1

 2

 3

 4

 5

 6

4

ἐξέπιπτον κάτω, ἡ δὲ ἀνδρεία τῆς ψυχῆς οὐ διέπιπτεν· ἀλλ' ἡ μὲν χεὶρ ἀνήλωτο καὶ ἐῤῥύη· σὰρξ γὰρ ἦν, καὶ οὐκ ἀδάμας· ἡ δὲ ψυχὴ ἑτέραν ἐπεζήτει χεῖρα πάλιν, ὥστε καὶ ἐν ἐκείνῃ τὴν καρτερίαν ἐπιδείξασθαι. Καὶ καθάπερ στρατιώτης γενναῖος εἰς πολεμίους εἰσελθὼν, καὶ κατακόψας τὴν φάλαγγα τῶν ἀνταγωνιζομένων αὐτῷ, διακλάσας τὸ ξίφος τῇ πυκνότητι τῶν ἐπαλλήλων πληγῶν, εἶτα ἐπιστραφεὶς ἕτερον ἐπιζητεῖ, διὰ τὸ μηδέπω κόρον εἰληφέναι τῆς τῶν πολεμίων σφαγῆς· οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ μακαρίου Βαρλαὰμ τὴν χεῖρα ἀναλώσασα ἐν τῷ κατακόπτειν τὰς φάλαγγας τῶν δαιμόνων, ἑτέραν ἐπεζήτει δεξιὰν πάλιν, ὥστε καὶ ἐν ἐκείνῃ τὴν προθυμίαν ἐπιδείξασθαι. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι μίαν ἐξέδωκε χεῖρα μόνον· ἀλλὰ τοῦτο πρὸ ἐκείνου ἐννόει, ὅτι ὁ τὴν χεῖρα προδοὺς, οὗτος καὶ τὴν κεφαλὴν ἐξέδωκεν ἂν, καὶ τὰς πλευρὰς προὔ θηκε, καὶ πυρὶ, καὶ θηρίοις, καὶ πελάγει, καὶ κρη μνῷ, καὶ σταυρῷ, καὶ τροχῷ, καὶ πρὸς πάσας τὰς ἀκουσθείσας ποτὲ τιμωρίας παρετάξατο, καὶ πάντα ἔπαθεν, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ προθέσει. Οὐ γὰρ πρὸς ὡρισμένας κολάσεις ἀπαντῶσιν οἱ μάρτυ ρες, ἀλλὰ πρὸς ἀορίστους ἀποδύονται τιμωρίας· οὐ γάρ εἰσι κύριοι τῆς γνώμης τῶν τυράννων, οὐδὲ ὅρους αὐτοῖς καὶ μέτρα τιμωριῶν τιθέασιν· ἀλλ' ὅσα ἂν αὐτοὺς ἡ ἀπάνθρωπος καὶ θηριώδης ἐκείνων γνώ μη διαθεῖναι ἐπιθυμήσῃ κακὰ, τοσαῦτα εἰσέρχονται πεισόμενοι· πλὴν ἂν μὴ μεταξὺ τὸ σῶμα ἀπαγορεῦ σαν ἀπλήρωτον ἐν τῷ μέσῳ καταλίπῃ τὴν τῶν τυ ράννων ἐπιθυμίαν. Ἐμαραίνετο τοίνυν ἡ σὰρξ, καὶ ἡ προαίρεσις προθυμοτέρα ἐγίνετο, αὐτοὺς τοὺς ἄνθρα κας παρερχομένη τῇ λαμπρότητι, καὶ μᾶλλον αὐτῶν ἀποστίλβουσα· πνευματικὸν γὰρ ἔνδον ἀνεκαίετο πῦρ πολὺ τοῦ πυρὸς τούτου φλογωδέστερον.

