1

 2

 3

 4

 5

 6

5

Πολὺς καὶ σοὶ πόλεμος πρὸς τὸν διάβολον, ἀγαπητὲ, πολὺς, καὶ μέγας, καὶ διηνεκής. Μάθε τοίνυν τὰ παλαίσματα, ἵνα μιμήσῃ τὰς νίκας· καταγέλασον πλούτου, καὶ χρημάτων, καὶ τῆς ἄλλης ἁπάσης τοῦ βίου φαντασίας· μὴ μακαρίσῃς τοὺς πλουτοῦντας, ἀλλὰ μακάρισον τοὺς μαρτυροῦντας, μὴ τοὺς ἐν τρυφῇ, ἀλλὰ τοὺς ἐν τηγάνοις· μὴ τοὺς ἐν τραπέζῃ πολυτελεῖ, ἀλλὰ τοὺς ἐν λέβητι ζέοντι· μὴ τοὺς ἐν βαλανείοις καθημερινοῖς, ἀλλὰ τοὺς ἐν καμί νοις χαλεπαῖς· μὴ τοὺς μύρων ὄζοντας, ἀλλὰ τοὺς καπνὸν καὶ κνίσσαν ἀπὸ τῆς σαρκὸς ὀπτωμένης ἀφιέν τας. Αὕτη ἡ εὐωδία ἐκείνης βελτίων καὶ λυσιτελε στέρα· ἐκείνη μὲν γὰρ ἐπὶ κόλασιν ἀπάγει τοὺς κε χρημένους αὐτῇ, αὕτη δὲ ἐπὶ βραβεῖα καὶ στεφάνους τοὺς ἄνω. Καὶ ἵνα μάθῃς, ὅτι πονηρὸν ἡ τρυφὴ, καὶ μύρων ἀλοιφὴ, καὶ μέθη, καὶ οἶνος ἀμετρίαν ἔχων, καὶ πολυτελὴς τράπεζα, ἄκουσον τί φησιν ὁ προφή της· Οὐαὶ οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντί νων, καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὑτῶν· οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ βουκολίων γαλαθηνά· οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριό μενοι.

