πορφυρογέννητον ἕτερος τὸν βίον ἀπολιπόντα εἰς τὸ ἄρχειν μάλιστα δεδικαίωτο; Εὔδηλον τοίνυν ὡς ὁ ἐν βασιλεῦσιν ἐκεῖνος ἀοίδιμος Ἀλέξιος, τῶν τῆς βασιλείας σκήπτρων ἐγκρατὴς γενόμενος, οὐ μόνον οὐκ αἰτιάσεως ἄξιος, ἀλλ' ἤδη καὶ ἐγκωμίων τοῖς εὖ φρονοῦσι κριθήσεται καὶ ὑπόδειγμα καὶ ἀρχέτυπον ἀγαθὸν τοῖς ἐφεξῆς προτεθήσεται, ὡς ἂν καὶ ἕτεροι τοὺς φυσικοὺς αὐτῶν κυρίους παρευδοκιμουμένους ὁρῶντες καὶ τὸ προσαρμόσαν αὐτοῖς ἀνέκαθεν δίκαιον ἀφαιρουμένους παραζηλώσωσιν ἐπὶ τοῖς τὰ ἄδικα πεπονθόσι, καὶ πᾶσαν μὲν εἰσφέρωσι σπουδὴν ἐπὶ τὴν τούτων ἐκδίκησιν καὶ εἰς τὸ ἀποκαθιστᾶν αὐτοῖς τὴν αὐτῶν κληρονομίαν ἀφ' ἧς ἐκπεπτώκασιν, εἰ δὲ τῶν πραγμάτων ἴσως ἀντιπιπτόντων τοῦτο μὴ δύναιντο, τὸν γοῦν τὴν βίαν τούτοις ἐπενεγκόντα ἀντιβιάζωνται καὶ τὸν ἐκδιώξαντα τούτους τῆς οἰκείας κληρονομίας ταύτης ἀποδιώκωσι, μὴ συγχωροῦντες αὐτῷ τῆς οἰκείας κακοτροπίας ἀπόνασθαι, ὡς καὶ ἑτέρους ἀδικεῖν ἐγχειροῦντας τὸ μὴ ἀπολαῦσαι ὧν ἑτέρους ἀποστερήσουσιν. Οἱ γὰρ μὴ οὕτως τηνικαῦτα φρονήσαντες μηδὲ τῷ Κομνηνῷ, ταὐτὸν δὲ εἰπεῖν τῷ ∆ούκᾳ, περὶ τὴν τῆς κληρονο μίας αὐτῶν ἀποκατάστασιν συναράμενοι, ἀλλὰ καὶ μᾶλλον ὁπωσοῦν τούτοις ἀντιπεσόντες καὶ μὴ ῥίψαντες τὰ ὅπλα καὶ τὸν φύσει δεσπότην αὐτῶν προσκυνήσαντες, ὑπὲρ οὗ μᾶλλον αἴρειν ὅπλα τούτοις ἐχρῆν, ποίαν οὐκ ἂν τιμωρίαν ὑποσχεῖν ἦσαν δίκαιοι, ἢ μὴ μόνον μέχρι χρημάτων καὶ πραγμάτων ἀπαρχῆς καὶ πάσης ἄλλης ζημίας, ἀλλ' αὐτοῦ θανάτου καὶ τούτου πικροῦ καὶ ὀδυνηροῦ; Καὶ ἄλλως γὰρ πῶς ἔμελλε τούτους ὁ Θεὸς ἀνωτέρους διατηρῆσαι κακώσεως καὶ μὴ ἀντιμετρῆσαι τούτοις οἷς αὐτοὶ ἐμέτρησαν μέτροις; Ὡς γὰρ καὶ τοῦ δικαίου τῆς φύσεως ἐκλαθόμενοι καὶ ἀσπλάγχνως τῷ φυσικῷ αὐτῶν κυρίῳ χρησάμενοι, δικαίως ἂν ἔτυχον καὶ οὗτοι θεόθεν ἀσπλαγχνίας, ἀποτόμως ποινηλατούμενοι, ὅτι καὶ Θεῷ αὐτῷ προσκεκρουκότες ἑάλωσαν. Ὅτι δὲ καὶ μετὰ τῆς ἄνωθεν ῥοπῆς καὶ Θεοῦ ἐπινεύσει ταῦτα τετέλεσται, ἡ περὶ τὴν