3
κα τάπτωσιν· τοῦτο γάρ ἐστιν αὐτῷ τὸ σπουδαζόμενον ἐπὶ πάντων ὑποσκελίζειν μᾶλλον ἢ ὀδυνᾷν τοὺς ἁγίους.
Τί τοίνυν ἐστὶ τὸ μηχάνημα; Τὴν χεῖρα κελεύσαντες ὑπτίαν ἐκτεῖναι ὑπεράνω τοῦ βωμοῦ, ἐπέθηκαν ἄν θρακας καὶ λιβανωτὸν τῇ χειρὶ, ἵνα ἐὰν ἀλγήσῃ, καὶ περιτρέψῃ τὴν χεῖρα, θυσίαν αὐτῷ καὶ παράβασιν τὸ πρᾶγμα λογίσωνται. Εἶδες πῶς κακοῦργος ὁ διάβολος, Ἀλλ' ὅρα πῶς ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ παν ουργίᾳ αὐτῶν ἄκυρα ἐποίησεν αὐτοῦ τὰ μηχανήματα, 50.679 καὶ τὸ τῆς ἐπιβουλῆς ἐπιτεταμένον καὶ τὸ τῆς κακ ουργίας ποικίλον προσθήκην καὶ πλεονασμὸν πλείο νος δόξης παρεσκεύασε γενέσθαι τῷ μάρτυρι. Ὅταν γὰρ μυρία κακουργήσας ὁ ἀνταγωνιστὴς, εἶτα ἡττηθεὶς ἀπέλθῃ, τότε λαμπρότερος γίνεται τῆς εὐσεβείας ὁ ἀθλητής· ὅπερ καὶ ἐνταῦθα συνέβαινεν. Ἔμενε γὰρ ὁ μακάριος Βαρλαὰμ ἀκλινῆ καὶ ἀπερίτρεπτον τηρῶν τὴν χεῖρα, καθάπερ ἀπὸ σιδήρου συγκειμένην ἔχων· καίτοι εἰ παρετράπη ἡ χεὶρ, οὐδ' οὕτως ἦν ἔγ κλημα τοῦ μάρτυρος.
γʹ. Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε πάντες, ἵνα μάθητε, ὅτι εἰ καὶ
περιετράπη ἡ δεξιὰ, οὐκ ἦν ἧττα τὸ γενόμενον· τί δήποτε; Ὅτι καθάπερ ἐπὶ τῶν τὰς πλευρὰς καταξαινομένων ἢ καὶ ἑτέρως πως βα σανιζομένων κρίνομεν, οὕτω καὶ ἐνταῦθα δικάζειν χρή. Ἂν μὲν γὰρ ἐνδῶσι καὶ θύσωσι, τὸ ἔγκλημα τῆς ἀσθενείας αὐτῶν γίνεται, ὅτι τὰς ὀδύνας οὐκ ἐνεγκόν τες ἔθυσαν· ἂν δὲ ἐγκαρτερήσαντες ταῖς βασάνοις ἀλ γήσωσι μὲν ἐφ' οἷς πάσχωσι, μὴ προδῶσι δὲ τὴν εὐ σέβειαν, οὐδεὶς αὐτοὺς ὑπὲρ τῶν ἀλγηδόνων αἰτιᾶται τούτων, ἀλλὰ διὰ τοῦτο μειζόνως αὐτοὺς ἀποδεχόμεθα, καὶ θαυμάζομεν, ὅτι καὶ ὀδυνηθέντες ὑπέμειναν, καὶ οὐκ ἠρνήσαντο.
