1

 2

 3

 4

 5

 6

4

πόλεμον, συνέπεσε σὺν τῷ ἵππῳ αὐτοῦ, καὶ πληγεὶς τὸν πόδα ἔμεινε χωλεύων. ἐδέξατο δὲ, ὥς φασιν, ἐκ μαντείας τινὸς, τουτέστιν ἐκ τοῦ ἰδίου νοὸς ἐκ τοῦ ἀστέρος τὴν ὀξυλάβην εἰς τὸ κατασκευάζειν ἐκ σιδήρου ὅπλα· ὅθεν καὶ ἐπικρατὴς ἐγένετο εἰς τοὺς πολέμους, ὅν τινα καὶ ἀπεθεώσαν. πρὸ γὰρ τούτου ῥοπάλοις καὶ λίθοις ἐχρῶντο καὶ ἐπολέμουν.

Μετὰ δὲ τὸν Ἥφαιστον, ἐβασίλευσεν Ἥλιος ὁ υἱὸς αὐτοῦ. μετὰδὲ τοῦτον Σέσωστρις, καὶ μετὰ τοῦτον Ὄσιρις, καὶ μετὰ τὸν Ὄσιριν, Ὅρος· καὶ μετ' αὐτὸν Θοῦλος, ὅστις πολλὰ κατορθώματα ποιήσας, ἀπῆλθεν εἰς τὸ μαντεῖον ἐρωτῆσαι, λέγων, "Προφήτευσον ἡμῖν πυρισθενὲς ἀψευδὲς μακαριστὸν αἰθέριον πόλον· μετεγκλήνον τῆς πρώτης ἐμῆς βασιλείας ἠδυνήθη ὑποτάξαι τὰ πάντα, ἢ τίς μετεμέ." καὶ ἐδόθη αὐτῷ χρησμὸς οὕτως· "πρῶτα θεὸς, μετέπειτα λόγος, καὶ πνεῦμα σὺν αὐτοῖς· σύμφυτα δὲ ταῦτα πάντα καὶ ἓν καὶ εἰς ἓν ἰόντα, οὗ κράτος αἰώνιον· ὠκέσι δὲ ποσὶ βαδίζε θνητὲ, ἄδηλον διανύων βίον."