Ῥωμαϊκὴν βασιλείαν κατάστασις ἀριδηλότερον παριστᾷ, τῶν πραγμάτων ἐξ ἐκείνου λαβόντων τὴν εἰς τὸ κρεῖττον ἐπίδοσιν καὶ μέχρι καὶ νῦν καθεκάστην ἐπιδιδόντων καὶ πρὸς ἕω καὶ πρὸς δυσμὰς εὐτυχῶς χωρούντων εὐδοκίᾳ Θεοῦ καὶ χάριτι, ὡς ἐκ τῶν δεξιῶν ἀποτελεσμάτων παραδηλοῦσθαι καὶ τὴν ἀρχὴν δεξιάν. p.11 Ἆθλον δὴ τοῦτο μέγιστον ἁπάντων ὧν ἴσμεν προτέθεικας ἡμῖν, ὦ σοφωτάτη μοι φρὴν καὶ διάνοια, τὰς Ἀλεξίου τοῦ μεγάλου πράξεις συναγαγεῖν ἐπιτάξασα, ὃς ἐν καιροῖς δυσκόλοις τὰς τῶν Ῥωμαίων ἡγεμονίας παραλαβών, ὁπηνίκα τὰ τῶν Ῥωμαίων ἀπηύδησε πράγματα εἰς γῆν καταπεπτωκότα καὶ κινδυνεύοντα διαρρυῆναι, τέλεον ἀνέστησέ τε καὶ εἰς κλέος ἀνήγαγε μέγιστον. Νουνεχείᾳ γὰρ τὴν ἀνδρίαν συνάψας, τῇ συνεχείᾳ τῶν πράξεων οὐκ ἔστιν εἰπεῖν ὁπόσα ἔστησε τρόπαια τῶν Ῥωμαίων, ὡς εἶναι τὰ πράγματα ...... τὰ μὲν ἐξεδίωξε, τὰ δὲ ἐδουλώσατο, τὰ δὲ ὑπόσπονδα Ῥωμαίοις πεποίηκε. Τούτου τοίνυν τὰς πράξεις συναγαγεῖν ἐργῶδες ἂν εἴη καὶ τὴν ἡμετέραν δύναμιν ὑπερ βαῖνον καὶ παρῃτησάμην ἂν τοὖργον, εἰ μή με βίη Ἡρακληείη πρὸς αὐτὸ ἐβιάζετο, μεγίστων ἀγαθῶν βραχύν τινα πόνον ἀνταλλάξασθαι πείθουσα. Τί γὰρ ἂν ἄλλο καὶ ἀνταποδοίην αὐτῷ ἐπάξιον πάντων ὧν αὐτὸς ἔδωκέ μοι, εἰ τὰς πράξεις ἐκείνου σιγῇ παρέλθοιμι ὥστε λήθης ἀμαυρωθῆναι βυθῷ; Εἰ δὲ μὴ πασῶν ἐφικέσθαι δυνηθείη ὁ λόγος, ἐπισυριττέτω τούτῳ μηδείς· οὔτε γὰρ ἱστορίαν συγγράφειν προῄρημαι οὔτε πλέκειν ἐκείνῳ ἐγκώμιονμόλις γὰρ ἂν πρὸς ταῦτα ἥ τε Θουκυδίδου δεινότης καὶ τὸ ∆ημοσθένους ἐξήρκεσε μεγαλόφωνονἀλλ' ἀφορμήν τινα παρασχεῖν βουλόμενος τοῖς τὰ ἐκείνου συγγράφειν ἐθέλουσι πρὸς ταυτηνὶ τὴν γραφὴν ἐξώρμησα· ταύτῃ τοι καὶ Ὕλη ἱστορίας ὄνομα ἔστω τῷ λόγῳ. Ἀρκτέον οὖν ἡμῖν ἐντεῦθεν. 1.τ Βιβλίον αʹ 1.1 Μανουὴλ ἐκείνου τοῦ πάνυ, ὃς ἐς Κομνηνοὺς ἀναφέρων τὸ γένος, τῶν μεταξὺ συμβάσεων καὶ σπονδῶν τοῦ τε τηνικαῦτα τὰ Ῥωμαίων σκῆπτρα ἰθύνοντος Βασιλείου καὶ Βάρδα ἐκείνου τοῦ Σκληροῦ, τοῦ ἐπὶ