Καὶ ἐνταῦθα τοίνυν, εἰ μὲν οὐκ ἐνεγ κὼν ὁ μακάριος Βαρλαὰμ τὸ καίεσθαι ὑπέσχετο θύειν, ἡττήθη· εἰ δὲ αὐτοῦ μὴ ἐνδιδόντος περιετράπη ἡ χεὶρ, οὐκ ἔστιν ἔγκλημα τοῦτο τῆς γνώμης τοῦ μάρ τυρος· οὐ γὰρ τῆς προαιρέσεως ἀσθενούσης, ἀλλὰ τῆς τῶν νεύρων φύσεως κατὰ τὸν ἴδιον τόνον, καὶ ἄκοντος τῆς χειρὸς τοῦ ἁγίου καμπτομένης, ὑπὸ τοῦ πυρὸς τοῦτο συνέβαινεν. Ὥσπερ γὰρ τοῖς ξαινομέ νοις τὰς πλευρὰς οὐκ ἐγκαλοῦμεν, ὅτι διασχίζεται αὐτῶν ἡ σάρξ· μᾶλλον δὲ ἵνα ἐγγύτερον ἀγάγω τὸ παράδειγμα· ὥσπερ τοῖς πυρέττουσι καὶ σπωμένοις οὐδεὶς ἂν μέμφοιτο καμπτομένων αὐτοῖς τῶν χειρῶν· οὐ γὰρ τῆς ἐκείνων βλακείας ἐστὶ τὸ γινόμενον, ἀλλὰ τῆς φλογὸς τοῦ νοσήματος τὴν νοτίδα ἀναλισκούσης καὶ συνελκούσης παρὰ φύσιν λοιπὸν τῶν νεύρων τὴν ἀκολουθίαν· οὕτως οὐδὲ τὸν ἅγιον τοῦτον ἄν τις ἐμέμψατο τῆς χειρὸς περιτραπείσης. Εἰ γὰρ πυρετὸς καὶ ἄκοντος τοῦ κάμνοντος συνέλκειν τὰ μέλη πέφυκε καὶ διαστρέφειν, πολλῷ μᾶλλον ἄνθρακες ἐπικείμενοι δεξιᾷ, καὶ μὴ ἐνδόντος τοῦ μάρτυρος τοῦτο ἂν εἰργάσαντο. Ἀλλ' ὅμως οὐκ εἰργάσαντο, ἵνα ἐκ περιουσίας μάθῃς, ὅτι Θεοῦ χάρις ἦν ἡ συμπαροῦσα καὶ ἀλείφουσα τὸν ἀθλητὴν, καὶ τὸ τῆς φύσεως ἐλάτ τωμα διορθουμένη· οὔτε αὐτὴ τὰ ἑαυτῆς ἔπαθε κατὰ τοῦτο, ἀλλ' ὡς ἐξ ἀδάμαντος πεπηγυῖα ἡ χεὶρ ἐκείνη, οὕτως ἀπερίτρεπτος ἔμενεν. Τίς τότε ὁρῶν οὐκ ἂν ἐθαύμασε; τίς οὐκ ἂν ἔφριξε; ∆ιέκυπτον ἄνωθεν ἄγ γελοι, ἐθεώρουν ἀρχάγγελοι· λαμπρὸν ἦν τὸ θέατρον, καὶ ὑπερβαῖνον ὄντως τὴν ἀνθρωπίνην φύσιν. Τίς γὰρ οὐκ ἂν ἐπεθύμησεν ἰδεῖν ἄνθρωπον ἀγωνιζόμενον, καὶ οὐ πάσχοντα τὰ τῶν ἀνθρώπων; τὸν αὐτὸν θυσιαστή ριον, καὶ ἱερεῖον, καὶ ἱερέα γινόμενον; ∆ιὸ καὶ διπλοῦς ὁ καπνὸς ἀνῄει, ὁ μὲν τοῦ λιβανωτοῦ ἁπτομένου, ὁ δὲ τῆς σαρκὸς τηκομένης· καὶ ἦν ὁ καπνὸς οὗτος ἐκεί νου προσηνέστερος, αὕτη δὲ ἡ εὐωδία ἐκείνης βελ 50.680 τίων.
Καὶ ταυτὸ συνέβαινεν ὅπερ καὶ ἐπὶ τῆς βάτου· καθάπερ γὰρ ἐκείνη ἡ βάτος ἐκαίετο, καὶ οὐ κατεκαίετο, οὕτω καὶ ἐνταῦθα ἐκαίετο μὲν ἡ δεξιὰ, οὐ κατεφλέγετο δὲ ἡ ψυχή· ἐδαπανᾶτο τὸ σῶμα, καὶ οὐκ ἀνηλοῦτο ἡ πίστις· ἀπηγόρευεν ἡ σὰρξ, καὶ οὐκ ἀπηγόρευεν ἡ προθυμία· καὶ οἱ μὲν ἄνθρακες τὸ μέ σον τῆς χειρὸς διατρήσαντες