συνεγένετο, οὐ λόγων μετέδωκεν, οὐκ εὐχῆς, οὐ κοι νωνίας· ἀλλ' ἀποβὰς τοῦ πλοίου καὶ τὰ πρόθυρα τῆς ἐκκλησίας παραδραμών, ἔξω που τῆς πόλεως ἀπελθὼν ηὐλίζετο. καὶ πολλὰ παρακαλεσάντων ἡμῶν καὶ αὐτὸν καὶ τοὺς μετ' αὐτοῦ παραγε νομένους παρ' ἡμῖν καταχθῆναι (καὶ γὰρ πάντα ηὐτρέπιστο καὶ καταγώγια καὶ ὅσα εἰκὸς ἦν), οὔτε ἐκεῖνοι οὔτε αὐτὸς ἠν έσχετο. ταῦτα ὁρῶντες ἡμεῖς ἐν ἀπορίᾳ ἦμεν πολλῇ, μηδὲ τὴν αἰτίαν δυνάμενοι τῆς ἀδίκου ταύτης ἀπεχθείας εὑρεῖν· ἀλλ' ὅμως τὰ παρ' ἑαυτῶν ἐπληροῦμεν, τὸ πρέπον ἡμῖν αὐτοῖς ποιοῦντες, καὶ συνεχῶς αὐτὸν παρακαλοῦντες συγγενέσθαι ἡμῖν καὶ εἰπεῖν τίνος ἕνεκεν τοσοῦτον ἐκ προοιμίων ἀνεῤῥίπισεν πόλεμον καὶ τηλικαύτην ἐσκανδάλισεν πόλιν. ὡς δὲ οὐδὲ οὕτως ἐβούλετο λέγειν τὴν αἰτίαν, οἵ τε κατηγοροῦντες αὐτοῦ ἐπέκειντο, καλέσας ἡμᾶς ὁ εὐσεβέστατος βασιλεὺς ἐκέλευσεν πέραν, ἔνθα διέτριβεν, <ἀπιέναι καὶ> τῆς κατ' αὐτὸν ἀκούειν ὑποθέσεως· καὶ γὰρ ἔφοδον καὶ σφαγὰς καὶ ἕτερα ἐνεκάλουν μυρία. ἀλλ' ἡμεῖς καὶ τοὺς νόμους τῶν πατέρων καὶ τὸν ἄνδρα αἰδούμενοι καὶ τιμῶντες, καὶ αὐτοῦ δὲ τὰ γράμματα ἔχοντες, "μὴ δεῖν ὑπερορίας ἕλκεσθαι τὰς δίκας, ἀλλ' ἐν ταῖς ἰδίαις ἐπαρχίαις τὰ τῶν ἐπαρχιῶν γυμνά ζεσθαι," οὐ κατεδεξάμεθα δικάσαι, ἀλλὰ καὶ μετὰ πολλῆς παρῃ τησάμεθα τῆς σφοδρότητος. ὁ δέ, ὥσπερ τοῖς προτέροις ἐπαγω νιζόμενος, τὸν ἀρχιδιάκονον καλέσας τὸν ἐμὸν ἐξ αὐθεντείας πολλῆς, ὥσπερ χηρευσάσης ἤδη τῆς ἐκκλησίας καὶ οὐκ ἐχούσης ἐπίσκοπον, δι' ἐκείνου τὸν κλῆρον πάντα πρὸς ἑαυτὸν μετ έστησεν. καὶ ἀνάστατοι αἱ ἐκκλησίαι ἐγίνοντο, ἀπαγομένων τῶν ἐν ἑκάστῃ κληρικῶν, παρασκευαζομένων λιβέλλους διδόναι καθ' ἡμῶν, πρὸς κατηγορίαν ἀλειφομένων. καὶ ταῦτα ποιήσας 10 ἔπεμπεν καὶ ἐκάλει εἰς δικαστήριον ἡμᾶς, οὐδέπω τὰς καθ' ἑαυτὸν ἀποδυσάμενος αἰτίας· ὃ μάλιστα καὶ παρὰ κανόνας καὶ παρὰ πάντας νόμους ἦν. ἀλλ' ἡμεῖς συνειδότες, ὅτι οὐ πρὸς δικαστὴν ἀφικνούμεθα (ἦ γὰρ μυριάκις ἂν παρεγενόμεθα), ἀλλὰ πρὸς ἐχθρὸν καὶ πολέμιον, καθάπερ τὰ ἔμπροσθεν