Εἰ δὲ ἐπὶ τῆς παλαιᾶς διαθήκης ταῦτα ἀπ ηγόρευτο, πολλῷ μᾶλλον ἐπὶ τῆς χάριτος, ἔνθα πλείων ἡ φιλοσοφία. Ταῦτά μοι καὶ πρὸς ἄνδρας, καὶ πρὸς γυναῖκας εἴρηται· κοινὸν γὰρ τὸ στάδιον· οὐ διῄρηται τὸ στρατόπεδον τοῦ Χριστοῦ διὰ τὴν φύσιν, ἀλλ' εἷς ἐστιν ὁ σύλλογος· δύνανται καὶ γυναῖκες ἐνδύσασθαι θώρακα, καὶ ἀσπίδα προβαλέσθαι, καὶ βέλος ἀφεῖναι, καὶ ἐν μαρτυρίου καιρῷ, καὶ ἐν ἑτέρῳ δὲ τοιούτῳ πολλὴν ἀπαιτοῦντι παῤῥησίαν. Καὶ καθάπερ τοξότης ἄριστος εὐστόχως τὸ βέλος ἀπὸ τῆς νευρᾶς ἀφιεὶς, ἅπασαν συνταράττει τῶν πολεμίων τὴν τάξιν, οὕτω 50.682 καὶ οἱ ἅγιοι μάρτυρες, καὶ πάντες δὲ οἱ τῆς ἀληθείας ἀγωνισταὶ, οἱ ἀνταγωνιζόμενοι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ὥσπερ ἀπό τινος νευρᾶς τῆς γλώττης τὰ ῥήματα ἀφιᾶσιν εὐστόχως· καὶ ταῦτα ὥσπερ βέλη πετόμενα διὰ τοῦ ἀέρος, εἰς τὰς ἀοράτους τῶν δαιμόνων ἐμπίπτοντα φάλαγγας, πᾶσαν αὐτῶν συνταράττει τὴν παράταξιν· ὅπερ οὖν καὶ ἐπὶ τοῦ μακαρίου Βαρλαὰμ τούτου γέγονεν· ἀπὸ ψιλῶν γὰρ ῥημάτων ὥσπερ ἀπὸ βελῶν πετομένων συνέχεε τὸ τοῦ διαβόλου στρατόπεδον. Ταύτην καὶ ἡμεῖς μιμησώμεθα τὴν εὐστοχίαν. Οὐχ ὁρᾶτε τοὺς ἀπὸ τῶν θεάτρων καταβαίνοντας μαλακωτέρους γινομένους; τὸ δὲ αἴτιον, ὅτι μετὰ σπουδῆς τοῖς ἐκεῖ γινομένοις προσέχουσι· καὶ γὰρ ὀφθαλμῶν περιστροφὰς, καὶ χειρῶν περιδονήσεις, καὶ ποδῶν κύκλους, καὶ πάντων τῶν ἐν τῇ διαστροφῇ τοῦ λυγισθέντος σώματος φανέντων εἰδώλων τοὺς τύπους ἐναποθέμενοι ταῖς ψυχαῖς οὕτως ἀπέρχονται. Πῶς οὖν οὐκ ἄτοπον ἐκείνους μὲν ἐπὶ λύμῃ τῆς ἑαυτῶν ψυχῆς τοσαύτην ἐπιδείκνυσθαι πρόνοιαν, καὶ μνήμην ἐνδιάθετον ἔχειν τῶν ἐκεῖ γινομένων· ἡμᾶς δὲ ἀπὸ τῆς ἐνταῦθα μιμήσεως μέλλοντας τοῖς ἀγγέλοις παρισοῦσθαι, μηδὲ τὴν ἴσην ἐκείνοις συνεισφέρειν σπουδὴν περὶ τὴν τῶν εἰρημένων φυλακήν; Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ οὕτω τῆς οἰκείας καταμελῶμεν σωτηρίας, ἀλλ' ἐναποθώμεθα τοὺς μάρτυρας ἅπαντες ταῖς ἑαυτῶν διανοίαις, μετὰ τῶν τηγάνων, μετὰ τῶν λεβήτων, μετὰ τῶν ἄλλων τιμωριῶν· καὶ καθάπερ οἱ ζωγράφοι τὴν εἰκόνα πολλάκις καπνῷ καὶ αἰθάλῃ καὶ χρόνῳ μακρῷ γενομένην ἀμαυροτέραν ἀποσμήχουσιν· οὕτω καὶ σὺ ποίησον, ἀγαπητὲ, τὴν μνήμην τῶν ἁγίων μαρτύρων· ἐπειδὰν εἰσιοῦσαι βιωτικαὶ φροντίδες ἀμαυρώσωσι τὴν διάνοιάν σου, ἀπόσμηξον διὰ τῆς τῶν μαρτύρων μνήμης. Ἂν γὰρ ταύτην ἔχῃς ἐν τῇ ψυχῇ σου τὴν μνήμην, οὐ θαυμάσεις πλοῦτον, οὐ πενίαν δακρύσεις, οὐκ ἐπαινέσεις δόξαν καὶ δυναστείαν, οὐδὲν ὅλως τῶν ἀνθρωπίνων, οὐ τῶν φαιδρῶν μέγα τι ὑπολάβῃς εἶναι, οὐ τῶν λυπηρῶν ἀφόρητον· ἀλλὰ πάντων ἐκείνων ἀνώτερος γενόμενος, ἕξεις διδασκαλίαν ἀρετῆς διηνεκῆ τῆς εἰκόνος ταύτης τὴν θεωρίαν. Ὁ γὰρ στρατιώτας ὁρῶν καθ' ἑκάστην ἡμέραν ἐν πολέμοις καὶ μάχαις ἀνδριζομένους, οὐκ ἐπιθυμήσει τρυφῆς ποτε, οὐ θαυμάσεται τὸν ὑγρὸν καὶ διαλελυμένον βίον, ἀλλὰ τὸν σκληρὸν, καὶ