∆ιὰ τοῦτο ἐκεῖνος τῆς ἔξωθεν οὐκ ᾐσθάνετο φλογὸς, ἐπειδὴ τὸ ἔνδον αὐτὸν ἔκαιε πῦρ τὸ διάπυρον καὶ διακαὲς τῆς ἀγάπης τοῦ Χριστοῦ. δʹ. Ταῦτα μὴ μόνον ἀκούωμεν, ἀγαπητοὶ, ἀλλὰ καὶ μιμώμεθα. Ὅπερ γὰρ ἐξ ἀρχῆς ἔλεγον, καὶ νῦν λέ γω· μὴ μέχρι τῆς παρούσης ὥρας θαυμαζέσθω ὁ μάρτυς μόνον, ἀλλὰ καὶ οἴκαδε ἀπιὼν ἕκαστος ἐπαγέ σθω τὸν ἅγιον, καὶ εἰς τὴν οἰκίαν εἰσαγέτω τὴν ἑαυ τοῦ, μᾶλλον δὲ εἰς τὴν ἑαυτοῦ καρδίαν διὰ τῆς τῶν εἰρημένων μνήμης. Ὑπόδεξαι αὐτὸν, ὡς προείρηται, καὶ στῆσον ἐπὶ τῆς καρδίας τῆς σῆς τὴν χεῖρα ἔχοντα ἐκτεταμένην· ὑπόδεξαι τὸν στεφανίτην, καὶ μηδέποτε ἀφῇς ἐξελθεῖν τῆς διανοίας τῆς σῆς. ∆ιὰ τοῦτο ὑμᾶς καὶ παρὰ τὰς θήκας τῶν ἁγίων μαρτύρων ἠγάγομεν, ἵνα καὶ ἀπὸ τῆς ὄψεως λάβητέ τινα παράκλησιν ἀρετῆς, καὶ πρὸς τὸν αὐτὸν ἐπαποδύσησθε ζῆλον. Καὶ γὰρ στρατιώτην ἀνίστησι μὲν καὶ ἀκοὴ ἀριστέως· πολλῷ δὲ πλέον ὄψις καὶ θεωρία, καὶ μάλιστα ὅταν εἰς αὐτὴν τοῦ ἀριστέως τὴν σκηνὴν εἰσελθὼν ἴδῃ τὸ ξίφος ᾑμαγμένον, τὴν κεφαλὴν τοῦ πολεμίου κειμένην, 50.681 τὰ λάφυρα ἄνω κρεμάμενα, τὸ αἷμα νεαρὸν τῶν χει ρῶν ἀποστάζον παρὰ τοῦ τὸ τρόπαιον στήσαντος, πανταχοῦ δόρατα καὶ ἀσπίδας καὶ τόξα καὶ τὴν ἄλλην ἅπασαν παντευχίαν κειμένην. ∆ιὰ τοῦτο καὶ ἡμεῖς ἐνταῦθα συνεληλύθαμεν. Σκηνὴ γάρ ἐστι στρατιωτικὴ τῶν μαρτύρων ὁ τάφος· κἂν ἀνοίξῃς τοὺς τῆς πίστεως ὀφθαλμοὺς, ὄψει τὸν θώρακα τῆς δικαιοσύνης ἐνταῦθα κείμενον, τὸν θυρεὸν τῆς πίστεως, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, τὴν κνημῖδα τοῦ Εὐαγγελίου, τὴν μάχαιραν τοῦ Πνεύματος, αὐτὴν τοῦ διαβόλου τὴν κεφαλὴν ἀπεῤῥιμμένην χαμαί. Ὅταν γὰρ ἴδῃς δαι μονῶντα ἄνθρωπον παρὰ τὸν τάφον τοῦ μάρτυρος κείμενον ὕπτιον, καὶ σπαράσσοντα ἑαυτὸν πολλάκις, οὐδὲν ἕτερον ἀλλ' ἢ τὴν κεφαλὴν τοῦ Πονηροῦ τετμη μένην ὁρᾷς. Ἔτι γὰρ καὶ νῦν παράκειται ταῦτα τὰ ὅπλα τοῖς τοῦ Χριστοῦ στρατιώταις, καὶ καθάπερ τοὺς ἀριστέας μετὰ τῶν ὅπλων θάπτουσιν οἱ βασιλεῖς, οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, καὶ μετὰ τῶν ὅπλων αὐτοὺς ἔθαψεν, ἵνα καὶ πρὸ τῆς ἀναστάσεως δείξῃ πᾶσαν τὴν δόξαν, καὶ τὴν δύναμιν τῶν ἁγίων. Μάθε τοίνυν τὴν παντευχίαν αὐτῶν τὴν πνευματικὴν, καὶ μέγιστα κερδάνας ἀναχωρήσεις ἐντεῦθεν.