καὶ τὰ μετὰ ταῦτα ἐδήλωσεν, ἀπεστάλκαμεν πρὸς αὐτὸν ἐπισκόπους, τὸν Πισινοῦντος ∆ημήτριον, τὸν Ἀπαμείας Εὐλύσιον, τὸν Ἀππιαρίας Λουπίκινον, πρεσβυτέρους δὲ Γερμανὸν καὶ Σευῆρον, μετὰ τῆς προσηκούσης ἡμῖν ἐπιεικείας ἀποκρινόμενοι καὶ λέγοντες μὴ παραιτεῖσθαι κρίσιν, ἀλλ' ἐχθρὸν καὶ πολέμιον φανερόν. ὁ γὰρ λιβέλλους μηδέπω δεξάμενος, καὶ τοιαῦτα ἐκ προοιμίων ποιήσας, καὶ ἀποῤῥήξας ἑαυτὸν ἐκκλησίας καὶ κοι νωνίας καὶ εὐχῆς, καὶ κατηγόρους ἀλείφων, καὶ κλῆρον μεθιστάς, ἐκκλησίας ἐρημῶν, πῶς ἂν εἴη δίκαιος ἐπὶ τὸν τοῦ δικαστοῦ θρόνον ἀναβῆναι οὐδαμόθεν αὐτῷ προσήκοντα; οὔτε γὰρ ἀκό λουθον ἦν τὸν ἐξ Αἰγύπτου εἰς Θρᾴκην δικάζειν, καὶ τὸν ὑπεύ θυνον ὄντα αἰτιῶν καὶ ἐχθρὸν καὶ πολέμιον. ἀλλ' ὅμως οὐδὲν τούτων αἰδεσθείς, ἀλλ' ὅπερ ἐβουλεύετο, πληρῶσαι ἐπειγόμενος, ἡμῶν δηλωσάντων ὅτι ἕτοιμοί <ἐσμεν>, καὶ ἑκατὸν καὶ χιλίων ἐπισκόπων παρόντων, ἀποδύσασθαι τὰ ἐγκλήματα καὶ δεῖξαι ὄντας καθαροὺς ἑαυτούς, ὥσπερ οὖν καί ἐσμεν, οὐκ ἠνέσχετο. ἀλλ' ἀπόντων ἡμῶν, καὶ σύνοδον ἐπικαλουμένων, καὶ κρίσιν ἐπιζητούντων, καὶ ἀκρόασιν οὐ φευγόντων, ἀλλ' ἀπέχθειαν φανεράν, καὶ κατηγόρους ἐδέχετο, καὶ τοὺς παρ' ἐμοῦ δεδεμένους ἔλυσεν, καὶ αὐτῶν ἐκείνων οὐδέπω τὰ ἐγκλήματα ἀποδυσα μένων λιβέλλους ἐλάμβανεν, καὶ ὑπομνήματα ἔπραττεν, ἅπερ ἅπαντα παρὰ θεσμὸν καὶ κανόνα καὶ ἀκολουθίαν ἦν. καὶ (τί γὰρ δεῖ τὰ πολλὰ λέγειν;) οὐκ ἀπέστη πάντα ποιῶν καὶ πραγμα 11 τευόμενος, ἕως ἡμᾶς μετὰ δυναστείας καὶ αὐθεντείας ἁπάσης καὶ τῆς πόλεως καὶ τῆς ἐκκλησίας ἐξέβαλεν. καὶ πρὸς ἑσπέραν βαθεῖαν, τοῦ δήμου παντὸς ἡμῖν συσσυρομένου, ἑλκόμενος ὑπὸ τοῦ κουριώσου τῆς πόλεως ἐν μέσῃ τῇ πόλει, καὶ πρὸς βίαν συρόμενος κατηγόμην, καὶ εἰς πλοῖον ἐνεβαλλόμην, καὶ διὰ νυκτὸς ἀπέπλεον, ἐπεὶ σύνοδον πρὸς δικαίαν κρίσιν ἐκάλουν. τίς ἂν ταῦτα ἀδακρυτί, κἂν λιθίνην ἔχῃ τὴν καρδίαν, ἀκούσῃ; ἀλλ' ἐπειδή, καθάπερ ἔφθην εἰπών, οὐ θρηνεῖν δεῖ μόνον, ἀλλὰ καὶ διορθοῦν, τὴν ὑμετέραν ἀγάπην παρακαλῶ διαναστῆναι καὶ