1

 2

 3

 4

 5

 6

4

τεσσαράκοντα, καὶ ἔστι κεχαλασμένος τὰ 13 ἴχνη αὐτοῦ φυλασσόμενα μόνον ἀνὰ μέσον Ἀσοὺρ καὶ Βαβυλῶνος. ἦν δὲ ευλγʹ.

Φάλεκ δὲ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ῥαγαῦ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη σθʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη τλθʹ. Γίνονται οὖν ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη βσξβʹ, καὶ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς συγχύσεως τῆς πυργοποιίας καὶ τῆς τελευτῆς Φάλεκ, ὅ ἐστι μερισμός, ἔτη φλςʹ. Καὶ οὕτω γίνεται διαμερισμὸς ἤτοι διασπορὰ τῶν υἱῶν Νῶε καὶ τῶν ἐξ αὐτῶν γεννηθέντων· διόπερ καὶ μέροπες ἐκλήθησαν ἀπό τε τῆς μεμερισμένης φωνῆς ἀπό τε τοῦ μερισμοῦ τῆς γῆς. ὁ μέντοι Σὴμ ἐγέννησε τὸν Ἐλὰμ καὶ Ἀσοὺρ καὶ τὸν Ἀρφαξὰδκαὶ τὸν Λούδ, ὁ δὲ Χὰμ τὸν Χοὺς καὶ τὸν Μεσραῒμ καὶ τὸν Φοὺδ καὶ τὸν Χανάν, ὁ δὲ Ἰάφεθ τὸν Γάμερ καὶ τὸν Μαγὼγ καὶ τὸν Θηρὰν καὶ τὸν Ἰωΰαν καὶ τὸν Ἰεκτὰν καὶ τὸν Θόβελ καὶ τὸν Μοσὸχ καὶ τὸν Μαδαΐ, ἀφ' οὗ Μῆδοι γενόμενοι καὶ τῶν Βαβυλωνίων κρατήσαντες, ἡ χώρα Μηδία προσηγορεύθη κυρίως καὶ φερωνύμως.

Μετὰ γοῦν τὴν σύγχυσιν καὶ τὴν τοῦ πύργου διάλυσιν μεταστέλλονται οἱ τρεῖς υἱοὶ τοῦ Νῶε πάντας τοὺς ἐξ αὐτῶν γενομένους, καὶ διδόασιν αὐτοῖς ἔγγραφον τῶν τόπων τὴν κατανέμησιν, 14 ἥνπερ ἐκ τοῦ πατρὸς Νῶε παρειλήφασι, καὶ λαγχάνουσιν ἑκάστῳ καὶ ταῖς ἑκάστου φυλαῖς καὶ πατριαῖς τόπον καὶ κλίματα καὶ χώρας καὶ νήσους καὶ ποταμοὺς κατὰ τὴν ὑποκειμένην ἔκθεσιν, καὶ κατακληροῦνται τῷ μὲν πρωτοτόκῳ υἱῷ Νῶε Σὴμ ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς καὶ Ῥινοκουρούρων τὰ πρὸςἀνατολήν, τῷ δὲ Χὰμ ἀπὸ Ῥινοκουρούρων ἕως Γαδείρων τὰ πρὸς νότον, τῷ δὲ Ἰάφεθ ἀπὸ Μηδίας ἕως Γαδείρων τὰ πρὸς βοῤῥᾶν. Αἱ δὲ λαχοῦσαι χῶραι τῷ μὲν Σὴμ εἰσὶν αὗται, Περσίς, Βακτριανή, Ὑρκανία, Βαβυλωνία, Κορδυαία, Ἀσσυρία, Μεσοποταμία, Ἀραβία ἡ ἀρχαία, Ἐλυμαΐς, Ἰνδική, Ἀραβία ηεὐδαίμων, κοίλη Συρία, Κομμαγηνὴ καὶ Φοινίκη πᾶσα καὶ ποταμὸς Εὐφράτης· τῷ δὲ Χὰμ Αἴγυπτος, Αἰθιοπία ἡ βλέπουσα κατ' Ἰνδούς, ἑτέρα Αἰθιοπία, ὅθεν ἐκπορεύεται ὁ ποταμὸς τῶν Αἰθιόπων, ἐρυθρὰ βλέπουσα κατ' ἀνατολάς, Θηβαΐς, Λιβύη ἡ παρεκτείνουσα μέχρι Κυρήνης, Μαρμαρίς, Σύρτις, Λιβύη ἄλλη, Νουμιδία, Μασσυρίς, Μαυριτανία ἡ κατέναντι Γαδείρων· ἐν δὲ τοῖς κατὰ βοῤῥᾶν τὰ παρὰ θάλασσαν ἔχει Κιλικίαν, 15 Παμφυλίαν, Πισιδίαν, Μυσίαν, Λυκαονίαν, Φρυγίαν, Καμαλίαν, Λυκίαν, Καρίαν, Λυδίαν, Μυσίαν ἄλλην, Τρωάδα, Αἰολίδα, Βιθυνίαν, τὴν ἀρχαίαν Φρυγίαν, καὶ νήσους ὁμοίως Σαρδανίαν, Κρήτην, Κύπρον, καὶ ποταμὸν Γειὼν τὸν καὶ Νεῖλον καλούμενον· τῷ δὲ Ἰάφεθ Μηδία, Ἀλβανία, Ἀρμενία μικρά τε καὶ μεγάλη, Καππαδοκία, Παμφλαγονία, Γαλατία, Κολχίς, Βόσπορος, Μαιῶτις, ∆έρβη, Σαρματίς, Ταυριανίς, Βασταρνίς, Σκυθία, Θρᾴκη, Μακεδονία, ∆αλματία, Μολοσσή, Θεσσαλία, Λοκρίς, Βοιωτία, Αἰτωλία, Ἀττική, Ἀχαΐα, Πελλήνη, ἡ καλουμένη Πελοπόννησος, Ἀρκαδία, Ἠπειρῶτις,Ἰλλυρίς, Λυχνῖτις, Ἀδριακή, ἐξ ἧς τὸ Ἀδριακὸν πέλαγος· ἔχειδὲ καὶ νήσους Βρεττανίαν, Σικελίαν, Εὔβοιαν, Ῥόδον, Χίον, Λέσβον, Κύθηραν, Ζάκυνθον, Κεφαλληνίαν, Ἰθάκην, Κέρκυραν, καὶ μέρος τι τῆς Ἀσίας, τὴν καλουμένην Ἰωνίαν, καὶ ποταμὸν Τίγριν τὸν διορίζοντα μεταξὺ Μηδίας καὶ Βαβυλωνίας.

16 Τούτων οὖν τῶν κληροδοτηθέντων ὁ τοῦ Χὰμ υἱὸς Χαναὰν ἰδὼν τὴν πρὸς τῷ Λιβάνῳ γῆν ὡς ἀγαθή τε καὶ εὔφορος καὶ κατὰ πολὺ τῆς ἑαυτοῦ διαλλάττουσα γῆς, τυραννικῶς καθήρπασεν αὐτήν, καὶ τοὺς ἐκ τοῦ Σὴμ κλήρους ἐξήλασε, καὶ οὕτω πᾶσα ἡ γῆ τῆς ἐπαγγελίας τοῦ Χαναὰν προσηγόρευται. κἀντεῦθεν τοίνυν ὁ δίκαιος κριτὴς μετὰ ταῦτα τοῖς ἐκ τοῦ Σὴμ υἱοῖς Ἰσραὴλ ἀπέδωκεν αὐτὴν διὰ Ἰησοῦ τοῦ Ναυῆ, καθὼς καὶ τῷ