αὐτεξούσιον, ἀλλὰ τὸ προ γνωστικὸν τοῦ πάντως ἐσομένου δηλοῖ. ∆ιὸ καὶ τὸ οὐαὶ αὐτοῖς ἐπιφωνεῖ, ὡς ἑκουσίως πταίουσι. Κό λασιν δὲ λέγει τοὺς ἀσέμνους ζῶντας ἀνθρώπους. Στ. κʹ. Οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνημμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Στ. καʹ. Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος, εἶπε· Κύ ριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; ∆ύο συνημμένοι ἐπὶ τῷ τοῦ Χριστοῦ ὀνόματι, σῶ 17.300 μα καὶ πνεῦμα, μὴ ἀντιστρατευόμενα· ὑποταγέντος μὲν τοῦ σώματος, τοῦ δὲ πνεύματος μεταδιδόντος αὐ τῷ θείας ζωῆς· τρεῖς δέ τε ὁλόκληρον, πνεῦμα, ψυχὴ, σῶμα, τηρεῖ τῇ παρουσίᾳ Χριστοῦ· Ἢ αἱ δύο διαθῆκαι, ὅταν ὁ συναγωγεὺς αὐτῶν τὸ Πνεῦμα τὸ ἅγιον ἐν αὐταῖς ᾖ· τρεῖς δὲ, νόμον, προφήτας, Εὐαγ γέλιον· ἢ θυμὸν καὶ ἐπιθυμίαν, καὶ λογισμόν· ἢ τὴν κλῆσιν καὶ ἐκλογὴν, καὶ τὸ εἰς πρώτην τιμὴν τασ σόμενον γένος μεθ' ἡμῶν. Τήρει δὲ, ὅτι οὐκ εἶπεν ἔσο μαι, ἀλλ' εἰμί. Ὡς Θεὸς γὰρ πανταχοῦ ὢν, ἐν μέσῳ ἐστὶ τῶν δι' εὐσεβείας συναπτομένων. Ἡ γὰρ παν επίσκοπος τοῦ Θεοῦ δύναμις ἀμέριστος μεριστὴ γίνε ται τοῖς ἀξίοις. Ἐπειδὴ τῶν εἰς ἡμᾶς πταισμάτων ἡμεῖς κύριοί ἐσμεν τοῦ συγχωρεῖν, οὐ μὴ τῶν εἰς Θεὸν φθανόν των εἰ μὴ αὐτὸς ὁ Θεός· διὰ τοῦτο εἶπεν ὁ Πέτρος τὸ, εἰς ἐμέ. Ἐρωτῶν γὰρ, ἕως τίνος χρεία μὴ μνησικακεῖν, ὡς μέγα προσέθηκε τὸ, ἑπτάκις. Ὁ δὲ Κύριος, τὸ ἄπειρον σημαίνων τῆς ἀνεξικακίας, εἶπεν τὸ, ἑβδο μηκοντάκις ἑπτά· τουτέστιν· Ὁσάκις ἁμάρτῃ εἰς σὲ, ἐὰν μετανοῇ, ἄφες αὐτῷ. Ἐπειδὴ ἐπὶ τῶν ἀφοριζομένων μέτρον ὥρισεν ὁ Χριστὸς, οὐ μὴν καὶ ἐπὶ τῶν μετανοούντων, εἰκότως ἐρωτᾷ ὁ Πέτρος τό· Ἕως πόσου δεῖ δέχεσθαι τὸν μετανοοῦντα; Ὅρα δὲ εἰ δύναται· Ἐπεὶ ὁ μὲν ἓξ ἀριθμὸς ἐργατικὸς καὶ ἐν γενέσει κόσμου, ὁ δὲ ἑπτὰ ἀναπαύσεως· ὁ μὲν τὰ τοῦ κόσμου καὶ ὑλικὰ ἀγα πῶν, ἐξαμαρτάνων τέλος ἔχει τὴν ἑβδομάδα· ὅπερ νοήσας ὁ Πέτρος, συγχωρεῖν θέλει ἐν τῷ ἑπτά. Ὁ δὲ Κύριος ἐπιτείνει τοῦτο ἐν τῷ αὐτῷ τρόπῳ, ἀναλόγως γὰρ μονάδος πρὸς δεκάδας καὶ ἑκατοντάδας, ὡς τὸν ὑπερβάντα τὰ κοσμικὰ μηκέτι