Αἱ δὲ ἐπωνυμίαι τῶν ζ ἀστέρων τῶν πλανητῶν εἰσὶν οὗτοι. ὁ γὰρ λεγόμενος Κρόνος καλεῖται λάμπον, ὁ δὲ ∆ιὸς, Φαέθων, ὁ δὲ Ἄρεως, πυρώης, ὁ δὲ Ἀφροδίτης, κάλλιστος, ὁ δὲ Ἑρμοῦ, ὁστέμων. καὶ ταῦτα περὶ τῶν ἑπτὰ ἀστέρων τῶν πλανήτων, ὧν τινων ὁ Σὴθ τὰς ὀνομασίας ἐξέθετο, παρὰ θεοῦ λαβὼν σοφίαν. ἄνθρωποι δὲ εἰς τὰ ὀνομασίας αὐτῶν τοὺς παῖδας αὐτῶν ἐπονομάσαντες, θεοὶ ψευδώνυμοι ἀνηγορεύθησαν. μετὰ πολλοὺς δὲ βασιλεῖς τῶν Αἰγυπτίων, ἐβασίλευσε Σώστρις, ὅστις ὑπέταξεν Ἀσσυρίους καὶ Χαλδαίους καὶ Πέρσας ἕως Βαβυλῶνος, καὶ τὴν Ἀσίαν πᾶσαν καὶ Εὐρώπην καὶ Σκυθίαν καὶ Μυσίαν. καὶ ἐν τῷ ὑποστρέφειν αὐτὸν, ἐξελέξατο ἄνδρας γενναίους Σύθας, χιλιάδας ιε, καὶ ἀπέστειλεν αὐτοὺς οἰκεῖν ἐν Περσίδι, καὶ ἔμειναν οἱ αὐτοὶ Σκύθαι ἐν Περσίδι, μέχρι τῆς νῦν, οἵτινες μετεβλήθησαν ὑπὸ τῶν Περσῶν Πάρθοι· οἳ καὶ τὴν φορεσίαν καὶ τὴν λαλιὰν καὶ τὰ ἔθη Σκυθῶν ἔχουσιν. 238 Ἐπὶ δὲ τούτου τοῦ Σώστρι βασιλέως Αἰγύπτου ἦν Ἑρμῆς ὁ Τρισμέγιστος, ὃς ἔφρασε τρεῖς μεγίστας εἶναι δυνάμεις τὸ τοῦ ἀρρήτου καὶ δημιουργοῦ ὄνομα, μίαν δὲ θεότητα εἶναι εἶπεν, διὸ ἐκλήθη ἀπὸ τῶν Αἰγυπτίων τρεῖς μέγιστος. ἐμφέρεται γὰρ ἐν διαφόροις αὐτοῦ λόγοις, πρὸς Ἀσκληπιὸν περὶ θεοῦ εἰρηκὼς φύσεως ταῦτα. "εἰ μὴ πρόνοιά τις ἦν τοῦ πάντων Κυρίου ὥστε μοι τὸν λόγον τοῦτον ἀποκαλύψαι, οὐδὲ ὑμᾶς τοιοῦτος ἔρως κατεῖχεν, ἵνα περὶ τούτου ζητήσητε. οὐ γὰρ ἐφικτόν ἐστι εἰς ἀμυήτους τοιαῦτα μυστήρια παρέχεσθαι, ἀλλὰ τῷ νοῒ ἀκούσατε. ἓν μόνον φῶς ἦν νοερὸν, καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινὸς, καὶ οὐδὲν ἕτερον ἦν ἡ τούτου ἑνότης ἀεὶ ἐν ἑαυτῷ, ὢν ἀεὶ τῷ "ἑαυτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα παρέχει. ἐκτὸς τούτου, οὐ θεὸς, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη." πάντων γὰρ κύριος καὶ πατὴρ καὶ θεὸς πάντων, ὑπ' αὐτῶν καὶ ἐν αὐτῷ ἐστί· ὁ γὰρ λόγος αὐτοῦ προελθὼν, παντέλειος ὢν καὶ "δημιουργὸς, ἐν γονίμῳ φύσει πεσὼν ἐπὶ γονίμῳ ὕδατι, ἔγκυον τὸ ὕδωρ ἐποίησεν," καὶ ταῦτα εἰρηκὼς ἤρξατο λέγειν· "ὁρκίζω σε οὐρανὲ Θεοῦ μεγάλου σοφὸν ἔργον, ἵλαος ἔσο, ὁρκίζω σε φωνὴν πατρὸς, ἣν ἐφθέγξατο πρώτην πρὸς τὸν μονογενῆ λόγον αὐτοῦ, ἡνίκα κόσμον ἅπαντα ἐστηρίξατο, ἵλαος ἔσο Κύριε." Ὅτι Λιβύη ἡ θυγάτηρ τῆς Ἰὼ καὶ ∆ιός· ἡ δὲ Ἰὼ ἦν θυγάτηρἸνάχου βασιλέως τῆς δύσεως, ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ, ἣν καὶ ἥρπασε Πῖκος ὁ καὶ Ζεὺς, ἐγαμήθη τινὶ Ποσειδῶνι, ἐξ οὗ ἐτέχθη ὁ Ἀγήνωρ, καὶ ἐλθὼν ὁ Ἀγήνωρ ἐπὶ τὴν Φοινίκην, ἔλαβε γυναῖκα ὀνόματι Τύρων, καὶ κτίζει πόλιν, εἰς ὄνομα τῆς γυναικὸς αὐτοῦ, ἣν ἐκάλουν Τύρον, καὶ ἐβασίλευσεν ἐκεῖ. Ἔσχε δὲ υἱὸν ἐκ τῆς Τύρου Κάδμον τὸν Φοίνικα, τὸν Σύρον καὶ τὸν Κίλικα. τελευτῶν δὲ ὁ Ἀγήνωρ, πᾶσαν ἣν ὑπέταξε γῆν, ἐμέρισε τοῖς τρισὶν αὐτοῦ υἱοῖς, καὶ ἔλαβεν ὁ Φοίνιξ Τύρον καὶ τὴν ἐνορίαν αὐτῆς, καλέσας τὴν ὑπ' αὐτοῦ χώραν Φοινίκην εἰς τὸ ἴδιον ὄνομα, ὁμοίως καὶ ὁ Σύρος τὴν ἐπιλαχοῦσαν αὐτῷ χώραν, εἰς τὸ ἴδιον ὄνομα ἐκάλεσε Συρίαν· καὶ ὁ Κήληξ τὸ ἐπιλαχὸν αὐτῷ κλῖμα, ἐκάλεσε Κιλικίαν.