; Ὑμνοῦντες οἱ τρεῖς παῖδες, οὕτω τὴν κά μινον ἔσβεσαν τὴν Βαβυλωνίαν· μᾶλλον δὲ οὐκ ἔσβε σαν, ἀλλ' ὃ πολλῷ θαυμαστότερον ἦν, καιομένην τὴν φλόγα, ὡσεὶ πηλὸν, κατεπάτησαν τοῖς ποσίν. Οὗτος ὁ ὕμνος εἰς δεσμωτήριον εἰσελθὼν ἐπὶ τοῦ Παύλου τὰ δεσμὰ ἔλυσε, τὰς θύρας ἀνέῳξε τοῦ δεσμωτηρίου, τὰ θεμέλια διέσεισε, καταπλήξει πολλῇ τὸν δεσμοφύ λακα ἐφόβησε.

Κατὰ γὰρ τὸ μεσονύκτιον ὕμνουν, φησὶν, ὁ Παῦλος καὶ ὁ Σίλας. Εἶτα τί γέγονε; Τί; Τὸ και νὸν καὶ παράδοξον πάντως· τὰ δεσμὰ ἐλύθη, οἱ δε δεμένοι τοὺς λελυμένους ἔδησαν· καὶ μὴν δεσμῶν φύσις ἐστὶ, τὸ δεδεμένον ἐν ἀκριβείᾳ πολλῇ κατέχειν καὶ ὑποχείριον ποιεῖν· νυνὶ δὲ ὁ δεσμοφύλαξ λελυ μένος πρὸς τοὺς πόδας ἦλθε τοῦ δεδεμένου Παύλου. ∆εσμῶν μὲν γὰρ τῶν αἰσθητῶν φύσις ἐστὶ, κατέχειν τὸν δεδεμένον· δεσμῶν δὲ τῶν διὰ Χριστὸν τοσαύτη ἡ δύναμις, ὥστε τοὺς λελυμένους τοῖς δεδεμένοις ὑποχειρίους ποιεῖν. Εἰς τὴν ἐσωτέραν αὐτοὺς ἔβαλε φυλακὴν, καὶ ἔνδον ὄντες τὰς ἔξω θύρας ἀνέῳξαν. Τοὺς πόδας αὐτῶν ἠσφαλίσατο τῷ ξύλῳ, καὶ οἱ πόδες αὐ τῶν οἱ ἠσφαλισμένοι τῶν ἄλλων τὰς χεῖρας ἔλυ σαν. Εἶτα προσέπεσεν αὐτῷ, φησὶν, ὁ δεσμοφύλαξ, δεδοικὼς, τρέμων, στένων, ἀγωνιῶν, δακρύων. Τί ποτε γέγονεν; οὐ σὺ ἔδησας; οὐ σὺ ἐν ἀσφαλείᾳ κατέσχες; Καὶ τί θαυμάζεις, ἄνθρωπε, εἰ τὸ δεσμω τήριον ἀνέῳξεν, ὅπου γε καὶ τοὺς οὐρανοὺς ἀνοίγειν ἔλαβεν ἐξουσίαν. Ὅσα ἂν δήσητε, φησὶν, ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς Ἁμαρτημάτων ἔλυσε δεσμά· τί θαυμά ζεις, εἰ σιδήρου λύει δεσμά; ∆αιμόνων ἔλυσε δεσμὰ, ψυχὰς δεδεμένας ὑπ' αὐτοῖς ἀπήλλαξε· καὶ τί θαυ μάζεις, εἰ τὰς τῶν δεσμωτῶν ἁλύσεις ἀνῆκε; Καὶ ὅρα διπλοῦν τὸ θαῦμα· ἔλυσε πάλιν, καὶ ἔδησεν. Ἔλυσε μὲν γὰρ τὰ δεσμὰ, ἔδησε δὲ αὐτῶν τὴν καρ δίαν. Ὅτι γὰρ λελυμένοι ἦσαν, οὐκ ᾔδεισαν. Ἀνέῳξε καὶ ἔκλεισεν· ἀνέῳξε μὲν γὰρ τὰς τοῦ δεσμωτηρίου θύρας, ἔκλεισε δὲ τοὺς ὀφθαλμοὺς τῆς καρδίας δε σμωτῶν, ὥστε μὴ αἰσθάνεσθαι τῶν θυρῶν ἐκείνων ἀνεῳγμένων, ἵνα μὴ καὶ τῇ ἀδείᾳ ἀποχρησάμενοι εἰς φυγὴν ἀποπηδήσωσιν. Εἶδες καὶ δεσμοῦντα καὶ λύοντα, καὶ ἀνοίγοντα καὶ κλείοντα; δʹ. ∆ιὰ τοῦτο ἐν νυκτὶ ταῦτα ἐγίνετο, ἵνα ἀθορύβως τὸ πρᾶγμα γένηται καὶ χωρὶς ταραχῆς πάσης. Οὐδὲν γὰρ πρὸς ἐπίδειξιν οὐδὲ φιλοτιμίαν ἐποίουν οἱ ἀπό στολοι. Προσέπεσεν αὐτῷ ὁ ἀρχιδεσμοφύλαξ. Τί οὖν ὁ Παῦλος; Εἶδες αὐτοῦ τὸ θαῦμα; εἶδες αὐ τοῦ τὰ παράδοξα ἔργα; Θέασαι αὐτοῦ καὶ τὴν κη δεμονίαν, θέασαι αὐτοῦ τὴν φιλανθρωπίαν.

Ἀνεβόησε, φησὶ, καὶ εἶπε· Μηδὲν ποιήσῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Τὸν δήσαντα πικρῶς οὐκ ἀφῆκεν ἀποθανεῖν πικρῶς, οὐκ ἐμνησι κάκησε. Πάντες γάρ ἐσμεν ἐνθάδε, φησίν. Ὅρα τὸ ἄτυφον. Οὐκ εἶπε, Ταῦτα τὰ παράδοξα ἐγὼ ἐποίησα, ἀλλὰ τί; Πάντες γάρ ἐσμεν ἐνθάδε. Μετὰ τῶν δεσμωτῶν ἑαυτὸν ἠρίθμησεν ὁ Παῦλος. Ἰδὼν δὲ ἐκεῖνος ἐθαύμασε τὸ γεγονὸς, ἐξεπλάγη ἐπὶ τῷ θαύ ματι, ηὐχαρίστησε τῷ Θεῷ. Ἄξιος ὄντως πολλῆς κηδε μονίας καὶ φιλανθρωπίας ὁ δεσμοφύλαξ· οὐκ ἐνόμι σεν εἶναι γοητείαν τὰ γεγενημένα. Τίνος οὖν ἕνεκα οὐκ ἐνόμισεν εἶναι γοητείαν τὰ γινόμενα; Ἤκουσεν αὐ τῶν ὑμνούντων τὸν Θεόν· γόης δὲ οὐδέποτε ὑμνεῖ τὸν Θεόν.