ἔχειν ἄφεσιν τῶν ἁμαρτημάτων· ἡ γὰρ ἄφεσις ἐπὶ τὰ τῇδε εἴτε βρα δὺ, εἴτε τάχιον. ΚΕΦ. ΚΑʹ. Στίχ. λγʹ. Ἄνθρωπος ἦν οἰκοδεσπότης, ὅστις ἐφύ τευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθη κε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπ εδήμησε, κ. τ. λ. Ἡ παραβολὴ οἰκοδεσπότην λέγει τὸν Θεὸν καὶ πατέρα, τὸν πολλὴν πρόνοιαν ἐξ ἀρχῆς εἰς τοὺς Ἰου δαίους ἐπιδειξάμενον. Ἀμπελὼν δὲ ἁπλῶς μὲν ὁ πρῶ τος λαὸς, τουτέστιν ὁ Ἰσραὴλ, φυτευθεὶς ὑπὸ τοῦ Θεοῦ ἐν τῇ γῇ τῆς ἐπαγγελίας. Φραγμὸς δὲ ὁ νόμος, οὐκ ἐῶν αὐτοὺς μιγῆναι τοῖς ἔθνεσι. Ληνὸς τὸ θυσια στήριον, ἤτοι ὁ τόπος τῶν σπονδῶν. Πύργος ἡ Σιὼν, ἢ ὁ οὐρανός. Γεωργοὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ καὶ οἱ σοφοὶ, καὶ οἱ κατὰ καιροὺς διδάσκαλοι. Ἀπεδή μησε δὲ ὁ οἰκοδεσπότης, ὅτε οὐκέτι ἡμέρᾳ ἐν στύλῳ νεφέλης καὶ νυκτὸς αὐτοῖς ἐν στύλῳ πυρὸς ἐπιφαίνε ται. Ἢ ἡ τοῦ Θεοῦ μακροθυμία, ἡ μὴ παρὰ πόδας 17.301 ἀπαιτοῦσα τοὺς Ἰουδαίους τὴν τῶν πταισμάτων τι μωρίαν. Ἀπαίτησις δὲ καρπῶν ὁ ἔννομος βίος· Και ρὸς αὐτῶν ἡ προφητικὴ ἀπαίτησις· ∆οῦλοι πρῶτοι καὶ δεύτεροι παθόντες ἄτοπον, οἱ κατὰ διαφόρους και ροὺς ἀποσταλέντες προφῆται, οἷς τὸν μὲν ἔδηραν, ὡς Μιχαίαν, πατάξαντος ἐπὶ σιαγόνα Σεδεκίου· τὸν δὲ ἀπέκτειναν, ὡς Ζαχαρίαν, μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου· τὸν δὲ ἐλιθοβόλησαν, ὡς Ζαριοὺ υἱὸν Ἰωδαὲ τὸν ἱερέα. Τάχα δὲ ἀμπελὼν, ἢ ἡ βασι λεία τοῦ Θεοῦ, καὶ τὰ μυστήρια αὐτοῦ ἐν νόμῳ καὶ προφήταις, καὶ τῇ ἄλλῃ φυσιολογίᾳ. Καρποὶ δὲ ὁ ἐν άρετος ἐν ἤθεσι βίος. Φραγμὸς ὁ λογικὸς τόπος, καὶ τὸ γράμμα, ὡς μὴ κατοπτεύοιτο τοῖς ἔξω τὰ κεκρυμ μένα μυστήρια. Ληνὸς τὸ βάθος τῆς δεχομένης τοὺς καρποὺς τοὺς τῆς ψυχῆς, πᾶν ἐπὶ πόλεμον ἐπιβαλ λούσης. Πύργος καὶ διῃρημένος περὶ Θεοῦ λόγος. Ναὸς μὲν ἡ τοῦ ἐν αὐτῷ θείου ναοῦ. Γεωργοὶ οἱ πρῶτοι πιστευθέντες τὰ λόγια τοῦ Θεοῦ· οἷς ἀποδη μεῖ εἰς τὴν αὑτοῦ περιοπεῖν, δοὺς ἀφορμὴν, ἐξ ὧν αὐτὸς ἐφύτευσε, φραγμόν τε ἔθηκεν, ὤρυξεν, ᾠκοδόμησε, τοῦ φέρειν καρπόν. Καιρὸς καρπῶν, ὃν οἶδεν οἰκοδεσπότης, τάχα οὐχ